1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

16

ἱστορίαν, ἀλλ' ἐσίγησεν ἄν· ὥσπερ οὖν καὶ ἐνταῦθα, ὅτι ἦλθε καὶ ἀπῆλθε λέγων, οὐκέτι προστίθησι τὰ ἐντεῦθεν γενόμενα.

Ἔπειτα μετὰ τρία ἔτη ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον. Τί ταύτης ταπεινοφρονέστερον γένοιτ' ἂν τῆς ψυχῆς; Μετὰ τοσαῦτα καὶ τοιαῦτα κατορθώματα, μηδὲν Πέτρου δεόμενος, μηδὲ τῆς ἐκείνου φωνῆς, ἀλλ' ἰσότιμος ὢν αὐτῷ (πλέον γὰρ οὐδὲν ἐρῶ τέως), ὅμως ἀνέρχεται ὡς πρὸς μείζονα καὶ πρεσβύτερον· καὶ τῆς ἀποδημίας αὐτῷ τῆς ἐκεῖ γίνεται αἰτία ἡ ἱστορία Πέτρου μόνη. Ὁρᾷς πῶς τὴν προσήκουσαν αὐτοῖς ἀπονέμει τιμὴν, καὶ οὐ μόνον ἀμείνω, ἀλλ' οὐδὲ ἴσον ἑαυτὸν ἐκείνων εἶναι νομίζει; Καὶ τοῦτο ἐκ τῆς ἀποδημίας ταύτης δῆλον. Καθάπερ γὰρ νῦν πολλοὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων πρὸς ἁγίους ἄνδρας ἀποδημοῦσιν, οὕτω καὶ Παῦλος πρὸς Πέτρον τότε διακείμενος ἀπῄει· μᾶλλον δὲ καὶ πολλῷ ταπεινότερον. Οἱ μὲν γὰρ νῦν ὠφελείας ἕνεκεν ἀποδημοῦσιν· ὁ δὲ μακάριος τότε ἐκεῖνος, οὐχ ὡς μαθησόμενός τι παρ' αὐτοῦ, οὐδὲ ὡς διόρθωσίν τινα δεξόμενος, ἀλλὰ διὰ τοῦτο μόνον, ὥστε ἰδεῖν αὐτὸν καὶ τιμῆσαι τῇ παρουσίᾳ. Ἱστορῆσαι γὰρ, φησὶ, Πέτρον. Καὶ οὐκ εἶπεν, Ἰδεῖν Πέτρον, ἀλλ', Ἱστορῆσαι Πέτρον, ὅπερ οἱ τὰς μεγάλας πόλεις καὶ λαμπρὰς καταμανθάνοντες λέγουσιν. Οὕτω πολλῆς ἄξιον ἡγεῖτο σπουδῆς εἶναι καὶ τὸ μόνον ἰδεῖν τὸν ἄνδρα. Τοῦτο δὲ καὶ ἀπὸ τῶν πράξεων δῆλον. Ὅτε γὰρ ἦλθεν εἰς Ἱεροσόλυμα, πολλοὺς τῶν ἐθνῶν ἐπιστρέψας, καὶ τοσαῦτα ἐργασάμενος, ὅσα τῶν ἑτέρων οὐδεὶς, τὴν Παμφυλίαν, τὴν Λυκαονίαν, τὸ Κιλίκων ἔθνος, πάντας τοὺς κατὰ τὸ μέρος ἐκεῖνο τῆς οἰκουμένης διορθωσάμενος καὶ τῷ Χριστῷ προσαγαγὼν, πρῶτον μὲν εἰσέρχεται πρὸς Ἰάκωβον μετὰ πολλῆς τῆς ταπεινοφροσύνης ὡς πρὸς μείζονα καὶ τιμιώτερον. Ἔπειτα συμβουλεύοντος ἀνέχεται, καὶ συμβουλεύοντος ἐναντία τῶν νῦν. Ὁρᾷς γὰρ, φησὶν, ἀδελφὲ, 61.632 πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Ἀλλὰ ξύρησαι, καὶ ἁγνίσθητι. Καὶ ἐξυρήσατο, καὶ τὰ Ἰουδαϊκὰ πάντα ἐπετέλεσεν. Ἔνθα μὲν γὰρ οὐκ ἐβλάπτετο τὸ Εὐαγγέλιον, πάντων ταπεινότερος ἦν· ἔνθα δὲ ἐκ τῆς ταπεινοφροσύνης ἑώρα τινὰς ἀδικουμένους, οὐκέτι ἐκέχρητο τούτῳ τῷ πλεονεκτήματι· τοῦτο γὰρ οὐκ ἦν λοιπὸν ταπεινοφρονεῖν, ἀλλὰ λυμαίνεσθαι καὶ διαφθείρειν τοὺς μαθητευομένους. Καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Τὸ μὲν οὖν δι' αὐτὸν ἀποδημῆσαι, τιμῆς ἦν πολλῆς· τὸ δὲ καὶ τοσαύτας ἐπιμεῖναι ἡμέρας, φιλίας καὶ σφοδροτάτης ἀγάπης. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. Ὅρα πῶς πρὸς τὸν Πέτρον μείζονα τὴν φιλίαν ἔχει· καὶ γὰρ δι' αὐτὸν ἀπεδήμησε, καὶ πρὸς αὐτὸν ἔμεινε. Ταῦτα δὲ καὶ λέγω συνεχῶς, καὶ ἀξιῶ φυλάττειν, ἵν' ὅταν ἀκούσητε, ἃ κατὰ Πέτρου δοκεῖ εἰρηκέναι, μηδεὶς ὑποπτεύσῃ τὸν Ἀπόστολον. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς τοῦτο προδιορθούμενος ταῦτά φησιν, ἵνα ὅταν λέγῃ, ὅτι Ἀντέστην Πέτρῳ, μηδεὶς ἔχθρας καὶ φιλονεικίας ταῦτα εἶναι νομίσῃ τὰ ῥήματα· καὶ γὰρ τιμᾷ τὸν ἄνδρα καὶ φιλεῖ μᾶλλον πάντων. ∆ι' οὐδένα γὰρ τῶν ἀποστόλων ἀνεληλυθέναι φησὶν, ἀλλ' ἢ δι' αὐτὸν μόνον. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, φησὶν, εἰ μὴ Ἰάκωβον. Εἶδον, οὐκ ἐδιδάχθην, φησὶ, παρ' αὐτοῦ οὐδέν. Ἀλλ' ὅρα καὶ τοῦτον μεθ' ὅσης τιμῆς ὠνόμασεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἰάκωβον, ἀλλὰ καὶ τὸ σεμνολόγημα προσέθηκεν, Τὸν ἀδελφὸν τοῦ Κυρίου· οὕτω βασκανίας ἁπάσης ἀπηλλαγμένος ἦν. Εἰ γὰρ σημῆναι ὃν ἔλεγεν ἤθελεν, ἐνῆν καὶ ἐξ ἑτέρου γνωρίσματος τοῦτο ποιῆσαι δῆλον, καὶ εἰπεῖν τὸν τοῦ Κλωπᾶ, ὅπερ καὶ ὁ εὐαγγελιστὴς ἔλεγεν. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλ' ἐπειδὴ τὰ τῶν ἀποστόλων σεμνολογήματα ἴδια εἶναι ἐνόμιζεν, ὡς ἑαυτὸν ἐπαίρων, οὕτω σεμνύνει κἀκεῖνον. Οὐ γὰρ ἐκάλεσεν αὐτὸν οὕτως, ὡς εἶπον, ἀλλὰ πῶς; Τὸν ἀδελφὸν τοῦ Κυρίου. Καίτοι γε οὐδὲ κατὰ σάρκα ἀδελφὸς ἦν τοῦ Κυρίου, ἀλλ' οὕτως ἐνομίζετο· ἀλλ' ὅμως οὐδὲ οὕτως ἀπεστράφη τὸ