1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

38

τὸν οὐκ ἀδικήσαντα βλάψαι ἠθέλησεν ἂν, καὶ εἰκῆ λυπῆσαι καὶ μάτην. Ὑμεῖς δὲ οὐ μόνον οὐκ ἠδικήσατε, ἀλλὰ καὶ πολλὴν καὶ ἄφατον ἐπεδείξασθε εὔνοιαν· καὶ οὐχ οἷόν τε τὸν τοιαύτης ἀπολαύσαντα θεραπείας, ἐκ κακονοίας ταῦτα λέγειν. Οὐ τοίνυν δι' ἀπέχθειαν ταῦτα λέγω· λείπεται διὰ φιλοστοργίαν καὶ κηδεμονίαν. ∆έομαι ὑμῶν, οὐδέν με ἠδικήσατε. Οἴδατε δὲ, ὅτι δι' ἀσθένειαν τῆς σαρκός μου εὐηγγελισάμην ὑμῖν. Οὐδὲν προσηνέστερον τῆς ἁγίας ἐκείνης ψυχῆς, οὐδὲν γλυκύτερον καὶ φιλοστοργότερον. Οὐ τοίνυν οὐδὲ τὰ πρότερα ἀλόγου θυμοῦ, οὐδὲ πάθους ψυχῆς ἦν, ἀλλὰ κηδεμονίας πολλῆς. Καὶ τί λέγω, οὐκ ἠδικήσατε; πολλὴν μὲν οὖν καὶ γνησίαν σπουδὴν περὶ ἡμᾶς ἐπεδείξατε. Οἴδατε γὰρ, φησὶν, ὅτι δι' ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν, καὶ τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ διεπτύσατε. Τί ποτέ ἐστιν, ὃ λέγει; Ἠλαυνόμην, φησὶν, ἐμαστιγούμην, μυρίους θανάτους ὑπέμενον κηρύττων ὑμῖν, καὶ οὐδὲ οὕτω κατεφρονήσατέ μου. Τοῦτο γάρ ἐστι τὸ, Τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ διεπτύσατε. Εἶδες σύνεσιν πνευματικήν; Καὶ γὰρ ἐν τάξει ἀπολογίας πάλιν αὐτοὺς ἐντρέπει, δεικνὺς ὅσα ἔπαθε δι' αὐτούς. Ἀλλ' ὅμως οὐδὲν τοῦτο ὑμᾶς ἐσκανδάλισε, φησὶν, οὐδὲ διεπτύσατέ με διὰ τὰ πάθη καὶ τοὺς διωγμούς· ἀσθένειαν γὰρ καὶ πειρασμὸν ταῦτα καλεῖ. Ἀλλ' ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με. Πῶς οὖν οὐκ ἄτοπον διωκόμενον μὲν καὶ ἐλαυνόμενον, ὡς ἄγγελον Θεοῦ δέχεσθαι, παραινοῦντα δὲ τὰ δέοντα μὴ δέχεσθαι; Τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατε ἐμοί. Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; Ἐνταῦθα διαπορεῖ καὶ ἐκπλήττεται, καὶ παρ' αὐτῶν ζητεῖ τὴν αἰτίαν τῆς μεταβολῆς μαθεῖν. Τίς γὰρ ὑμᾶς ἐξηπάτησε, φησὶ, καὶ ἔπεισεν ἑτέρως διατεθῆναι πρὸς ἡμᾶς· οὐχ ὑμεῖς ἐστε οἱ περιέποντες καὶ θεραπεύοντες, καὶ τῶν ὀφθαλμῶν τιμιώτερον ἄγοντες; τί τοίνυν γέγονε; πόθεν ἡ ἔχθρα, πόθεν ἡ ὑποψία; ὅτι τἀληθῆ πρὸς ὑμᾶς εἶπον; ∆ιὰ τοῦτο μὲν οὖν μειζόνως ἐχρῆν τιμᾷν καὶ θεραπεύειν· νυνὶ δὲ ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν. Ἐγὼ γὰρ, φησὶν, οὐκ οἶδα ἄλλην αἰτίαν, ἢ τὰ ἀληθῆ λέγειν ὑμῖν.

Καὶ ὅρα μεθ' ὅσης ἀπολογεῖται ταπεινοφροσύνης. Οὐ γὰρ ἀφ' ὧν περὶ αὐτοὺς ἐπεδείξατο, ἀλλ' ἀφ' ὧν αὐτοὶ περὶ αὐτὸν, δείκνυσιν ἀδύνατον εἶναι ἐκ κακονοίας ταῦτα λέγεσθαι. Οὐδὲ γὰρ εἶπεν οὕτω· Καὶ πῶς ἐγχωρεῖ τὸν μαστιζόμενον, τὸν ἐλαυνόμενον, τὸν μυρία παθόντα δι' ὑμᾶς, νῦν ἐπιβουλεύειν ὑμῖν; ἀλλ' ἀφ' 61.660 ὧν εἶχον ἐναβρύνεσθαι ἐκεῖνοι, ἀπὸ τούτων συλλογίζεται λέγων· πῶς ἐγχωρεῖ τὸν τιμηθέντα παρ' ὑμῶν, τὸν ὡς ἄγγελον δεχθέντα τοῖς ἐναντίοις ἀμείψασθαι; Ζηλοῦσιν ὑμᾶς οὐκ ἀληθῶς, ἀλλ' ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. Ἔστι γὰρ καὶ ζῆλος ἀγαθὸς, ὅταν τις οὕτω ζηλοῖ, ὥστε μιμήσασθαι τὴν ἀρετήν· ἔστι καὶ ζῆλος πονηρὸς, ὥστε ἐκβάλλειν τῆς ἀρετῆς τὸν κατορθοῦντα· ὃ δὴ καὶ αὐτοὶ νῦν ἐπιχειροῦσι, τῆς μὲν τελείας γνώσεως ἐκβάλλειν θέλοντες, εἰς δὲ τὴν ἠκρωτηριασμένην καὶ νόθον ἀγαγεῖν, δι' οὐδὲν ἕτερον, ἀλλ' ἵνα αὐτοὶ μὲν ἐν τάξει κάθωνται διδασκάλων, ὑμᾶς δὲ τοὺς νῦν ὑψηλοτέρους αὐτῶν ὄντας ἐν τάξει καταστήσωσι μαθητῶν. Τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Ἵνα αὐτοὺς ζηλοῦτε. Ἐγὼ δὲ τοὐναντίον βούλομαι, φησὶν, ὑμᾶς αὐτῶν καλλίονας, καὶ ὑπόδειγμα γίνεσθαι τῶν τελειοτέρων. Ὃ δὴ καὶ ἐγένετο, ὅτε πρὸς ὑμᾶς ἤμην· διὸ καὶ ἐπάγει λέγων· Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. Ἐνταῦθα γὰρ αἰνίττεται, ὅτι ἡ ἀπουσία αὐτοῦ ταῦτα εἰργάσατο, καὶ ὅτι τὸ μὲν μακάριον τοῦτό ἐστι, μὴ παρόντος τοῦ διδασκάλου μόνον, τοὺς μαθητὰς τὴν δέουσαν ἔχειν γνώμην, ἀλλὰ καὶ ἀπόντος· ἐπειδὴ δὲ ἐκεῖνοι οὐδέπω ἦσαν πρὸς τοῦτο τελειότητος ἀφιγμένοι, πάντα ποιεῖται, ὥστε εἰς τοῦτο αὐτοὺς