1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

42

καὶ αὕτη, ὅτε ἦλθε τὸ πλήρωμα, τίκτει. Τοῦτο γὰρ καὶ προφῆται προανεφώνουν λέγοντες, Εὐφράνθητι, στεῖρα ἡ οὐ

τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα· τὴν Ἐκκλησίαν οὕτω καλοῦντες. Οὐ γὰρ ἦν ἐπεγνωκυῖα τὸν Θεόν· ἀλλ' ὅμως ἐπιγνοῦσα, τὴν πολύπαιδα ἐνίκησε συναγωγήν. Ἄρα, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. Ταῦτα πάντα κινεῖ καὶ στρέφει, δεῖξαι βουλόμενος, ὅτι τὸ γενόμενον οὐ πρόσφατον ἦν, ἀλλ' ἄνωθεν καὶ πρὸ πολλῶν διετυποῦτο χρόνων. Πῶς οὖν οὐκ ἄτοπον πρὸ τοσούτων χρόνων ἀφορισθέντας καὶ ἐλευθερίας τυχόντας, ἑκόντας ἑαυτοὺς εἰς τὸν τῆς δουλείας ὑπάγειν ζυγόν; Εἶτα καὶ ἄλλην αἰτίαν τίθησι τὴν πείθουσαν αὐτοὺς ἐπὶ τῶν δογμάτων μένειν.

61.663 ΚΕΦΑΛΑΙΟΝ Εʹ. Τῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑμᾶς ἐξ ηγόρασε, στήκετε.

αʹ. Μὴ γὰρ ἑαυτοὺς ἠλευθερώσατε, ὅτι πάλιν ἐπὶ προτέραν τρέχετε δεσποτείαν; ἀλλ' αὐτός ἐστιν ὁ ὑμᾶς ἐξηγορακὼς, ἄλλος ὁ τὴν τιμὴν δοὺς ὑπὲρ ὑμῶν; Ὁρᾷς δι' ὅσων αὐτοὺς ἀπάγει τῆς Ἰουδαϊκῆς πλάνης; Πρῶτον δεικνὺς, ὅτι ἐσχάτης ἀνοίας ἐλευθέρους ἀντὶ δούλων γενομένους δούλους ἀντ' ἐλευθέρων ἐπιθυμεῖν εἶναι· δεύτερον, ὅτι περὶ τὸν εὐεργέτην ἀγνώμονες καὶ ἀχάριστοι δειχθήσονται, τοῦ μὲν ἐλευθερώσαντος καταφρονοῦντες, τὸν δὲ δουλωσάμενον στέργοντες· τρίτον, ὅτι οὐ δυνατὸν τοῦτο. Οὐ γὰρ ἔχει τὴν δεσποτείαν ὁ νόμος, ἅπαξ ἑτέρου παρ' αὐτοῦ πάντας ἡμᾶς πριαμένου. Στήκετε δὲ 61.664 εἰπὼν, τὸν σάλον ἔδειξε. Καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. Τῷ μὲν τοῦ ζυγοῦ ὀνόματι τὸ βαρὺ τοῦ πράγματος αὐτοῖς ἐνδείκνυται· τῷ δὲ, Πάλιν, εἰπεῖν, πολλὴν αὐτῶν δείκνυσι τὴν ἀναισθησίαν. Εἰ μὲν γὰρ ἄπειροι ἦτε τοῦ βάρους ἐκείνου, οὐ τοσούτων ἦτε ἐγκλημάτων ἄξιοι· οἱ δὲ τῇ πείρᾳ μαθόντες τὸ φορτικὸν τοῦ ζυγοῦ, εἶτα ὑποτιθέντες ἑαυτοὺς ἐκείνῳ πάλιν, ποίας ἂν εἴητε δίκαιοι τυχεῖν συγγνώμης; Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ὅρα πόση ἀπειλή. Εἰκότως ἄρα καὶ ἀγγέλους ἀνεθεμάτιζε.

Πῶς δὲ Χριστὸς αὐτοὺς οὐδὲν ὠφελήσει; Αὐτὸς μὲν γὰρ τοῦτο οὐ κατεσκεύασεν, ἀλλ' ἀπεφήνατο, ὡς τῆς τοῦ προσώπου ἀξιοπιστίας ἀρκούσης ἀντὶ πάσης ἀποδείξεως λοιπὸν (διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅπερ ἦν θαῤῥοῦντος οἷς λέγει)· ἡμεῖς δὲ ὡς ἂν 61.665 οἷόν τε τὰ παρ' ἑαυτῶν προσθήσομεν. Πῶς οὐδὲν ὠφελήσει τὸν περιτεμνόμενον ὁ Χριστός; Ὁ περιτεμνόμενος, ὡς νόμον δεδοικὼς περιτέμνεται· ὁ δὲ δεδοικὼς, ἀπιστεῖ τῇ δυνάμει τῆς χάριτος, ὁ δὲ ἀπιστῶν, οὐδὲν κερδαίνει παρὰ τῆς ἀπιστουμένης. Πάλιν ἑτέρως, ὁ περιτεμνόμενος τὸν νόμον κύριον ποιεῖ· κύριον δὲ εἶναι νομίζων, καὶ ἐκ τοῦ μείζονος αὐτὸν παραβαίνων μέρους, ἐκ δὲ τοῦ ἐλάττονος τηρῶν, πάλιν ὑπὸ τὴν ἀρὰν ἑαυτὸν τίθησιν· ὑποβάλλων δὲ ἑαυτὸν τῇ ἀρᾷ, καὶ διακρουσάμενος τὴν ἀπὸ τῆς πίστεως ἐλευθερίαν, πῶς δύναται σωθῆναι; Εἰ γὰρ χρή τι καὶ παράδοξον εἰπεῖν, οὗτος οὔτε τῷ Χριστῷ, οὔτε τῷ νόμῳ πιστεύει, ἀλλ' ἐν μέσῳ ἕστηκε, κἀκεῖθεν καὶ ἔνθεν βουλόμενος κερδαίνειν· διόπερ οὐδαμόθεν οὐδὲν καρπώσεται. Εἶτα εἰπὼν, ὅτι Οὐδὲν ὠφελήσει, αἰνιγματωδῶς καὶ διὰ βραχέων τὴν ἀπόδειξιν τίθησιν, οὕτω λέγων· Μαρτύρομαι δὲ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Ἵνα γὰρ μὴ νομίσῃς κατ' ἔχθραν ταῦτα λέγεσθαι, οὐχ ὑμῖν λέγω μόνον, φησὶν, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι· ἀλλήλων γὰρ ἔχεται τὰ νόμιμα. Καὶ