1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

5

ἐξεπολέμωσαν, παρακαλεῖ τὸν Θεὸν πρὸς τὴν αὐτὴν αὐτοὺς ἐπαναγαγεῖν εἰρήνην. Θεοῦ Πατρός. Κἀντεῦθεν πάλιν ῥᾳδίως ἁλίσκονται οἱ αἱρετικοί. Ἐπειδὴ γάρ φασι τὸν Ἰωάννην ἐν προοιμίῳ τῶν Εὐαγγελίων λέγοντα, Καὶ Θεὸς ἦν ὁ Λόγος, διὰ τοῦτο χωρὶς ἄρθρου τεθεικέναι τοῦτο, ὡς ἐλάττονα εἰσάγοντα τὴν θεότητα τοῦ Υἱοῦ, καὶ πάλιν τὸν Παῦλον ἐν μορφῇ Θεοῦ ὑπάρχειν τὸν Υἱὸν λέγοντα, οὐ περὶ τοῦ Πατρὸς εἰρηκέναι, διὰ τὸ χωρὶς ἄρθρου καὶ αὐτὸ κεῖσθαι· τί ἂν εἴποιεν ἐνταῦθα, τοῦ Παύλου λέγοντος, οὐκ, Ἀπὸ τοῦ Θεοῦ, Ἀλλ', Ἀπὸ Θεοῦ Πατρός; Πατέρα δὲ ἐνταῦθα τὸν Θεὸν καλεῖ, οὐ κολακεύων αὐτοὺς, ἀλλὰ καὶ σφόδρα καθαπτόμενος, καὶ ὑπομιμνήσκων τὴν αἰτίαν δι' ἧς ἐγένοντο υἱοί. Οὐ γὰρ διὰ νόμου, ἀλλὰ διὰ λουτροῦ παλιγγενεσίας ταύτης ἠξιώθησαν τῆς τιμῆς. ∆ιὰ τοῦτο πανταχοῦ καὶ ἐν προοιμίοις κατασπείρει τὰ ἴχνη τῆς εὐεργεσίας τοῦ Θεοῦ, μονονουχὶ λέγων· Οἱ δοῦλοι, καὶ οἱ ἐχθροὶ, καὶ οἱ ἠλλοτριωμένοι, πόθεν ἐξαίφνης Πατέρα καλεῖτε τὸν Θεόν; μὴ ὁ νόμος ὑμῖν ταύτην ἐχαρίσατο τὴν συγγένειαν; τί τοίνυν καταλιπόντες τὸν εἰς ταύτην ὑμᾶς τὴν ἐγγύτητα ἀγαγόντα, προστρέχετε πάλιν τῷ παιδαγωγῷ; Οὐκ ἐπὶ τοῦ Πατρὸς δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Υἱοῦ ἱκανὰ τὰ ὀνόματα, αὐτοῖς ταῦτα τὴν εὐεργεσίαν ἐνδείξασθαι. Τὸ γὰρ Κυρίου Ἰησοῦ Χριστοῦ ὄνομα μετὰ ἀκριβείας ἐξεταζόμενον τὴν εὐεργεσίαν πᾶσαν ἐνδείκνυται. Καὶ γὰρ Ἰησοῦς διὰ τοῦτο κληθήσεται, φησὶν, Ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· καὶ ἡ τοῦ Χριστοῦ δὲ προσηγορία τῆς τοῦ Πνεύματος ἀνέμνησε χρίσεως. Τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.

δʹ. Ὁρᾷς ὅτι οὐ δουλικὴν ὑπέμεινε διακονίαν οὐδὲ ἠναγκασμένην, οὐδὲ ἐξεδόθη

παρά τινος, ἀλλ' ἑαυτὸν ἔδωκεν, ὥστε, ὅταν ἀκούσῃς Ἰωάννου λέγοντος, ὅτι τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν ὑπὲρ ἡμῶν ὁ Πατὴρ, μὴ ἐλαττώσῃς τὴν ἀξίαν τοῦ Μονογενοῦς διὰ τοῦτο, μηδὲ ἀνθρώπινόν τι ὑποπτεύσῃς. Κἂν γὰρ ὁ Πατὴρ λέγηται δεδωκέναι, οὐχ ἵνα δουλικὴν διακονίαν ἐννοήσῃς, τοῦτο λέγεται, ἀλλ' ἵνα μάθῃς, ὅτι καὶ τῷ Πατρὶ τοῦτο δοκοῦν ἦν, ὅπερ οὖν καὶ ἐνταῦθα ὁ Παῦλος ἐδήλωσεν εἰπών· Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν· οὐ κατ' ἐπιταγὴν, ἀλλὰ Κατὰ τὸ θέλημα.

Ἐπειδὴ γὰρ ἓν θέλημα Πατρὸς καὶ Υἱοῦ, ἅπερ ὁ Υἱὸς ἐβούλετο, ταῦτα καὶ ὁ Πατὴρ ἤθελεν. Ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Μυρίοις, φησὶν, ἑαυτοὺς περιεπείραμεν κακοῖς, καὶ τῆς ἐσχάτης ἦμεν ὑπεύθυνοι κολάσεως. Καὶ ὁ μὲν νόμος οὐ μόνον οὐκ ἀπήλλαξεν, ἀλλὰ καὶ κατεδίκασε, τὸ μὲν ἁμάρτημα φανερώτερον καθιστὰς, ἐλευθερῶσαι δὲ οὐκ ἰσχύων, οὐδὲ παῦσαι τοῦ Θεοῦ τὴν ὀργήν· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ καὶ τὸ ἀδύνατον τοῦτο δυνατὸν ἐποίησε, τάς τε ἁμαρτίας λύσας, καὶ τοὺς ἐχθροὺς ἐν τάξει φίλων καταστήσας, καὶ μυρία ἕτερα χαρισάμενος ἀγαθά. Εἶτά φησιν· Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ. Πάλιν ἕτεροι ταύτης τῆς λέξεως ἐπιλαμβάνονται αἱρετικοὶ, τὸν παρόντα βίον διαβάλλοντες, καὶ 61.618 τὴν Παύλου μαρτυρίαν παράγοντες. Ἰδοὺ γὰρ, φασὶ, τὸν ἐνεστῶτα αἰῶνα πονηρὸν εἴρηκε. Καὶ τί ποτέ ἐστιν αἰὼν, εἰπέ μοι; Χρόνος ἐν ἡμέραις καὶ ὥραις. Τί οὖν; τὸ διάστημα τῶν ἡμερῶν πονηρὸν, καὶ ὁ τοῦ ἡλίου δρόμος; Ἀλλ' οὐδεὶς ἂν εἴποι τοῦτό ποτε, κἂν εἰς ἐσχάτην ἀλογίαν κατενεχθείη. Ἀλλ' οὐ τὸν χρόνον εἶπε, φησὶν, ἀλλὰ τὴν παροῦσαν ζωὴν πονηρὰν ἐκάλεσε. Καὶ μὴν τὰ ῥήματα οὐ τοῦτό φησιν, ἀλλ' οὐχ ἵσταται ἐπὶ τῶν ῥημάτων, ἀφ' ὧν τὴν κατηγορίαν ἔπλεξας, ἀλλὰ σαυτῷ τέμνεις ἑρμηνείας ὁδόν. Οὐκοῦν καὶ ἡμῖν συγχωρήσεις ἑρμηνεῦσαι τὰ εἰρημένα, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ εὐσεβῆ τὰ ἡμέτερα, καὶ λόγον ἔχοντα. Τί οὖν ἂν εἴποιμεν; Ὅτι οὐδὲν τῶν κακῶν γένοιτ' ἂν αἴτιόν ποτε τῶν καλῶν, τῶν δὲ μυρίων στεφάνων καὶ τοσούτων μισθῶν ὁ παρὼν βίος αἴτιός