1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

24

βούλεται, ὅπερ ἔφθην εἰπὼν, ἐκκαλύψαι τὴν γνώμην, ἵνα ἐκεῖνοι κατορθωθῶσιν. Ἐπειδὴ γὰρ σφοδρῶς ἀντείχοντο τοῦ νόμου, διὰ τοῦτο καὶ ὑπόκρισιν καλεῖ τὸ γινόμενον, καὶ σφόδρα ἐπιπλήττει, ὥστε πρόῤῥιζον αὐτῶν ἀνελεῖν τὴν πρόληψιν. Καὶ ἀκούων ταῦτα Πέτρος συνυποκρίνεται, ὡς ἁμαρτάνων, ἵνα ἐν τῇ πρὸς αὐτὸν ἐπιτιμήσει διορθωθῶσιν. Εἰ μὲν γὰρ τοῖς ἐξ Ἰουδαίων ὁ Παῦλος ἐπέπληξεν, ἠγανάκτησαν καὶ διέπτυσαν· οὐ γὰρ πολλὴν περὶ αὐτοῦ δόξαν εἶχον· νυνὶ δὲ τὸν διδάσκαλον ὁρῶντες ἐπιτιμώμενον καὶ σιγῶντα, οὔτε καταφρονῆσαι, οὔτε ἀντειπεῖν τοῖς λεγομέ 61.642 νοις εἶχον. Ἀλλ' ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου. Μηδὲ αὕτη ὑμᾶς θορυβείτω ἡ λέξις· οὐ γὰρ Πέτρου καταγινώσκων ταῦτα λέγει, ἀλλ' οὕτω χαρακτηρίζει τὴν λέξιν, ὡς συμφέρον ἦν ἀκοῦσαι τοὺς διὰ τῆς ἐπιτιμήσεως Πέτρου μέλλοντας βελτίους γίνεσθαι. Εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων. Εἶδες πῶς τοὺς ἄλλους διορθοῦται; ∆ιὰ γὰρ τοῦτο Ἔμπροσθεν, ἵνα καὶ ἀκούσαντες φοβηθῶσι. Τί εἶπες, εἰπέ. Εἰ σὺ, Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς, καὶ οὐκ ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; Καίτοι οὐ τὰ ἔθνη αὐτῷ συναπήχθη, ἀλλ' Ἰουδαῖοι· τί οὖν ἐγκαλεῖς ὃ μὴ γέγονε; τί δὲ μὴ τρέπεις τὸν λόγον ἐπὶ τοὺς ὑποκρινομένους τοὺς ἐξ Ἰουδαίων, ἀλλ' ἐπὶ τὰ ἔθνη; διὰ τί δὲ καὶ Πέτρῳ μόνον ἐγκαλεῖς, εἰ καὶ οἱ λοιποὶ αὐτῷ συνυπεκρίθησαν; Ἴδωμεν δὲ καὶ τί ἐγκαλεῖ. Εἰ σὺ, Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς, καὶ οὐκ ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν;

Καὶ μὴν αὐτὸς ὑπεστέλλετο μόνος· τί οὖν ἐστιν ὃ κατασκευάσαι βούλεται; Ἀνύποπτον ποιῆσαι τὴν ἐπιτίμησιν. Εἰ μὲν γὰρ εἶπε, κακῶς ποιεῖς τὸν νόμον τηρῶν, ἐπετίμησαν ἂν οἱ ἐξ Ἰουδαίων αὐτῷ, ὡς θρασυνομένῳ κατὰ τοῦ διδασκάλου· νυνὶ δὲ ὑπὲρ τῶν οἰκείων ἐγκαλῶν αὐτῷ μαθητῶν, τῶν ἐξ ἐθνῶν λέγω, εὐπαράδεκτον ποιεῖ ταύτῃ τὸν λόγον· καὶ οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ πάντων ἀποστήσας τὴν ἐπιτίμησιν, τῷ ἀποστόλῳ περιστῆσαι πᾶσαν αὐτήν. Εἰ γὰρ σὺ, φησὶν, Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇς, καὶ οὐκ ἰουδαϊκῶς· μονονουχὶ διαῤῥήδην λέγων, ὅτι Μιμήσασθε τὸν διδάσκαλον, ὅτι καὶ αὐτὸς Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇ. Ἀλλ' οὕτω μὲν οὐ λέγει· οὐ γὰρ ἂν ἐδέξαντο τὴν παραίνεσιν· προσχήματι δὲ ἐπιτιμήσεως τῆς ὑπὲρ τῶν ἐθνῶν ἐκκαλύπτει τοῦ Πέτρου τὴν γνώμην. Πάλιν εἰ εἶπε, ∆ιὰ τί τοὺς ἐξ Ἰουδαίων ἀναγκάζεις ἰουδαΐζειν; σφοδρότερος ὁ λόγος ἂν ἐγένετο· νῦν δὲ οὐχ ὡς τῶν Ἰουδαίων μαθητῶν ἀντεχόμενος, ἀλλὰ τῶν ἐξ ἐθνῶν, οὕτω διορθοῦται ἐκείνους. Καὶ γὰρ αἱ ἐπιπλήξεις, ὅταν μὴ σφόδρα φορτικαὶ ὦσι, τότε μάλιστα δύνανται εὐπαράδεκτοι γενέσθαι. Οὐδὲ γὰρ τῶν ἐξ ἐθνῶν τις ἠδύνατο ἐγκαλέσαι τῷ Παύλῳ, ὑπὲρ τῶν Ἰουδαίων ποιουμένῳ τὸν λόγον. Τοῦτο ὅλον κατώρθωσε σιγήσας καὶ καταδεξάμενος ὑποκρίσεως δόξαν ὁ Πέτρος, ἵνα ἀληθοῦς ὑποκρίσεως ἀπαλλάξῃ τοὺς Ἰουδαίους. Τὸ μὲν οὖν πρῶτον, εἰς τὸ Πέτρου πρόσωπον περιέστησε τὸν λόγον εἰπὼν, Εἰ σὺ Ἰουδαῖος ὑπάρχων· προϊὼν δὲ κοινοποιεῖ τὸ λεγόμενον, καὶ ἑαυτὸν προσπαραλαβὼν, καὶ οὕτω λέγων· Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Καὶ τὰ μὲν λεγόμενα παραίνεσις ἦν, σχῆμα δὲ ἐπιπλήξεως αὐτῇ περίκειται διὰ τοὺς ἐξ Ἰουδαίων.

ʹ. Ποιεῖ δὲ τοῦτο καὶ ἀλλαχοῦ· δοκῶν γὰρ ἕτερον λέγειν, ἄλλο κατασκευάζει· ὡς ὅταν Ῥωμαίοις ἐπιστέλλων λέγῃ· Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῶν τοῖς ἁγίοις. Οὐ γὰρ τοῦτο ἐβούλετο εἰπεῖν, καὶ διδάξαι αὐτοὺς ἁπλῶς, τίνος ἕνεκεν εἰς Ἱεροσόλυμα ἐπορεύετο, ἀλλ' εἰς ζῆλον ἀγαγεῖν ἐλεημοσύ 61.643 νης. Εἰ μὲν γὰρ τὴν αἰτίαν ἠθέλησεν εἰπεῖν, ἤρκει τοῦτο εἰπεῖν, ὅτι πορεύομαι διακονῶν τοῖς ἁγίοις· νυνὶ δὲ ὅρα πόσα συνάπτει. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι