1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

8

καλοῦντος ἀποπηδῶν, ἐννόησον ὅσης ἂν εἴη τιμωρίας ὑπεύθυνος. Ὅταν δὲ εἴπῃ, Θαυμάζω, οὐ μόνον ἐντρέπων αὐτοὺς λέγει, ὅτι μετὰ τοσαύτην δωρεὰν, μετὰ τοσαύτην ἁμαρτημάτων συγχώρησιν καὶ φιλανθρωπίας ὑπερβολὴν, εἰς ζυγὸν δουλείας ηὐτομόλησαν· ὁμοῦ δὲ καὶ δεικνὺς, οἵαν 61.621 ἔχει περὶ αὐτῶν ὑπόνοιαν, ὅτι μεγάλην τινὰ καὶ ἐσπουδασμένην.

Οὐδὲ γὰρ ἂν, εἰ τῶν τυχόντων ἐνόμιζεν αὐτοὺς εἶναι καὶ εὐεξαπατήτων, ἐθαύμασεν ἂν ἐπὶ τῷ γενομένῳ, ἀλλ' ἐπειδὴ τῶν γνησίων, φησὶ, καὶ πολλὰ πεπονηκότων ὑμεῖς, διὰ τοῦτο θαυμάζω· ὅπερ ἱκανὸν ἦν αὐτοὺς ἀνακτήσασθαι, καὶ πρὸς τὰ πρότερα ἐπαναγαγεῖν. Ὃ καὶ ἐν μέσῃ τῇ Ἐπιστολῇ δηλῶν ἔλεγε· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Μετατίθεσθε. Οὐκ εἶπε, μετέθεσθε, ἀλλὰ, Μετατίθεσθε, τουτέστιν, Οὐδέπω πιστεύω, οὐδὲ ἡγοῦμαι ἀπηρτισμένην εἶναι τὴν ἀπάτην· ὃ καὶ αὐτὸ πάλιν ἐστὶν ἀνακτωμένου. Τοῦτο οὖν σαφέστερον προειπὼν, λέγει, Ἐγὼ πέποιθα εἰς ὑμᾶς, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ. Ἡ μὲν κλῆσίς ἐστι τοῦ Πατρὸς, τῆς δὲ κλήσεως ἡ αἰτία, τοῦ Υἱοῦ· αὐτὸς γάρ ἐστιν ὁ καταλλάξας καὶ δωρεὰν δούς· οὐ γὰρ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἐσώθημεν. Μᾶλλον δὲ καὶ ταῦτα ἐκείνου, καὶ ἐκεῖνα τούτου· Τὰ γὰρ ἐμὰ σὰ, φησὶ, καὶ τὰ σὰ ἐμά. Καὶ οὐκ εἶπεν, Ἀπὸ τοῦ εὐαγγελίου μετατίθεσθε, ἀλλ', Ἀπὸ τοῦ καλέσαντος ὑμᾶς Θεοῦ. Ὃ γὰρ ἦν φρικωδέστερον, καὶ μᾶλλον ἱκανὸν αὐτοὺς καταπλῆξαι, τοῦτο τέθεικεν. Οἱ γὰρ ἀπατᾷν αὐτοὺς βουλόμενοι, οὐκ ἀθρόως τοῦτο ἐποίουν, ἀλλ' ἠρέμα αὐτοὺς τῶν πραγμάτων μεθιστῶντες, τῶν ὀνομάτων οὐ μεθίστων. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου πλάνη, μὴ γυμνὰ προτιθέναι τὰ θήρατρα. Εἰ μὲν γὰρ εἶπον, Ἀπόστητε ἀπὸ τοῦ Χριστοῦ, ὡς πλάνους ἂν καὶ λυμεῶνας ἐφυλάξαντο· νῦν δὲ ἀφέντες αὐτοὺς ἐν τῇ πίστει τέως, καὶ τῇ πλάνῃ εὐαγγελίου ἐπιτιθέντες ὄνομα, μετὰ πολλῆς τῆς ἀδείας διώρυττον τὴν οἰκοδομὴν, τῶν εἰρημένων, καθάπερ τινῶν παραπετασμάτων, διὰ τῶν ὀνομάτων τούτων κρυπτόντων τοὺς τοιχωρύχους. ςʹ. Ἐπεὶ οὖν εὐαγγέλιον ἐκάλουν τὴν ἑαυτῶν ἀπάτην, καλῶς αὐτὸς καὶ πρὸς τὸ ὄνομα μάχεται, καὶ παῤῥησιάζεται, λέγων· Εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο. Καλῶς· οὐ γάρ ἐστιν ἄλλο. Ἀλλ' ὅμως ὅπερ πάσχουσιν οἱ νοσοῦντες ἐκ τῶν ὑγιεινῶν βλαπτόμενοι σιτίων, τοῦτο καὶ Μαρκίωνες ἐνταῦθα ἔπαθον. Ἐπελάβετο γὰρ τῶν εἰρημένων εἰπὼν, ὅτι Ἰδοὺ καὶ Παῦλος εἶπεν, Οὐκ ἔστιν ἕτερον εὐαγγέλιον. Οὐδὲ γὰρ παραδέχονται τοὺς εὐαγγελιστὰς ἅπαντας, ἀλλ' ἕνα μόνον, καὶ αὐτὸν περικόψαντες καὶ συγχέαντες, ὡς ἐβούλοντο. Τί οὖν, ὅταν αὐτὸς λέγῃ, Κατὰ τὸ Εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ; Ἔστι μὲν οὖν πολλοῦ γέλωτος τὰ εἰρημένα παρ' αὐτῶν· πλὴν κἂν καταγέλαστα ᾖ, ἀναγκαῖον διελέγχειν αὐτὰ διὰ τοὺς εὐκόλως ἀπατωμένους. Τί οὖν ἐροῦμεν; Ὅτι κἂν μυρίοι γράφωσιν Εὐαγγέλια, τὰ δὲ αὐτὰ γράφωσιν, ἕν ἐστι τὰ πολλὰ, καὶ οὐδὲν ἀπὸ τοῦ τῶν γραφόντων πλήθους εἰς τὸ ἓν εἶναι παραβλαβήσεται· ὥσπερ οὖν κἂν εἷς ᾖ πάλιν ὁ γράφων, καὶ ἐναντία λέγῃ, οὐκ ἔστιν ἓν τὰ γραφόμενα. 61.622 Τὸ γὰρ ἓν καὶ οὐχ ἓν, οὐ τῷ τῶν γραφόντων ἀριθμῷ, ἀλλὰ τῇ ταυτότητι καὶ ἑτερότητι τῶν λεγομένων κρίνεται. Ὅθεν δῆλον, ὅτι καὶ τὰ τεσσάρων Εὐαγγέλια ἕν ἐστιν Εὐαγγέλιον. Ὅταν γὰρ οἱ τέσσαρες τὰ αὐτὰ λέγωσιν, οὐκ ἔστιν ἄλλο καὶ ἄλλο διὰ τὴν τῶν προσώπων διαφορὰν, ἀλλ' ἓν διὰ τὴν τῶν εἰρημένων συμφωνίαν. Οὐδὲ γὰρ ὁ Παῦλος περὶ ἀριθμοῦ λέγει νῦν, ἀλλὰ περὶ διαφωνίας τῶν εἰρημένων. Εἰ μὲν οὖν ἄλλο τὸ Ματθαίου, καὶ τὸ Λουκᾶ ἕτερον κατὰ τὴν δύναμιν τῶν ἐγγεγραμμένων καὶ τὴν τῶν δογμάτων ἀκρίβειαν, καλῶς ἐπιλαμβάνονται τοῦ λόγου· εἰ δὲ ἓν καὶ τὸ αὐτὸ, παυσάσθωσαν ἀνοηταίνοντες, καὶ ταῦτα προσποιούμενοι ἀγνοεῖν, ἃ καὶ τοῖς ἄγαν