1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

37

πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἀποτεινόμενός φησιν, ὅτι καὶ εἰδωλολατρεία τὸ τοιοῦτόν ἐστιν, ἡ τῆς τῶν ἡμερῶν παρατηρήσεως φυλακὴ, καὶ ὅτι μείζονα φέρει τὴν κόλασιν νῦν.

∆ιὸ καὶ θεοὺς οὐ φύσει τὰ στοιχεῖα ἐκάλεσε, ταῦτα αὐτὰ κατασκευάσαι βουλόμενος, καὶ εἰς μείζονα ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. Ὃ δὲ λέγει, 61.658 τοιοῦτόν ἐστιν, ὅτι Τότε μὲν ἐσκοτισμένοι καὶ ἐν τῇ πλάνῃ διάγοντες χαμαὶ ἐσύρεσθε· νῦν δὲ, ὅτε ἔγνωτε τὸν Θεὸν, μᾶλλον δὲ ἐγνώσθητε παρ' αὐτοῦ, πῶς οὐ μείζονα καὶ χαλεπωτέραν ἐπισπάσεσθε κόλασιν, μετὰ τοσαύτην ἐπιμέλειαν τὰ αὐτὰ νοσοῦντες πάλιν; Οὐδὲ γὰρ ὑμεῖς κάμνοντες εὕρετε τὸν Θεὸν, ἀλλ' ὑμεῖς μὲν ἐν τῇ πλάνῃ διετρίβετε, αὐτὸς δὲ ὑμᾶς ἐπεσπάσατο. Ἀσθενῆ δὲ στοιχεῖα καλεῖ καὶ πτωχὰ, τῷ μηδεμίαν δύναμιν ἔχειν εἰς τὰ προκείμενα ἀγαθά. Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. Ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον περιτομὴν αὐτοῖς ἐκήρυττον ἐκεῖνοι, ἀλλὰ καὶ τὰς ἑορτὰς καὶ τὰς νουμηνίας. Φοβοῦμαι ὑμᾶς, μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Εἶδες σπλάγχνα ἀποστολικά; ἐκεῖνοι ἐσαλεύοντο, καὶ οὗτος τρέμει καὶ δέδοικε. ∆ιὸ καὶ σφόδρα ἐντρεπτικῶς αὐτὸ τέθεικεν εἰπών· Κεκοπίακα εἰς ὑμᾶς· ὡς ἂν εἰ ἔλεγε· Μὴ κενώσητέ μου τοὺς τοιούτους ἱδρῶτας. Εἰπὼν δὲ, Φοβοῦμαι, καὶ τὸ, Μή πως, προσθεὶς, καὶ εἰς ἀγῶνα αὐτοὺς ἐνέβαλε, καὶ εἰς ἐλπίδας ἤγαγε χρηστάς. Οὐ γὰρ εἶπεν, Εἰκῆ ἐκοπίασα, ἀλλὰ, Μή πως. Οὐδέπω, φησὶ, τοῦτο ἐξέβη τὸ ναυάγιον, ἀλλ' ἔτι τὸν χειμῶνα τοῦτο ὠδίνοντα βλέπω. ∆ιὰ τοῦτο δέδοικα, οὐ μὴν ἀπέγνωκα· κύριοι γὰρ ὑμεῖς τὸ πᾶν διορθῶσαι, καὶ εἰς τὴν προτέραν ἐπανελθεῖν γαλήνην. Εἶτα, ὥσπερ χειμαζομένοις χεῖρα ὀρέγων, ἑαυτὸν εἰς μέσον ἄγει, λέγων· Γίνεσθε ὡς ἐγὼ, ὅτι κἀγὼ ὡς ὑμεῖς. Ταῦτα πρὸς τοὺς ἐξ Ἰουδαίων. ∆ιὸ καὶ ἑαυτὸν εἰς μέσον ἄγει, πείθων κἀντεῦθεν αὐτοὺς ἀποστῆναι τῶν παλαιῶν. Εἰ γὰρ καὶ μηδένα ἕτερον εἴχετε εἰς ὑπόδειγμα, ἤρκει εἰς ἐμὲ μόνον ἰδεῖν ταύτης ἕνεκεν τῆς μεταβολῆς, καὶ θαῤῥῆσαι ῥαδίως. ∆ιαβλέψατε τοίνυν· καὶ γὰρ ταῦτα κἀγὼ ἔπασχον πάλαι, καὶ σφόδρα καὶ περιεκαιόμην τοῦ νόμου, ἀλλ' ὅμως ὕστερον οὐκ ἐφοβήθην ἀφεῖναι τὸν νόμον, οὐδὲ μεταστῆναι τῆς πολιτείας ἐκείνης. Καὶ ταῦτα ὑμεῖς ἴστε σαφῶς, πῶς μεθ' ὑπερβολῆς πολλῆς ἀντειχόμην τοῦ Ἰουδαϊσμοῦ, καὶ πῶς μετὰ μείζονος αὐτὸν σφοδρότητος εἴασα μετὰ ταῦτα. Καὶ καλῶς αὐτὸ τέθεικεν ὕστερον. Οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων, κἂν μυρίους εὕρωσι λογισμοὺς, καὶ δικαίους, ἀπὸ τοῦ ὁμογενοῦς μᾶλλον ἐφέλκονται, καὶ ὅταν ἴδωσι τὰ αὐτὰ πράττοντα, μᾶλλον ἔχονται τῶν αὐτῶν. Ἀδελφοὶ, δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε. Ὅρα πῶς πάλιν τῷ τῆς τιμῆς ὀνόματι προσαγορεύει· τὸ δ' αὐτὸ καὶ τῆς χάριτος ὑπόμνησις ἦν. Ἐπειδὴ γὰρ σφόδρα καθήψατο αὐτῶν, καὶ πανταχόθεν συνέκρινε τὰ πράγματα, καὶ ἔδειξε παρανομοῦντας καὶ πολλαχόθεν αὐτοὺς ἔβαλε, πάλιν ἀνίησι καὶ θεραπεύει, προσηνεστέροις κεχρημένος λόγοις. Ὥσπερ γὰρ τὸ διαπαντὸς θεραπεύειν, ἐκλύει, οὕτω τὸ συνεστραμμένως ἀεὶ διελέγχεσθαι, τραχύτερον ποιεῖ. ∆ιὰ τοῦτο πανταχοῦ τῇ συμμετρίᾳ κεχρῆσθαι καλόν. Ὅρα τοίνυν πῶς αὐτοῖς ὑπὲρ τῶν εἰρημένων ἀπολογεῖται, δεικνὺς ὡς οὐχ ἁπλῶς ἀπεχθανόμενος 61.659 αὐτοῖς, ἀλλὰ κηδόμενος εἴρηκεν ἅπερ εἴρηκεν. Ἐπειδὴ γὰρ βαθυτέραν ἔδωκε τὴν τομὴν, ὥσπερ ἔλαιον λοιπὸν τὴν παράκλησιν ταύτην ἐνίησι. Καὶ δηλῶν ὅτι οὐ μίσους, οὐδὲ ἔχθρας ἦν τὰ εἰρημένα, ἀναμιμνήσκει τῆς ἀγάπης αὐτοὺς, ἣν ἐνεδείξατο περὶ αὐτοὺς, καὶ μετ' ἐγκωμίων τὴν ἀπολογίαν τίθησι.

βʹ. ∆ιό φησι· ∆έομαι ὑμῶν, οὐδέν με ἠδικήσατε. Οἴδατε δὲ, ὅτι δι' ἀσθένειαν τῆς σαρκός μου εὐηγγελισάμην ὑμῖν· καὶ τὸν πειρασμόν μου τὸν ἐν σαρκί μου οὐκ ἐξουθενήσατε. Ἀλλ' οὔπω τοῦτο μέγα τὸ μὴ ἀδικῆσαι· καίτοι γε οὐδὲ ὁ τυχὼν ἄνθρωπος