1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

52

Μηδὲν γὰρ ἔστω τοῦ μαθητοῦ, φησὶν, ἴδιον, ἀλλὰ πάντα κοινά. Μείζονα γὰρ λαμβάνει ἢ δίδωσι, καὶ τοσούτῳ μείζω, ὅσῳ τῶν γηΐνων τὰ ἐπουράνια ἀμείνω· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγεν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; ∆ιὰ τοῦτο καὶ κοινωνίαν τὸ πρᾶγμα καλεῖ, δεικνὺς ἀντίδοσιν γινομένην. Ἐκ τούτου δὲ καὶ τὰ τῆς ἀγάπης ἐγίνετο θερμότερα πολλῷ καὶ βεβαιότερα. Ἂν μὲν οὖν τὴν αὐτάρκειαν ὁ διδάσκαλος ζητεῖ, μένει καὶ λαμβάνων ἐπὶ τῆς οἰκείας ἀξίας. Καὶ γὰρ καὶ τοῦτο ἔπαινος τὸ οὕτω προσεδρεύειν τῷ λόγῳ, ὡς ἑτέρων δεῖσθαι, καὶ ἐν πενίᾳ μυρίᾳ εἶναι, καὶ τῶν βιωτικῶν ὑπερορᾷν ἁπάντων. Ἂν δὲ ὑπερβαίνῃ τὸ μέτρον, ἐλυμήνατο τὴν ἀξίαν, οὐ τῷ λαμβάνειν, ἀλλὰ τῷ ἀμέτρῳ. Εἶτα ἵνα μὴ ἡ πονηρία τοῦ διδασκάλου ὀκνηρότερον περὶ ταῦτα ποιῇ τὸν μαθητὴν, καὶ πένητα ὄντα πολλάκις παρατρέχῃ διὰ τὸν τρόπον, προϊὸν μέν φησι· Τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκακῶμεν· ἐνταῦθα δὲ τὸ μέσον τῆς τοιαύτης, καὶ τῆς ἐν τοῖς βιωτικοῖς φιλοτιμίας δείκνυσιν, οὕτω λέγων. Μὴ πλανᾶσθε· Θεὸς οὐ μυκτηρίζεται.

Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Ὥσπερ γὰρ ἐπὶ τῶν σπερμάτων οὐκ ἔνι σπείροντα ὀρόβους σῖτον ἀμῆσαι· δεῖ γὰρ τοῦ αὐτοῦ γένους καὶ τὸν σπόρον εἶναι καὶ τὸν ἀμητόν· οὕτω καὶ ἐν τοῖς ἔργοις, ὁ καταβαλὼν εἰς τὴν σάρκα τρυφὴν, μέθην, ἐπιθυμίαν ἄτοπον, τὰ ἐκ τούτων ἀμήσει. Τίνα δέ ἐστι ταῦτα; Κόλασις, τιμωρία, αἰσχύνη, γέλως, φθορά. Τῶν γὰρ πολυτελῶν τραπε 61.677 ζῶν καὶ τῶν ἡδυσμάτων οὐδὲν ἕτερον τὸ τέλος, ἢ φθορά· καὶ γὰρ αὐτὰ φθείρεται, καὶ συμφθείρει τὸ σῶμα. Τὰ δὲ τοῦ πνεύματος οὐ τοιαῦτα, ἀλλ' ἀπ' ἐναντίας ἅπαντα τούτοις. Σκόπει δέ· Ἔσπειρας ἐλεημοσύνην, ἀναμένουσί σε οἱ τῶν οὐρανῶν θησαυροὶ καὶ δόξα αἰώνιος· ἔσπειρας σωφροσύνην, τιμὴ καὶ βραβεῖον καὶ αἱ παρ' ἀγγέλων εὐφημίαι καὶ οἱ παρὰ τοῦ ἀγωνοθέτου στέφανοι. Τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. Ἄρ' οὖν, ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ καλὸν πρὸς πάντας, μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἵνα γὰρ μή τις νομίσῃ, ὅτι διδασκάλων μὲν ἐπιμελεῖσθαι δεῖ καὶ τρέφειν αὐτοὺς, τῶν δὲ ἄλλων ἀμελεῖν, εἰς κοινὸν ἐξάγει τὸν λόγον, καὶ πᾶσι τὴν θύραν τῆς τοιαύτης ἀνοίγει φιλοτιμίας, καὶ τοσαύτην ποιεῖται τὴν ὑπερβολὴν, ὡς καὶ Ἰουδαίους καὶ Ἕλληνας ἐλεεῖν κελεύειν, μετὰ προσηκούσης μὲν τάξεως, ἐλεεῖν δ' ὅμως. Τίς δὲ ἡ τάξις; Τὸ πλείονα περὶ τοὺς πιστοὺς ἐνδείκνυσθαι τὴν πρόνοιαν. Καὶ ὅπερ καὶ ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς ποιεῖ, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, οὐ περὶ τοῦ ἐλεεῖν διαλεγόμενος μόνον, ἀλλὰ καὶ περὶ τοῦ φιλοτίμως καὶ διηνεκῶς· τὸ γὰρ τοῦ σπόρου ὄνομα καὶ τὸ μὴ δεῖν ἐκκακεῖν, τοῦτο αἰνίττεται. Εἶτα ἐπειδὴ μέγα ἀπῄτησε, καὶ τὸ ἔπαθλον ἐπὶ θύραις τίθησιν, ἀμητοῦ μεμνημένος καινοῦ τινος καὶ παραδόξου.

γʹ. Ἐπὶ μὲν γὰρ τῶν γηπόνων οὐχ ὁ σπείρων μόνον, ἀλλὰ καὶ ὁ θερίζων πολὺν ὑπομένει τὸν πόνον, αὐχμῷ καὶ κονιορτῷ καὶ πολλῇ μαχόμενος ταλαιπωρίᾳ· τότε δὲ οὐδὲν τούτων ἔνι, φησίν· ἃ καὶ παραδηλῶν ἔλεγε· Καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. Καὶ ἐντεῦθεν μὲν αὐτοὺς προτρέπει καὶ ἐφέλκεται· καὶ ἑτέρωθεν δὲ κατεπείγει καὶ συνωθεῖ, λέγων· Ἄρ' οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν. Ὥσπερ γὰρ οὐκ ἀεὶ τοῦ σπείρειν ἐσμὲν κύριοι, οὕτως οὐδὲ τοῦ ἐλεεῖν. Ὅταν γὰρ ἐντεῦθεν ἀπενεχθῶμεν, κἂν μυριάκις βουληθῶμεν, οὐδὲν περανοῦμεν πλέον. Καὶ μαρτυροῦσιν ἡμῖν αἱ παρθένοι τῷ λόγῳ, αἳ μυρία προθυμηθεῖσαι, ἐπειδὴ δαψιλῆ τὴν ἐλεημοσύνην οὐκ ἀπῆλθον ἔχουσαι, ἀπεκλείσθησαν τοῦ νυμφῶνος· καὶ ὁ τὸν Λάζαρον