1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

14

εἶναι τοῦ ἀποστολικοῦ. Τὸ γὰρ ἑαυτῷ ψηφίζεσθαι, καὶ μηδένα λαμβάνειν κοινωνὸν τῆς γνώμης, ἀνοίας εἶναι δοκεῖ. Εἶδον γὰρ, φησὶν, ἄνθρωπον φρόνιμον δόξαντα εἶναι παρ' ἑαυτῷ, ἐλπίδα δὲ ἔχει μᾶλλον αὐτοῦ ὁ ἄφρων· καὶ, Οὐαὶ οἱ συνετοὶ παρ' ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες· καὶ αὐτὸς πάλιν, Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς. ιʹ. Οὐκ ἂν οὖν ὁ τοσαῦτα παρ' ἑτέρων ἀκούσας, καὶ αὐτὸς τὰ αὐτὰ παραινῶν ἑτέροις, τούτοις περιέπεσεν, οὐχ ὅτι Παῦλος, ἀλλ' οὐδὲ ὁ τυχὼν ἄνθρωπος. Ἀλλ' ὅπερ ἔφην, γυμνὴ μὲν αὕτη ἐξεταζομένη ἡ ῥῆσις καὶ ὑφορμεῖν καὶ προσίστασθαι δύναταί τισι τῶν ἀκροατῶν· ἂν δὲ τὴν αἰτίαν προσθῶμεν δι' ἣν ταῦτα ἐλέγετο, καὶ κροτήσουσι καὶ θαυμάσονται πάντες 61.629 τὸν εἰρηκότα.

Τοῦτο τοίνυν ποιῶμεν. Οὐδὲ γὰρ δεῖ τὰ ῥήματα γυμνὰ ἐξετάζειν, ἐπεὶ πολλὰ ἕψεται τὰ ἁμαρτήματα· οὐδὲ τὴν λέξιν καθ' ἑαυτὴν βασανίζειν, ἀλλὰ τῇ διανοίᾳ προσέχειν τοῦ γράφοντος. Καὶ γὰρ ἐν ταῖς ἡμετέραις διαλέξεσιν, ἂν μὴ τούτῳ ὦμεν κεχρημένοι τῷ τρόπῳ, καὶ τὴν γνώμην ἐξετάζωμεν τοῦ λέγοντος, πολλὰς ὑποστησόμεθα τὰς ἀπεχθείας, καὶ πάντα ἀνατραπήσεται. Καὶ τί δεῖ λέγειν ἐπὶ ῥημάτων, ὅπου καὶ ἐπὶ πραγμάτων ἂν μή τις τὸν κανόνα τοῦτον φυλάττῃ, πάντα ἄνω καὶ κάτω γενήσεται; Καὶ γὰρ καὶ ἰατροὶ καὶ τέμνουσι καὶ διακλῶσί τινα τῶν ὀστέων, καὶ λῃσταὶ ταῦτα ποιοῦσι πολλάκις. Πόσης οὖν ἀθλιότητος ἂν εἴη, ὅταν λῃστὴν καὶ ἰατρὸν μὴ δυνηθῶμεν διελεῖν; Πάλιν ἀνδροφόνοι καὶ μάρτυρες τὰς αὐτὰς ὑπομένουσιν ὀδύνας βασανιζόμενοι· ἀλλὰ πολὺ τὸ μέσον ἑκατέρων. Κἂν μὴ τοῦτον διατηρῶμεν τὸν κανόνα, οὐ δυνησόμεθα εἰδέναι ταῦτα, ἀλλὰ καὶ τὸν Ἠλίαν ἀνδροφόνον ἐροῦμεν, καὶ τὸν Σαμουὴλ καὶ τὸν Φινεὲς, τὸν δὲ Ἀβραὰμ καὶ παιδοκτόνον, εἰ τὰ πράγματα μέλλοιμεν ἐξετάζειν γυμνὰ, μὴ προστιθέντες αὐτοῖς τὴν τῶν ποιούντων γνώμην. Ἐξετάσωμεν τοίνυν καὶ τοῦ Παύλου τὴν διάνοιαν, ἀφ' ἧς ταῦτα ἔγραφεν· ἴδωμεν αὐτοῦ τὸν σκοπὸν, καὶ τίς ἦν διόλου περὶ τοὺς ἀποστόλους, καὶ τότε εἰσόμεθα ταῦτα ἐκ ποίας ἐλέγετο γνώμης. Οὐδὲ γὰρ ἐξευτελίζων ἐκείνους, οὔτε ἑαυτὸν ἐπαινῶν, οὔτε ταῦτα εἴρηκεν, οὔτε τὰ πρότερα· πῶς γὰρ, ὅπου καὶ ἑαυτὸν ἀνεθεμάτισεν; ἀλλὰ πανταχοῦ τοῦ Εὐαγγελίου τὴν ἀσφάλειαν διατηρῶν. Ἐπειδὴ γὰρ ἔλεγον οἱ τὴν Ἐκκλησίαν πορθοῦντες, ὅτι Τοῖς ἀποστόλοις ἕπεσθαι δεῖ τοῖς μὴ κωλύουσι ταῦτα, οὐχὶ τῷ Παύλῳ τῷ κωλύοντι, ἐντεῦθεν δὲ κατὰ μικρὸν ἡ Ἰουδαϊκὴ πλάνη εἰσήγετο, ἀναγκάζεται στῆναι πρὸς ταῦτα γενναίως, οὐ τοὺς ἀποστόλους εἰπεῖν κακῶς βουλόμενος, ἀλλὰ τῶν οὐκ ὀρθῶς ἐπαιρόντων ἑαυτοὺς τὴν ἄνοιαν καταστεῖλαι βουλόμενος. ∆ιὰ τοῦτό φησιν, Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Καὶ γὰρ ἦν ἀτοπίας ἐσχάτης τὸν παρὰ τοῦ Θεοῦ μαθόντα, ἀνθρώποις ἀνατίθεσθαι λοιπόν. Ὁ μὲν γὰρ παρὰ ἀνθρώπων μανθάνων, εἰκότως ἀνθρώπους λαμβάνει κοινωνοὺς πάλιν· ὁ δὲ τῆς θείας ἐκείνης καὶ μακαρίας ἀξιωθεὶς φωνῆς, καὶ παρ' αὐτοῦ τοῦ τὸν θησαυρὸν ἔχοντος τῆς σοφίας πάντα διδαχθεὶς, τίνος ἕνεκεν λοιπὸν ἀνθρώποις ἀνετίθετο; Ὁ γὰρ τοιοῦτος οὐ μανθάνειν παρὰ ἀνθρώπων, ἀλλὰ διδάσκειν ἀνθρώπους δίκαιος ἂν εἴη. Οὐ τοίνυν ἀπονοίας ἕνεκεν ταῦτα ἔλεγεν, ἀλλ' ὥστε δεῖξαι τοῦ οἰκείου κηρύγματος τὸ ἀξίωμα. Οὐδὲ ἀνῆλθον, φησὶ, πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔλεγον, ὅτι πρὸ αὐτοῦ ἦσαν ἐκεῖνοι, πρὸ αὐτοῦ ἐκλήθησαν, οὐκ ἀνῆλθον πρὸς ἐκείνους, φησίν. Εἰ δὲ ἐχρῆν αὐτοῖς κοινώσασθαι, ὁ ἀποκαλύψας αὐτῷ τὸ κήρυγμα, καὶ τοῦτο ἂν αὐτῷ ἐκέλευσε. 61.630 Τί οὖν, οὐκ ἀνῆλθεν ἐκεῖ; Καὶ μὴν ἀνῆλθε, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μαθησόμενός τι παρ' αὐτῶν. Πότε; Ὅτε ἐν τῇ πόλει τῶν Ἀντιοχέων, τῇ τὸν πολὺν ζῆλον ἄνωθεν ἐπιδειξαμένῃ Ἐκκλησίᾳ, γέγονε περὶ αὐτοῦ τούτου τοῦ νῦν προκειμένου, καὶ ἐζήτουν