1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

53

παριδὼν πλούσιος· καὶ γὰρ κἀκεῖνος, ἐπειδὴ ταύτης ἔρημος ἦν τῆς συμμαχίας, καὶ ὀλοφυρόμενος καὶ ἱκετεύσας πολλὰ, οὐ παρὰ τοῦ πατριάρχου, οὐ παρὰ ἄλλου τινὸς ἠλεεῖτο, ἀλλ' ἔμενε διηνεκῶς ἀποτηγανιζόμενος χωρὶς συγγνώμης ἁπάσης. ∆ιὰ ταῦτά φησιν, Ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν, καὶ πρὸς πάντας· καὶ ταύτῃ μάλιστα ἀπαλλάττων τῆς Ἰουδαϊκῆς ταπεινότητος. Ἐκεῖνος μὲν γὰρ τὰ τῆς φιλανθρωπίας ἅπαντα πρὸς τοὺς ὁμοφύλους ἦν· ἡ δὲ τῆς χάριτος φιλοσοφία γῆν ὁμοῦ καὶ θάλατταν ἐπὶ τὴν τῆς ἐλεημοσύνης καλεῖ τράπεζαν, εἰ καὶ πλείονα περὶ τοὺς οἰκείους τὴν σπουδὴν ἐπιδείκνυται. Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπεῖν ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι. Ἐννόησον, ὅση κατέχει τὴν μακαρίαν ἐκείνην ψυχὴν ὀδύνη.

Καθάπερ γὰρ οἱ πένθει τινὶ περιπεσόντες, ἤ τινα τῶν γνησίων ἀποβαλόντες, καί τινα τῶν ἀδοκήτων ὑπομένοντες, οὔτε νύκτωρ ἡσυχάζουσι, οὔτε μεθ' ἡμέραν, τοῦ πένθους αὐτοῖς τὴν ψυχὴν πολιορκοῦντος· οὕτω καὶ ὁ μακάριος Παῦλος εἰπὼν ὀλίγα περὶ 61.678 τῶν ἠθῶν, πάλιν ἐπὶ τὰ πρότερα ἐπανέρχεται, ἃ μάλιστα αὐτοῦ τὴν ψυχὴν διετάραττε, λέγων οὕτως· Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ἐνταῦθα οὐδὲν ἄλλο αἰνίττεται, ἀλλ' ὅτι αὐτὸς ἔγραψε τὴν Ἐπιστολὴν ἅπασαν· ὃ πολλῆς γνησιότητος σημεῖον ἦν. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὑπηγόρευε μὲν αὐτὸς, ἔγραφε δὲ ἕτερος· καὶ τοῦτο δῆλον ἀπὸ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς· πρὸς γὰρ τῷ τέλει φησίν· Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν Ἐπιστολήν· ἐνταῦθα δὲ αὐτὸς ἔγραψε πᾶσαν. Ἐποίησε δὲ τοῦτο ἐνταῦθα καὶ ἀναγκαίως, οὐ δι' ἀγάπην μόνον, ἀλλὰ καὶ διὰ τὴν τῆς πονηρᾶς ὑπονοίας ἀναίρεσιν. Ἐπειδὴ γὰρ διεβάλλετο ἐπὶ πράγμασιν οἷς οὐδὲν ἐκοινώνει, καὶ ἐλέγετο περιτομὴν καταγγέλλειν καὶ ὑποκρίνεσθαι, ὡς οὐ καταγγέλλων, διὰ τοῦτο ἠναγκάσθη ἰδιόγραφον ποιήσασθαι τὴν Ἐπιστολὴν, μαρτυρίαν ἔγγραφον προαποτιθέμενος. Τὸ δὲ Πηλίκοις, ἐμοὶ δοκεῖ οὐ τὸ μέγεθος, ἀλλὰ τὴν ἀμορφίαν τῶν γραμμάτων ἐμφαίνων λέγειν, μονονουχὶ λέγων, ὅτι Οὔτε ἄριστα γράφειν εἰδὼς, ὅμως ἠναγκάσθην δι' ἐμαυτοῦ γράψαι, ὥστε τῶν συκοφαντῶν ἐμφράξαι τὸ στόμα. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάττουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐνταῦθα δείκνυσιν οὐχ ἑκόντας αὐτοὺς τοῦτο ὑπομένοντας, ἀλλ' ἀναγκαζομένους παρέχων αὐτοῖς ἀφορμὴν ἀναχωρήσεως, καὶ σχεδὸν ὑπὲρ αὐτῶν ἀπολογούμενος, καὶ προτρέπων ἀποπηδῆσαι ταχέως. Τί δέ ἐστιν, Εὐπροσωπεῖν ἐν σαρκί· Εὐδοκιμεῖν παρ' ἀνθρώποις. Ἐπειδὴ γὰρ ὠνειδίζοντο παρὰ τοῖς Ἰουδαίοις ὡς τῶν πατρίων ἀποστάντες ἐθῶν. Ἵνα μὴ ταῦτα ἐγκαλῶνται, φησὶ, βούλονται ὑμῖν λυμήνασθαι, διὰ τῆς ὑμετέρας σαρκὸς ἐκείνοις ἀπολογούμενοι. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ διὰ τὸν Θεὸν ταῦτα ἔπραττον. Ὡς ἂν εἰ ἔλεγεν· Οὐκ ἔστιν εὐσεβείας ὑπόθεσις τὸ γινόμενον· ὡς δι' ἀνθρωπίνην φιλοτιμίαν ταῦτα πάντα γίνεται, ὑπὲρ ἀρεσκείας τῶν ἀπίστων, ὅτι πιστοὶ κατακόπτονται, καὶ αἱροῦνται Θεῷ προσκροῦσαι, ἵνα ἀνθρώποις ἀρέσωσι. Τοῦτο γάρ ἐστιν, Ἐν σαρκὶ εὐπροσωπῆσαι. Εἶτα δεικνὺς ὅτι καὶ ἑτέρωθεν συγγνώμης εἰσὶν ἀπεστερημένοι, διελέγχει πάλιν αὐτοὺς, οὐ διὰ τὴν εἰς ἑτέρους ἀρέσκειαν μόνον, ἀλλὰ καὶ δι' οἰκείαν κενοδοξίαν ταῦτα ἐπιτάσσοντας. ∆ιὸ καὶ ἐπήγαγεν· Ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται, ὡς μαθητὰς ἔχοντες, καὶ ὄντες διδάσκαλοι. Καὶ τίς ἡ τούτων ἀπόδειξις; Οὐδὲ γὰρ αὐτοὶ νόμον φυλάττουσι, φησί. Μάλιστα μὲν γὰρ, εἰ καὶ ἐφύλαττον, οὕτως ἄξιοι κατηγορίας· νυνὶ δὲ καὶ ὁ σκοπὸς αὐτῶν διεφθαρμένος ἐστίν. Ἐμοὶ δὲ, φησὶ, μὴ ἐν