1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

4

καὶ τῆς ἀναστάσεως εὐεργεσίαν ἐγγινομένην ἅπασι. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὅτι ἐν μορφῇ Θεοῦ ὑπῆρχε, καὶ τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, καὶ ὅσα τοιαῦτα, δεικνύντος μὲν ἦν τὴν τοῦ Λόγου θεότητα, οὐδὲν δὲ τοιοῦτον εἰς τὸ παρὸν συμβαλλομένου· τὸ δὲ εἰπεῖν, Τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, ἀναμιμνήσκοντος ἦν τῆς ὑπὲρ ἡμῶν εὐεργεσίας τὸ κεφάλαιον, ὅπερ οὐ μικρὸν εἰς τὸ προκείμενον αὐτῷ συνετέλει. Καὶ γὰρ εἰώθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτω τοῖς τὴν τοῦ Θεοῦ μεγαλωσύνην παριστῶσι προσέχειν λόγοις, ὡς τοῖς τὴν εἰς ἀνθρώπους εὐεργεσίαν ἐνδεικνυμένοις. ∆ιόπερ ἀφεὶς ἐκεῖνα εἰ 61.616 πεῖν περὶ τῆς εἰς ἡμᾶς εὐεργεσίας γεγενημένης ποιεῖται τὸν λόγον.

γʹ. Ἀλλ' ἐπιπηδῶσιν οἱ αἱρετικοὶ λέγοντες, Ἰδοὺ ὁ Πατὴρ ἐγείρει τὸν Υἱόν.

Ἐπειδὴ γὰρ ἅπαξ νενοσήκασι, πρὸς μὲν τὰ ὑψηλὰ τῶν δογμάτων ἐθελοκωφοῦσι, τὰ δὲ ταπεινὰ, καὶ ἢ τῆς σαρκὸς ἕνεκεν εἰρημένα οὕτως, ἢ διὰ τὴν εἰς τὸν Πατέρα τιμὴν, ἢ δι' ἄλλην τινὰ οἰκονομίαν, ταῦτα ἐκλέγουσι, καὶ καθ' ἑαυτὰ ἐξετάζοντες, ἐπηρεάζουσιν ἑαυτοῖς (οὐ γὰρ ἂν εἴποιμι τῇ Γραφῇ)· οὓς ἡδέως ἂν ἐροίμην. τίνος ἕνεκεν ταῦτα λέγουσιν; ἆρα ἀσθενῆ τὸν Υἱὸν ἐπιδεῖξαι βουλόμενοι, καὶ οὐκ ἰσχύοντα πρὸς ἑνὸς ἀνάστασιν σώματος; Καὶ μὴν ἡ εἰς αὐτὸν πίστις καὶ τὰς σκιὰς τῶν εἰς αὐτὸν πιστευόντων ἀνιστᾷν ἐποίησε νεκρούς. Εἶτα οἱ μὲν εἰς αὐτὸν πιστεύοντες ἄνθρωποι, θνητοὶ μὲν ὄντες, ἔτι ἀπὸ σκιᾶς μόνης τῶν πηλίνων σωμάτων ἐκείνων, καὶ ἱματίων τοῖς σώμασι τούτοις περικειμένων νεκροὺς ἤγειραν, αὐτὸς δὲ ἑαυτὸν ἀναστῆσαι οὐκ ἴσχυσε, καὶ πῶς οὐ φανερὰ αὕτη μανία, καὶ παρανοίας ἐπίτασις; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος, ὅτι Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν; καὶ πάλιν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν; Τίνος οὖν ἕνεκεν ὁ Πατὴρ αὐτὸν ἐγηγερκέναι λέγεται; Ὥσπερ καὶ τὰ ἄλλα ποιεῖν, ἅπερ αὐτὸς ποιεῖ. Καὶ γὰρ καὶ εἰς τὸν Πατέρα τιμῆς ἕνεκεν εἴρηται τοῦτο, καὶ τῆς τῶν ἀκροατῶν ἀσθενείας. Καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί. Τί δήποτε οὐδαμοῦ τοῦτο προσέθηκεν ἐπιστέλλων; Ἢ γὰρ τὸ αὐτοῦ ὄνομα τίθησι μόνον, ἢ δύο καὶ τριῶν ἑτέρων ὀνομαστί· ἐνταῦθα δὲ πλῆθος ὁλόκληρον ἔθηκε· διόπερ οὐδὲ ὀνομαστί τινος ἐμνημόνευσε. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; ∆ιέβαλλον αὐτὸν ὡς μόνον ταῦτα κηρύττοντα, καὶ καινοτομίαν τινὰ τοῖς δόγμασιν ἐπεισάγοντα. Θέλων οὖν ἀνελεῖν αὐτῶν τὴν ὑποψίαν, καὶ δεῖξαι ὅτι πολλοὺς ἔχει τῆς γνώμης κοινωνοὺς, συνέταξε τοὺς ἀδελφοὺς, δηλῶν ὅτι ἅπερ γράφει, καὶ ἀπὸ τῆς ἐκείνων γράφει γνώμης. Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας.

Οὐ γὰρ μίαν πόλιν, οὐδὲ δύο καὶ τρεῖς, ἀλλ' ὁλόκληρον τῶν Γαλατῶν τὸ ἔθνος αὕτη τῆς πλάνης ἐπενέμετο ἡ πυρά. Θέα δέ μοι καὶ ἐνταῦθα τὴν πολλὴν ἀγανάκτησιν. Οὐ γὰρ εἶπε, Τοῖς ἀγαπητοῖς, οὐδὲ, Τοῖς ἡγιασμένοις, ἀλλὰ, Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας. Τοῦτο δὲ ἦν σφόδρα βαρυθυμοῦντος καὶ τὴν ὀδύνην ἐνδεικνυμένου, τὸ μηδὲ ἀπὸ τῆς ἀγάπης, μηδὲ ἀπὸ τῆς τιμῆς τῶν ὀνομάτων αὐτοὺς καλέσαι, ἀλλ' ἀπὸ τῆς συνόδου μόνης· καὶ μηδὲ προσθεῖναι, Ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλ' ἁπλῶς Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας. Ἄλλως δὲ καὶ συνάψαι ἐκ προοιμίων τὸ στασιάζον ἐπείγεται· διὸ καὶ τὸ ὄνομα τῆς Ἐκκλησίας τέθεικεν, ἐντρέπων αὐτοὺς, καὶ συνάγων εἰς ἕν. Οἱ γὰρ εἰς πολλὰ διῃρημένοι μέρη, οὐκ ἂν δύναιντο ταύτῃ καλεῖσθαι τῇ προσηγορίᾳ· τὸ γὰρ τῆς Ἐκκλησίας ὄνομα, συμφωνίας ὄνομα καὶ ὁμονοίας ἐστί. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Πανταχοῦ μὲν ἀναγκαίως τοῦτο τίθησι, μάλιστα δὲ Γαλάταις ἀποστέλλων νῦν. Ἐπειδὴ γὰρ τῆς χάριτος ἐκινδύ 61.617 νευον ἐκπεσεῖν, ἐπεύχεται αὐτοῖς ταύτην ἀνακτήσασθαι πάλιν. Ἐπειδὴ γὰρ πρὸς τὸν Θεὸν ἑαυτοὺς