6
ἐκείνου κατὰ τὸ ἄκρον ὑπορ ραγέντος τῇ ῥάβδῳ, ἐπὶ τὴν ἀντικειμένην ὄχθην καὶ ἡ τῶν κυμάτων ῥῆξις ἐπέρασε. Καὶ καταβὰς εἰς τὸ βάθος ὁ Μωϋσῆς καθ' ὃ διετμήθη τὸ πέλαγος σὺν παντὶ τῷ λαῷ βύθιος ἦν ἐν ἀβρόχῳ τε καὶ ἡλιουμένῳ τῷ σώματι, πεζῇ δὲ τὰς ἀβύσσους ἐν ξηρῷ πυθμένι τῆς θαλάσσης διεξερχό μενος οὐκ ἐδεδοίκει τὴν αὐτοσχέδιον ἐκείνην ἐκ κυμάτων τειχοποιίαν ἔνθεν καὶ ἔνθεν, τείχους δίκην, παραπεπηγυίας αὐτοῖς ἐκ πλαγίων τῆς ἅλμης. 1.32 Τοῦ δὲ Φαραὼ μετὰ τῶν Αἰγυπτίων συνεισπεσόντος ἐπὶ τὸ πέλαγος κατὰ τὴν καινοτομηθεῖσαν ἐκείνην ὁδὸν ἐν τοῖς ὕδασι, πάλιν συνάπτεται τὸ ὕδωρ τῷ ὕδατι καί, ἀνακλυσ θείσης πρὸς ἑαυτὴν τῆς θαλάσσης κατὰ τὸ πρότερον σχῆμα, μία τοῦ ὕδατος ἐπιφάνειά τε καὶ ὄψις γίνεται, ἤδη τῶν Ἰσραηλιτῶν ἐπὶ τῆς πέραν ἠϊόνος τὸ πολύ τε καὶ σύντονον τῆς διὰ τοῦ πελάγους πορείας ἀναπαυόντων, ὅτε καὶ τὴν ἐπινίκιον ᾖσαν ᾠδὴν τῷ Θεῷ τῷ τότε ἀναίμακτον ὑπὲρ αὐτῶν ἐγείραντι τρόπαιον, πάντων πανστρατιᾷ τῶν Αἰγυπτίων αὐτοῖς ἵπποις καὶ ὅπλοις καὶ ἅρμασιν ἀφανισθέντων ὑπὸ τοῦ ὕδατος. 1.33 Εἶτα πρόεισιν ἐπὶ τὰ πρόσω ὁ Μωϋσῆς καὶ τριῶν ἡμερῶν ἄνυδρον διοδεύσας ὁδὸν ἐν ἀμηχανίᾳ γίνεται, μὴ ἔχων ὅπως τοῦ στρατοῦ τὸ δίψος παραμυθήσεται. Ἦν γάρ τις λίμνη περὶ ἣν ἐστρατοπέδευσαν θαλασσίου ὕδατος, μᾶλλον δὲ πικροτέρου ἢ κατὰ θάλασσαν. Ἐπεὶ οὖν, τῷ ὕδατι προσκαθήμενοι, τῇ δίψῃ τοῦ ὕδατος κατεφρύγοντο, θεόθεν αὐτῷ συμβουλῆς γεγενημένης, ξύλον τι περὶ τὸν τόπον εὑρὼν ἐμβάλλει τῷ ὕδατι· τὸ δὲ παραχρῆμα πότιμον ἦν, τοῦ ξύλου τῇ οἰκείᾳ δυνάμει τὴν τοῦ ὕδατος φύσιν εἰς ἡδονὴν ἐκ πικρίας μετακεράσαντος. 1.34 Τῆς δὲ νεφέλης μεταναστάσης ἐπὶ τὰ πρόσω, κἀκεῖνοι τῇ κινήσει τοῦ ὁδηγοῦντος συμμετανίσταντο, ἀεὶ τοῦτο ποιοῦντες, παυόμενοί τε τῆς πορείας ἐν ᾧπερ ἂν ἡ στάσις τῆς νεφέλης τὸ τῆς ἀναπαύσεως ἔδωκε σύνθημα καὶ ἀπαίροντες πάλιν οὗπερ ἂν ἡ νεφέλη τῆς πορείας αὐτῶν ἀφηγήσατο. Καταλαμβάνουσι τοίνυν, τῷ ὁδηγῷ τούτῳ ἑπόμενοι, τόπον ὕδατι ποτίμῳ κατάρρυτον, δυοκαίδεκα πηγαῖς ἀφθόνως περικλυζόμενον καὶ φοινίκων ἄλσει συσκιαζόμενον. Ἑβδομή κοντα δὲ ἦσαν οἱ φοίνικες, ἀρκοῦντες καὶ ἐν ὀλίγῳ τῷ ἀριθμῷ πολὺ ποιῆσαι τοῖς ὁρῶσι τὸ θαῦμα, τῷ ὑπεραίρειν κατὰ τὸ κάλλος τε καὶ μέγεθος. 1.35 Πάλιν κἀκεῖθεν ὁ ὁδηγός, ἡ νεφέλη, πρὸς ἕτερον ἄγει τόπον τὸν στρατὸν ἀναστήσασα· ἔρημος δέ τις οὗτος ἦν, ἐν αὐχμηρᾷ καὶ διακεκαυμένῃ τῇ ψάμμῳ, μηδεμιᾶς ὑδάτων ἰκμάδος ὑπονοτιζούσης τὸν χῶρον, ἐν ᾧ πάλιν τὸν λαὸν τοῦ δίψους καταπονήσαντος πέτρα τις ἐπὶ γεωλόφου ῥάβδῳ πληγεῖσα παρὰ τοῦ Μωϋσέως ὕδωρ ἐκδίδωσιν ἡδύ τε καὶ πότιμον καὶ τῆς χρείας τοῦ τοσούτου στρατοῦ δαψιλέστερον. 1.36 Ἐνθὰ δὲ καί, τῆς παρασκευῆς τῶν τροφῶν ἐκλιπούσης ἣν ἐξ Αἰγύπτου πρὸς τὴν ὁδοιπορίαν ἐπεσιτίσαντο καὶ λιμῷ τοῦ λαοῦ πιεζομένου, γίνεται τὸ πάντων ἀπιστότατον θαῦμα, οὐκ ἐκ γῆς κατὰ τὸ νενομισμένον αὐτοῖς τῆς τροφῆς φυομένης, ἀλλ' ἄνωθεν ἐκ τοῦ οὐρανοῦ δροσοειδῶς καταρ ρεούσης· δρόσος γὰρ αὐτοῖς ἐπεχεῖτο κατὰ τὸ ὄρθρον, τροφὴ δὲ τοῖς ὑποδεχομένοις ἡ δρόσος ἐγίνετο. Τὸ γὰρ ἐπιχεόμενον οὐ ῥανὶς ὑδατώδης ἦν, καθώς ἐστι σύνηθες ἐν δρόσῳ γίνεσθαι, ἀλλ' ἀντὶ σταγόνων θρόμβοι τινὲς κρυσταλ λοειδεῖς τὸ εἶδος κατὰ τὸ σχῆμα τοῦ κορίου σπέρματος σφαιρωθέντες κατέρρεον, ὧν ἡ γεῦσις τὴν τοῦ μέλιτος ἡδονὴν ὑπεκρίνετο. 1.37 Τούτῳ δὲ τῷ θαύματι συνεθεωρεῖτο καὶ ἕτερον, τὸ πάντας ἐπὶ τὴν συλλογὴν ἐξίοντας ἐν διαφόροις, ὡς εἰκός, ἡλικίαις τε καὶ δυνάμεσι μήτε πλέον μήτε ἔλαττον ἕτερον ἑτέρου κατὰ τὴν τῆς δυνάμεως διαφορὰν συγκομίζεσθαι, ἀλλὰ μετρεῖσθαι τῇ ἑκάστου χρείᾳ τὸ συναγόμενον, ὡς μήτε τὸν δυνατώτερον τὸ πλέον ἔχειν, μήτε ἐλαττοῦσθαι τῆς ἰσομοιρίας τὸν ἀσθενέστερον. Πάλιν ἐπὶ τούτῳ ἕτερον θαῦμα ἡ ἱστορία φησίν, ὅτι τὸ πρὸς ἡμέραν ἕκαστος κομιζόμενοι οὐδὲν εἰς τὴν ἑξῆς ἀπετίθεντο, τῷ δὲ φειδωλίᾳ τινὶ πρὸς τὴν ὑστεραίαν ἐκ τῆς παρούσης τροφῆς ταμιεύσαντι ἄχρηστον ἦν εἰς τροφὴν τὸ ἀπόθετον, εἰς σκωλήκων φύσιν μεταποιού μενον. 1.38 Πρόσεστί τι καὶ ἄλλο τῇ περὶ τῆς τροφῆς ταύτης ἱστορίᾳ παράδοξον· τῶν