6
ἐστιν. Αὐτὸς γοῦν οὗτος ὁ μακάριος Παῦλος ἐπαινεῖ μεθ' ὑπερβολῆς αὐτὸν λέγων οὕτως· Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Καὶ αἵρεσιν δὲ ἑαυτῷ προσθεὶς τοῦ ζῇν ἐνταῦθα, καὶ τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, προτιμᾷ τὴν ἐνταῦθα διαγωγήν. Εἰ δὲ πονηρὸς ἦν, οὔτ' ἂν ἐκεῖνος ταῦτα περὶ ἑαυτοῦ εἶπεν, οὔτ' ἂν ἄλλος τις εἰς ἀρετὴν αὐτῷ καταχρήσασθαι ἠδυνήθη, εἰ καὶ σφόδρα ἐσπούδαζε. Κακίᾳ γὰρ οὐκ ἄν ποτε εἰς ἀγαθόν τις χρήσαιτο, οὐ πορνείᾳ εἰς σωφροσύνην, οὐ φθόνῳ εἰς φιλοφροσύνην. Καὶ γὰρ ὅταν λέγῃ Παῦλος περὶ τοῦ φρονήματος τῆς σαρκὸς, ὅτι τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· τοῦτο λέγει, ὅτι ἡ κακία μένουσα κακία οὐ δύναται εἶναι ἀρετή. Ὥστε ὅταν ἀκούσῃς πονηρὸν αἰῶνα, τὰς πράξεις νόει τὰς πονηρὰς, τὴν προαίρεσιν τὴν διεφθαρμένην. Οὐδὲ γὰρ ἵνα ἀποκτείνῃ ἡμᾶς, καὶ ἐξαγάγῃ τῆς παρούσης ζωῆς, ἦλθεν ὁ Χριστὸς, ἀλλ' ἵνα ἀφεὶς ἐν τῷ κόσμῳ, παρασκευάσῃ τῆς ἐν τοῖς οὐρανοῖς διαγωγῆς γενέσθαι ἀξίους. ∆ιὰ τοῦτο καὶ τῷ Πατρὶ διαλεγόμενος ἔλεγε· Καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσὶ, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Καὶ πάλιν, Οὐκ ἐρωτῶ, ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ' ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ, τουτέστιν, ἀπὸ τῆς κακίας. Εἰ δὲ οὐκ ἀνέχῃ τούτων, ἀλλ' ἔτι πονηρὰν τὴν παροῦσαν ζωὴν εἶναι φὴς, μὴ ἐγκάλει τοῖς ἑαυτοὺς ἀναιροῦσιν. Ὥσπερ γὰρ ὁ τῆς κακίας ἑαυτὸν ὑπεξάγων, οὐκ ἐγκλημάτων, ἀλλὰ καὶ στεφάνων ἄξιος· οὕτω καὶ ὁ βιαίῳ θανάτῳ, καὶ δι' ἀγχόνης ἢ δι' ἄλλων τινῶν καταλύων τὸ ζῇν, οὐκ ἂν εἴη δίκαιος ἐγκαλεῖσθαι καθ' ὑμᾶς. Νῦν δὲ καὶ ὁ Θεὸς τοὺς τοιούτους κολάζει τῶν ἀνδροφόνων μᾶλλον, καὶ πάντες βδελυττόμεθα, καὶ εἰκότως. Εἰ γὰρ ἑτέρους ἀνελεῖν οὐ καλὸν, πολλῷ μᾶλλον ἑαυτόν. Εἰ δὲ πονηρὸν ἡ παροῦσα ζωὴ, τοὺς ἀνδροφόνους στεφανοῦν ἔδει, ὅτι τῆς πονηρίας ἡμᾶς ἀπαλλάττουσι. Χωρὶς δὲ τούτων, καὶ ἐξ ὧν αὐτοὶ λέγουσιν, ἑαυτοῖς περιπίπτουσι. Τὸν γὰρ ἥλιον Θεὸν εἶναι φάσκοντες, καὶ μετ' ἐκεῖνον τὴν σελήνην, καὶ προσκυνοῦντες ὡς τῶν πολλῶν ἀγαθῶν αἰτίους, ἑαυτοῖς μαχόμενοι λέγουσιν. Ἡ γὰρ τούτων χρεία καὶ τῶν λοιπῶν ἄστρων πρὸς ἕτερον 61.619 μὲν οὐδὲν, εἰς δὲ τὴν παροῦσαν ἡμῖν συντελεῖ ζωὴν, τὴν, ὡς αὐτοί φασι, πονηρὰν, σώματα τρέφουσά τε, καὶ καταυγάζουσα, καὶ καρποὺς εἰς ἀκμὴν ἄγουσα. Πῶς οὖν πρὸς τὴν σύστασιν τοῦ πονηροῦ βίου τοσαύτην εἰσάγουσι λειτουργίαν οὗτοι οἱ καθ' ὑμᾶς θεοί; Ἀλλ' οὔτε τὰ ἄστρα θεοὶ, μὴ γένοιτο, ἀλλ' ἔργα Θεοῦ πρὸς τὴν ἡμετέραν πεποιημένα χρείαν, οὔτε ὁ κόσμος πονηρός. Εἰ δὲ λέγοις μοι τοὺς ἀνδροφόνους καὶ τοὺς μοιχοὺς καὶ τοὺς τυμβωρύχους, οὐδὲν ταῦτα πρὸς τὸν παρόντα βίον· οὐδὲ γὰρ τῆς ἐν σαρκὶ ζωῆς ταῦτα ἁμαρτήματα, ἀλλὰ τῆς διεφθαρμένης προαιρέσεως. Εἰ γὰρ τῆς παρούσης ζωῆς ἦν ταῦτα, ὡς πάντως αὐτῇ συγκεκληρωμένα, οὐδεὶς ἂν ἐλεύθερος ἦν οὐδὲ καθαρός. Ὅρα γοῦν τῆς ἐν σαρκὶ ζωῆς τὰ ἰδιώματα οὐδένα δυνάμενον διαφυγεῖν. Τίνα δὲ ταῦτά ἐστι; Τὸ ἐσθίειν, τὸ πίνειν, τὸ καθεύδειν, τὸ αὔξεσθαι, τὸ πεινῇν, τὸ διψῇν, τὸ γεννᾶσθαι, τὸ τελευτᾷν, καὶ τὰ τούτοις ἐοικότα ἅπαντα. Καὶ τούτων οὐδεὶς ἂν περιγένοιτο, οὐχ ἁμαρτωλὸς, οὐ δίκαιος, οὐ βασιλεὺς, οὐκ ἰδιώτης, ἀλλὰ πάντες ὑποκείμεθα τῇ τῆς φύσεως ἀνάγκῃ. Οὕτω καὶ τὸ φαῦλα πράττειν, εἰ τῇ φύσει τῆς ζωῆς ἦν συγκεκληρωμένον, οὐδεὶς ἂν αὐτὰ διέφυγεν, ὥσπερ οὐδὲ ἐκεῖνα. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι σπάνιοι οἱ κατορθοῦντες. Τῶν γὰρ φυσικῶν ἀναγκῶν οὐδένα εὑρήσεις περιγεγενημένον ποτέ. Ὥστε ἕως ἂν εὑρίσκηται καὶ εἷς κατωρθωκὼς ἀρετὴν, οὐδὲν ὁ λόγος παραβλαβήσεται. Τί φὴς, ἄθλιε καὶ ταλαίπωρε; πονηρὰ ἡ παροῦσα ζωὴ, ἐν ᾗ τὸν Θεὸν ἐπέγνωμεν, ἐν ᾗ περὶ τῶν μελλόντων φιλοσοφοῦμεν, ἐν ᾗ γεγόναμεν ἐξ ἀνθρώπων ἄγγελοι, καὶ ταῖς ἄνω συγχορεύομεν δυνάμεσι; Καὶ ποίαν ἑτέραν ζητήσωμεν τῆς πονηρᾶς ὑμῶν γνώμης καὶ διεστραμμένης ἀπόδειξιν;