1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

7

εʹ. Τίνος οὖν ἕνεκεν ὁ Παῦλος εἶπε, φησὶν, αἰῶνα πονηρὸν τὸν ἐνεστῶτα; Τῇ

κοινῇ κεχρημένος συνηθείᾳ. Καὶ γὰρ καὶ ἡμεῖς εἰώθαμεν λέγειν, Κακὴν ἔσχον ἡμέραν, οὐ τὸν καιρὸν, ἀλλὰ τὴν πρᾶξιν, ἢ τὴν περίστασιν διαβάλλοντες. Οὕτω καὶ ὁ Παῦλος τὰς πονηρὰς διαβάλλων προαιρέσεις, τῇ συνηθείᾳ κέχρηται· καὶ δείκνυσιν, ὅτι καὶ τῶν προτέρων ἡμᾶς ἀπήλλαξεν ὁ Χριστὸς ἁμαρτημάτων, καὶ πρὸς τὸ μέλλον ἠσφαλίσατο. Τῷ μὲν γὰρ εἰπεῖν, Τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ἐκεῖνο ἐδήλωσε· τῷ δὲ προσθεῖναι, Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, τὴν πρὸς τὸ μέλλον ἀσφάλειαν ἐνέφηνεν. Ὁ μὲν γὰρ νόμος καὶ πρὸς τὸ ἓν ἠσθένει, ἡ δὲ χάρις πρὸς ἀμφότερα δυνατὴ γέγονε. Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Ἐπειδὴ γὰρ ἐνόμιζον ἐκεῖνοι τοῦ Θεοῦ παρακούειν, ὡς δεδωκότος τὸν νόμον, καὶ ἐδεδοίκεσαν, εἰ τὴν Παλαιὰν ἀφέντες προσέλθοιεν τῇ Καινῇ· καὶ ταύτην αὐτῶν διορθοῦται τὴν ὑπόνοιαν λέγων, ὅτι καὶ τῷ Πατρὶ ταῦτα δοκεῖ. Καὶ οὐχ ἁπλῶς εἶπε, Πατρὸς, ἀλλὰ, Πατρὸς ἡμῶν, καὶ συνεχῶς αὐτὸ τίθησιν, ἐντρέπων αὐτοὺς τῷ δεικνύναι, ὅτι Πατέρα ἡμῶν τὸν αὑτοῦ Πατέρα πεποίηκεν ὁ Χριστός. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ τοῦτο καινὸν καὶ παρηλ 61.620 λαγμένον. Τὸ γὰρ, Ἀμὴν, οὐδαμοῦ ἐν ἀρχῇ καὶ προοιμίοις Ἐπιστολῆς εὑρίσκομεν κείμενον, ἀλλὰ μετὰ πολλά. Ἐνταῦθα δὲ δεικνὺς, ὅτι καὶ τὰ εἰρημένα ἱκανὴν εἶχε κατηγορίαν Γαλατῶν, καὶ ὅτι ὁ λόγος ἀπηρτισμένος ἐστὶ, τὸ προοίμιον τοῦτο τέθεικε. Τὰ γὰρ φανερὰ τῶν ἐγκλημάτων οὐ πολλῆς δεῖται κατασκευῆς. Ἀναμνήσας γὰρ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, τῆς τῶν ἁμαρτημάτων λυτρώσεως, τῆς πρὸς τὸ μέλλον ἀσφαλείας, τῆς τοῦ Πατρὸς γνώμης, τῆς τοῦ Υἱοῦ βουλῆς, τῆς χάριτος, τῆς εἰρήνης, πάσης αὐτοῦ τῆς δωρεᾶς, εἰς δοξολογίαν τὸν λόγον κατέκλεισεν. Οὐ διὰ τοῦτο δὲ μόνον τοῦτο πεποίηκεν, ἀλλὰ καὶ διὰ τὸ μεθ' ὑπερβολῆς ἐκπλήττεσθαι τῆς δωρεᾶς τὸ μέγεθος, τῆς χάριτος τὴν ὑπερβολὴν, καὶ ἐννοεῖν τίνας ὄντας τί εἰργάσατο ὁ Θεὸς ἀθρόον καὶ ἐν ἀκαριαίᾳ καιροῦ ῥοπῇ· ἅπερ τῷ λόγῳ παραστῆσαι μὴ δυνάμενος, εἰς δοξολογίαν κατέλυσεν, οὐ τὴν ἀξίαν, ἀλλὰ τὴν αὐτῷ δυνατὴν εὐφημίαν ὑπὲρ τῆς οἰκουμένης ἀναπέμπων ἁπάσης. ∆ιὰ τοῦτο καὶ σφοδρότερον τῷ μετὰ ταῦτα κέχρηται λόγῳ, καθάπερ πυρωθεὶς σφοδρῶς ὑπὸ τῆς ἐννοίας τῶν εὐεργεσιῶν τοῦ Θεοῦ. Εἰπὼν γὰρ, Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμὴν, ἀπὸ σφοδροτέρας ἄρχεται ἐπιπλήξεως, οὕτω λέγων· Θαυμάζω, ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ, εἰς ἕτερον εὐαγγέλιον. Ἐπειδὴ γὰρ διὰ τῆς τοῦ νόμου φυλακῆς ὑπώπτευον ἀρέσκειν τῷ Πατρὶ, καθάπερ καὶ Ἰουδαῖοι τὸν Χριστὸν διώκοντες, τοῦτο πρῶτον ἐνδείκνυται, ὅτι οὐ τὸν Χριστὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα παροξύνουσι τοῦτο πράττοντες. Οὐ γὰρ ἀπὸ τοῦ Χριστοῦ, φησὶν, ἀλλὰ καὶ ἀπὸ τοῦ Πατρὸς μεθίστασθε τοῦτο ποιοῦντες. Ὥσπερ γὰρ ἡ Παλαιὰ οὐ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ τοῦ Υἱοῦ, οὕτω καὶ ἡ χάρις οὐ τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ τοῦ Πατρὸς, καὶ πάντα κοινά· Πάντα γὰρ τὰ τοῦ Πατρός μου, ἐμά ἐστιν. Εἰπὼν τοίνυν, ὅτι καὶ τοῦ Πατρὸς ἀφίστανται, δύο ἐγκλήματα τίθησι, καὶ τὴν μετάθεσιν, καὶ τὴν ταχίστην μετάθεσιν. Καὶ μὴν τὸ ἐναντίον κατηγορίας ἄξιον, τὸ μετὰ πολὺν ἀποστῆναι χρόνον· ἀλλὰ ἐνταῦθα περὶ ἀπάτης ὁ λόγος. Ἄξιος μὲν γὰρ ἐγκλημάτων καὶ ὁ μετὰ πολὺν χρόνον· ὁ δὲ ἐκ πρώτης προσβολῆς, καὶ ἐν αὐτοῖς τοῖς ἀκροβολισμοῖς καταπεσὼν, ἐσχάτης ἀσθενείας ἐξήνεγκεν ὑπόδειγμα, ὃ καὶ τούτοις ἐγκαλεῖ, λέγων· Τί τοῦτο, ὅτι οὐδὲ χρόνου δέονται οἱ ἀπατῶντες ὑμᾶς, ἀλλ' ἡ πρώτη προσαγωγὴ ἀρκεῖ πάντας ὑμᾶς καταστρέψασθαι καὶ ἑλεῖν; καὶ ποίαν ἂν σχοίητε συγγνώμην; Εἰ γὰρ ἐπὶ φίλων τοῦτο γινόμενον, ἔγκλημα, καὶ ὁ τοὺς προτέρους καὶ χρησίμους τῶν ἐπιτηδείων ἀφεὶς καταγνώσεως ἄξιος, ὁ Θεοῦ