1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

9

παισίν ἐστι κατάδηλα. Εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες ἀνατρέψαι τὸ Εὐαγγέλιον

τοῦ Χριστοῦ. Τουτέστιν, Ἕως ἂν ὑγιαίνητε τὸν νοῦν, οὐκ ἐπιγνώσεσθε ἕτερον εὐαγγέλιον, ἕως ἂν ὀρθὰ βλέπητε, καὶ μὴ διεστραμμένα, τὰ μὴ ὄντα φανταζόμενοι. Ὥσπερ γὰρ ὁ ὀφθαλμὸς διαταραχθεὶς ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ· οὕτω καὶ νοῦς τῇ τῶν πονηρῶν συγχύσει θολούμενος λογισμῶν τὸ αὐτὸ τοῦτο πάσχειν εἴωθε. ∆ιὰ γὰρ τοῦτο καὶ οἱ μαινόμενοι ἕτερα ἀνθ' ἑτέρων φαντάζονται. Ἀλλ' αὕτη χαλεπωτέρα ἐκείνης ἡ μανία, οὐκ ἐν τοῖς αἰσθητοῖς, ἀλλ' ἐν τοῖς νοητοῖς τὴν βλάβην ἐργαζομένη, οὐκ ἐν τῇ κόρῃ τῶν τοῦ σώματος ὀμμάτων, ἀλλ' ἐν τοῖς ὀφθαλμοῖς τῆς διανοίας τὴν καταστροφὴν κατασκευάζουσα. Καὶ θέλοντες ἀνατρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ μὴν μίαν μόνην, ἢ δευτέραν ἐπεισῆγον ἐντολὴν, τὴν τῆς περιτομῆς, καὶ τὴν τῶν ἡμερῶν μόνον καινοτομοῦντες· ἀλλὰ δεικνὺς ὅτι μικρὸν παραποιηθὲν, τὸ ὅλον λυμαίνεται, εἶπε τὸ Εὐαγγέλιον ἀνατρέπεσθαι. Καθάπερ γὰρ ἐν τοῖς βασιλικοῖς νομίσμασιν ὁ μικρὸν τοῦ χαρακτῆρος περικόψας, ὅλον τὸ νόμισμα κίβδηλον εἰργάσατο· οὕτω καὶ ὁ τῆς ὑγιοῦς πίστεως καὶ τὸ βραχύτατον ἀνατρέψας, τῷ παντὶ λυμαίνεται, ἐπὶ τὰ χείρονα προϊὼν ἀπὸ τῆς ἀρχῆς. Ποῦ τοίνυν εἰσὶν οἱ φιλονεικίας ἡμᾶς κρίνοντες ἕνεκεν τῆς πρὸς τοὺς αἱρετικοὺς διαστάσεως; ποῦ νῦν εἰσιν οἱ λέγοντες οὐδὲν μέσον εἶναι ἡμῶν κἀκείνων, ἀλλ' ἀπὸ φιλαρχίας τὴν διαφορὰν γίνεσθαι; Ἀκουέτωσαν τί φησιν ὁ Παῦλος, ὅτι τὸ Εὐαγγέλιον ἀνέτρεψαν οἱ καὶ μικρόν τι καινοτομοῦντες. Οὗτοι δὲ οὔ τι μικρόν· πῶς γὰρ, οἱ τὸν Υἱὸν τοῦ Θεοῦ κτίσμα λέγοντες; Οὐκ ἤκουσας ὅτι καὶ ἐν τῇ Παλαιᾷ ἐν σαββάτῳ ξύλα τις συλλέξας, καὶ μίαν ἐντολὴν παραβὰς, καὶ οὐδὲ ταύτην μεγίστην, ἐσχάτην δέδωκε δίκην; καὶ Ὀζᾶ τὴν κιβωτὸν μέλλουσαν περιτρέπεσθαι στηρίξας, παραχρῆμα ἀπέθανεν, ὅτι μὴ προσηκούσης αὐτῷ διακονίας ἥψατο; Εἶτα σαββάτου μὲν ἡ παράβασις, καὶ τὸ τῆς κιβωτοῦ καταπιπτούσης ἅψασθαι, εἰς τοσαύτην ἤγαγε τὸν Θεὸν ἀγανάκτησιν, ὥστε μηδὲ βραχείας τυχεῖν συγγνώμης τοὺς ταῦτα τολμήσαντας· ὁ δὲ δόγματα φρικτὰ καὶ ἀπόῤῥητα 61.623 λυμηνάμενος, οὗτος ἀπολογίας τεύξεται καὶ συγγνώμης; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Ἀλλὰ καὶ αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν, τὸ μὴ καὶ ὑπὲρ τῶν μικρῶν τούτων ἀγανακτεῖν. ∆ιὰ τοῦτο τὰ μείζονα τῶν ἁμαρτημάτων ἐπεισῆλθεν, ὅτι τὰ ἐλάττονα τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως. Καὶ καθάπερ ἐν τοῖς σώμασιν οἱ τῶν τραυμάτων καταφρονήσαντες, πυρετοὺς ἔτεκον καὶ σηπεδόνας καὶ θάνατον· οὕτω καὶ ἐπὶ τῶν ψυχῶν οἱ τῶν μικρῶν ὑπερορῶντες, τὰ μείζονα ἐπεισάγουσιν. Ὁ δεῖνα, φησὶ, περὶ τὴν νηστείαν σφάλλεται, καὶ οὐδὲν μέγα ἐστίν· ἕτερος τῇ πίστει μὲν ἔῤῥωται τῇ ὀρθῇ, ὑποκρινόμενος δὲ διὰ τὸν καιρὸν, τὴν παῤῥησίαν προέδωκεν· οὐδὲ τοῦτό τι μέγα δεινόν. Ἄλλος παροξυνθεὶς, ἠπείλησεν ἀποστήσεσθαι τῆς ὀρθῆς πίστεως· ἀλλ' οὐδὲ τοῦτο ἄξιον τιμωρίας· ὀργῇ γὰρ ἥμαρτε, φησὶ, καὶ θυμῷ. Καὶ μυρία τις ἂν εὕροι τοιαῦτα καθ' ἑκάστην ἡμέραν ἁμαρτήματα ἐπεισαγόμενα ταῖς Ἐκκλησίαις. ∆ιὰ τοῦτο καὶ καταγέλαστοι γεγόναμεν καὶ Ἰουδαίοις καὶ Ἕλλησιν, εἰς μυρία τῆς Ἐκκλησίας σχιζομένης. Εἰ γὰρ οἱ παρὰ τὴν ἀρχὴν ἀποπηδᾷν τῶν θείων θεσμῶν ἐπιχειροῦντες καὶ μικρόν τι παρακινεῖν, τῆς προσηκούσης ἐτύγχανον ἐπιτιμήσεως, οὐκ ἂν ὁ παρὼν ἐτέχθη λοιμὸς, καὶ τοσοῦτος χειμὼν τὰς Ἐκκλησίας κατέλαβεν. Ὅρα γοῦν ὁ Παῦλος πῶς τὴν περιτομὴν ἀνατροπὴν τοῦ Εὐαγγελίου καλεῖ.

ζʹ· Νῦν δέ εἰσι πολλοὶ παρ' ἡμῖν καὶ τὴν αὐτὴν Ἰουδαίοις νηστεύοντες ἡμέραν, καὶ σάββατα τηροῦντες ὁμοίως· καὶ φέρομεν γενναίως, μᾶλλον δὲ ταλαιπώρως. Καὶ τί