1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

10

δὲ καὶ τὰς ἱερὰς πλάκας διὰ χειρός, αἳ θεῖον εὕρημα καὶ δῶρον ἦσαν, οὐδεμιᾶς ἀνθρωπίνης συνεργίας εἰς τὸ γενέσθαι προδεηθεῖσαι. Ἀλλ' ἔργον Θεοῦ ἐπίσης ἑκατέρα ἦν, ἥ τε ὕλη καὶ τὰ ἐπὶ ταύτῃ χαράγματα. Νομὸς δὲ ἦν τὰ χαράγματα. Ἀλλ' ἐκώλυσε τὴν χάριν ὁ λαός, πρὶν ἐπιστῆναι τὸν νομοθέτην, εἰς εἰδωλολατρείαν ἀφηνιάσας. 1.58 Ἐπειδὴ γὰρ χρόνος τις οὐ βραχὺς τῷ Μωϋσεῖ διεγένετο τῇ πρὸς Θεὸν ὁμιλίᾳ διὰ τῆς θείας ἐκείνης μυσταγωγίας ἀποσχολάζοντι, καὶ ἦν ἐν τεσσαράκοντα ἡμέραις καὶ τοσαύς νυξὶ τῆς ἀϊδίου ἐκείνης ζωῆς ὑπὸ τὸν γνόφον μετέχων καὶ αὐτῆς τῆς φύσεως ἔξω γενόμενος (οὐ γὰρ ἐπεδεήθη κατὰ τὸν χρόνον ἐκεῖνον εἰς τὸ σῶμα τροφῆς), τότε οἷόν τι μειράκιον ὁ λαός, τῶν τοῦ παιδαγωγοῦντος ὄψεων ἔξω γενόμενος, ἀνέτοις ὁρμαῖς εἰς ἀταξίαν ἐκφέρεται καὶ συστὰς ἐπὶ τὸν Ἀαρὼν ἀνάγκην ἐπάγει τῷ ἱερεῖ τῆς εἰδωλολατρείας αὐτοῖς καθηγήσασθαι. 1.59 Καὶ γεγονότος τοῦ εἰδώλου ἐκ χρυσίου τῆς ὕλης (μόσχος δὲ τὸ εἴδωλον ἦν), οἱ μὲν ἐπηγάλ λοντο τῷ ἀσεβήματι, ὁ δὲ Μωϋσῆς κατ' αὐτοὺς ἤδη γενόμενος συντρίβει τὰς πλάκας ἃς θεόθεν ἐκόμιζεν, ὡς ἂν τοῦ πλημμε λήματος ἀξίαν τὴν τιμωρίαν ὑπόσχοιεν τῆς θεοσδότου χάριτος ἀμοιρήσαντες. 1.60 Εἶτα τῷ ἐμφυλίῳ αἵματι διὰ τῶν Λευϊτῶν καθαρίσας τὸ ἄγος καὶ τῷ ἰδίῳ θυμῷ τῷ κατὰ τῶν πεπλημμεληκότων τὸ Θεῖον ἱλεωσάμενος τό τε εἴδωλον ἐξαναφανίσας, οὕτω πάλιν τεσσαράκοντα ἡμερῶν προσεδρείᾳ τὰς πλάκας κομίζε, ὧν ἡ γραφὴ μὲν ἐκ θείας δυνάμεως ἦν, ἡ δὲ ὕλη διὰ τῆς Μωϋσέως ἐξησκήθη χειρός. Ταύτας κομίζεται πάλιν ἐκβὰς τὴν φύσιν ἐν τῷ τοσούτῳ τῶν ἡμερῶν ἀριθμῷ, ἄλλον τινὰ τρόπον καὶ οὐ κατὰ τὸν νενομισμένον ἡμῖν βιοτεύων, οὐδὲν τῶν ὑποστηριζόντων διὰ τροφῆς τὸ τῆς φύσεως ἡμῶν ἐνδεὲς τῷ ἰδίῳ σώματι προσδεξάμενος.

1.61 Καὶ οὕτως αὐτοῖς τήν τε σκηνὴν ἐπήξατο καὶ τὰ νόμιμα παρατίθεται, τὴν ἱερωσύνην κατὰ τὴν γενομένην αὐτῷ θεόθεν διδασκαλίαν καταστησάμενος. Καὶ ἐπειδὴ πάντα κατὰ τὴν θείαν ὑφήγησιν διὰ τῆς ὑλικῆς δημιουργίας κατεσκευά σατο, τὴν σκηνήν, τὰ προπύλαια, τὰ ἐντὸς πάντα, θυμιατή ριον, θυσιαστήριον, λυχνίαν, παραπετάσματα, καταπετάσ ματα, τὸ τῶν ἀδύτων ἐντὸς ἱλαστήριον, τὸν τῆς ἱερωσύνης κόσμον, τὸ μῦρον, τὰς διαφόρους ἱερουργίας, τὰ καθάρσια, τὰ χαριστήρια, τὰ τῶν κακῶν ἀποτρόπαια, τὰ ἐπὶ τοῖς πλημμεληθεῖσιν ἱλεωτήρια, πάντα κατὰ τὸν δέοντα τρόπον ἐν αὐτοῖς διατάξας, ἐκίνησεν ἐν τοῖς ἐπιτηδείοις τὸν φθόνον καθ' ἑαυτοῦ, τὸ συγγενὲς τῇ φύσει τῶν ἀνθρώπων ἀρρώστημα, 1.62 ὡς καὶ τὸν Ἀαρὼν ταῖς τιμαῖς τῆς ἱερωσύνης τιμώμενον καὶ τὴν ἀδελφὴν αὐτοῦ Μαριάμ, ζηλοτυπίᾳ τινὶ γυναικω δεστέρᾳ πρὸς τὴν γενομένην αὐτῷ θεόθεν τιμὴν ὑποκινηθεῖσαν, φθέγξασθαί τι τοιοῦτον, ἐφ' ᾧ παρεκινήθη τὸ Θεῖον εἰς τὴν τοῦ πλημμελήματος κόλασιν. Ἔνθα δὴ καὶ πλέον τι θαυμάζειν ἄξιον τῆς ἀνεξικακίας τὸν Μωϋσέα, ὅτι τοῦ Θεοῦ τὴν ἄλογον βασκανίαν τοῦ γυναίου κολάζοντος, ἰσχυροτέραν τὴν φύσιν τῆς ὀργῆς ποιησάμενος, τὸν Θεὸν ὑπὲρ τῆς ἀδελφῆς ἱλεώσατο. 1.63 Τοῦ δὲ πλήθους πάλιν εἰς ἀταξίαν τραπέντος (ἡγεῖτο δὲ τῆς πλημμελείας ἡ τῶν κατὰ γαστέρα ἡδονῶν ἀμετρία, οἷς οὐκ ἤρκει τὸ ζῆν ὑγιεινῶς τε καὶ ἀλύπως ἐκ τῆς ἄνωθεν ἐπιρρεούσης τροφῆς, ἀλλ' ἡ τῶν σαρκῶν ἐπιθυμία καὶ ὁ τῆς κρεωβορίας πόθος προτιμοτέραν ἐποίει τῶν παρόντων αὐτοῖς ἀγαθῶν τὴν παρ' Αἰγυπτίοις δουλείαν), ὁ μὲν κοινοῦται τῷ Θεῷ περὶ τοῦ κατασκήψαντος ἐν αὐτοῖς πάθους, ὁ δὲ παιδεύει τὸ μὴ δεῖν οὕτως ἔχειν διὰ τοῦ δοῦναι τυχεῖν ὧν ἐφίεντο, ὀρνέων τι πλῆθος, πρόσγειον ποιουμένων τὴν πτῆσιν, ἐφιεὶς τῷ στρατοπέδῳ νεφεληδὸν καὶ κατ' ἀγέλας ἐφίπτασθαι, ἐφ' ὧν ἡ εὐκολία τῆς ἄγρας εἰς κόρον τὴν τῶν κρεῶν ἐπιθυμίαν προήγαγεν. 1.64 Ἡ δὲ ἀμετρία τῆς βρώσεως ἀθρόως αὐτοῖς τὰς τῶν σωμάτων κράσεις εἰς φθοροποιοὺς χυμοὺς μετεσκεύασε καὶ ἡ πλησμονὴ αὐτοῖς εἰς νόσον καὶ θάνατον ἔληξεν, ὧν τὸ ὑπόδειγμα αὐτοῖς τε ἐκείνοις καὶ τοῖς πρὸς ἐκείνους ὁρῶσιν ἰκανὸν πρὸς σωφροσύνην ἐγένετο. 1.65 Εἶτα κατάσκοποι παρ' αὐτοῦ πέμπονται τῆς