1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

10

λέγω τὰ Ἰουδαίων; καὶ γὰρ Ἑλλήνων ἔθη πολλὰ παρά τισι τῶν ἡμετέρων φυλάττεται, κλῃδονισμοὶ καὶ οἰωνισμοὶ καὶ σύμβολα καὶ ἡμερῶν παρατηρήσεις, καὶ ἡ περὶ τὴν γένεσιν σπουδὴ, καὶ τὰ πάσης ἀσεβείας γέμοντα γραμματεῖα, ἃ τικτομένων τῶν παιδίων εὐθέως ἐπὶ κακῷ τῆς ἑαυτῶν συντιθέασι κεφαλῆς, ἐκ προοιμίων παιδεύοντες καταλύειν τοὺς ὑπὲρ ἀρετῆς πόνους, καὶ ὑπὸ τὴν πεπλανημένην τυραννίδα τῆς εἱμαρμένης τό γε αὐτῶν ἄγοντες μέρος. Εἰ δὲ τοὺς περιτεμνομένους οὐδὲν ὁ Χριστὸς ὠφελεῖ, τοὺς τοσαῦτα ἐπισυρομένους κακὰ, τί τοσοῦτον ἡ πίστις εἰς σωτηρίαν ὠφελήσει λοιπόν; Καίτοι ἡ περιτομὴ παρὰ Θεοῦ δεδομένη ἦν, ἀλλ' ὅμως ἐπειδὴ ἐλυμαίνετο τῷ Εὐαγγελίῳ οὐκ ἐν καιρῷ τελουμένη, πάντα ἔπραττεν ὁ Παῦλος, ὥστε αὐτὴν περικόψαι. Εἶτα ὁ μὲν Παῦλος ὑπὲρ ἐθῶν Ἰουδαϊκῶν τοσαύτην ἐποιεῖτο σπουδὴν, ἐπειδὴ ἀκαίρως ἐφυλάττετο, ἡμεῖς δὲ οὐδὲ τὴν Ἑλληνικὴν περικόψομεν συνήθειαν; καὶ ποίαν σχοίημεν ἀπολογίαν; ∆ιὰ ταῦτα ἐν ταραχαῖς καὶ θορύβοις νῦν τὰ ἡμέτερα, καὶ οἱ μαθητευόμενοι φρονήματος ἐμπλησθέντες πολλοῦ τὴν τάξιν ἀνέτρεψαν, καὶ τὰ ἄνω κάτω γεγένηται. Κἂν μικρόν τις ἐγκαλέσῃ, διαπτύουσι τοὺς ἄρχοντας, ἐπειδὴ κακῶς ἡμεῖς αὐτοὺς ἐπαιδοτριβήσαμεν. Καίτοι γε εἰ καὶ μοχθηρότεροι, καὶ μυρίων ἦσαν κακῶν γέμοντες οἱ προεστῶτες, οὐδὲ οὕτω τῷ μαθητῇ θέμις ἦν παρακούειν. Εἰ γὰρ περὶ τῶν Ἰουδαίων διδασκάλων φησὶν, ὅτι ἐπειδὴ ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν, ἀκούεσθαι δίκαιοι παρὰ τῶν μαθητευομέ 61.624 νων ἂν εἶεν, καίτοι γε ἔργα εἶχον οὕτω πονηρὰ, ὡς τοὺς μαθητὰς κελεῦσαι μὴ ζηλοῦν, μηδὲ μιμεῖσθαι ἐκεῖνα, τίνος ἂν εἶεν συγγνώμης ἄξιοι οἱ τοὺς τῆς Ἐκκλησίας προέδρους τοὺς τῇ χάριτι τοῦ Θεοῦ μετ' ἐπιεικείας ζῶντας διαπτύοντες καὶ καταπατοῦντες; Εἰ γὰρ ἀλλήλους κρίνειν οὐ θέμις, πολλῷ μᾶλλον τοὺς διδασκάλους. Ἀλλὰ κἂν ἐγὼ, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω.

Ὅρα σύνεσιν ἀποστολικήν. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι κενοδοξίας ἕνεκεν τὰ ἴδια συγκροτεῖ δόγματα, καὶ ἑαυτὸν ἀνεθεμάτισεν. Ἐπειδὴ δὲ καὶ εἰς ἀξιώματα κατέφευγον, Ἰάκωβον καὶ Ἰωάννην, διὰ τοῦτο καὶ ἀγγέλων ἐμνήσθη. Μὴ γάρ μοι Ἰάκωβον εἴπῃς, φησὶ, καὶ Ἰωάννην· κἂν γὰρ τῶν πρώτων ἀγγέλων ᾖ τις τῶν ἐξ οὐρανοῦ διαφθείρων τὸ κήρυγμα, ἀνάθεμα ἔστω. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐξ οὐρανοῦ, ἀλλ' ἐπειδὴ καὶ οἱ ἱερεῖς ἄγγελοι ἐκαλοῦντο· Χείλη γὰρ ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν· ἵνα μὴ τούτους νομίσῃς ἀγγέλους λέγεσθαι νῦν, τῇ τοῦ οὐρανοῦ προσθήκῃ τὰς ἄνω δυνάμεις ᾐνίξατο. Καὶ οὐκ εἶπεν, Ἐὰν ἐναντία καταγγέλλωσιν, ἢ ἀνατρέπωσι τὸ πᾶν, ἀλλὰ, Κἂν μικρόν τι εὐαγγελίζωνται παρ' ὃ εὐηγγελισάμεθα, κἂν τὸ τυχὸν παρακινήσωσιν, ἀνάθεμα ἔστωσαν. Ὡς προείρηκα, καὶ ἄρτι πάλιν λέγω. Ἵνα γὰρ μὴ νομίσῃς θυμοῦ τὰ ῥήματα εἶναι, ἢ ὑπερβολικῶς εἰρῆσθαι, ἢ κατὰ συναρπαγήν τινα, δεύτερον τὰ αὐτὰ πάλιν τίθησιν. Ὁ μὲν γὰρ θυμῷ τι προαχθεὶς εἰπεῖν, κἂν μεταγνοίη ταχέως· ὁ δὲ δεύτερον τὰ αὐτὰ λέγων, δείκνυσιν ὅτι κρίνας οὕτως εἶπε, καὶ πρότερον ἐν τῇ γνώμῃ κυρώσας, οὕτως ἐξήνεγκε τὸ λεχθέν. Ὁ μὲν οὖν Ἀβραὰμ ἀξιούμενος πέμψαι τὸν Λάζαρον ἔλεγεν, Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἐὰν μὴ ἐκείνων ἀκούσωσιν, οὐδὲ νεκρῶν ἀνισταμένων ἀκούσονται. Ταῦτα δὲ αὐτὸν εἰσάγει λέγοντα ὁ Χριστὸς, δεικνὺς ὅτι καὶ νεκρῶν ἐγειρομένων ἀξιοπιστοτέρας εἶναι βούλεται τὰς Γραφάς. Ὁ δὲ Παῦλος (ὅταν δὲ Παῦλον εἴπω, τὸν Χριστὸν πάλιν λέγω· αὐτὸς γὰρ ἦν ὁ κινῶν αὐτοῦ τὴν ψυχήν) καὶ ἀγγέλων ἐξ οὐρανοῦ καταβαινόντων αὐτὰς προτίθησι· καὶ μάλα εἰκότως. Οἱ γὰρ ἄγγελοι, κἂν μεγάλοι, ἀλλὰ δοῦλοι καὶ ὑπουργοὶ τυγχάνουσιν ὄντες· αἱ δὲ Γραφαὶ πᾶσαι οὐ παρὰ δούλων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων Θεοῦ ∆εσπότου γραφεῖσαι ἐπέμφθησαν. ∆ιὰ