1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

11

τοῦτό φησιν· Ἐάν τις ὑμᾶς εὐαγγελίσηται παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν. Καὶ οὐκ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, συνετῶς σφόδρα καὶ ἀνεπαχθῶς. Τί γὰρ ἔδει λοιπὸν ὀνομάτων μνησθῆναι τὸν τοσαύτῃ χρησάμενον ὑπερβολῇ, ὡς καὶ ἅπαντας, καὶ τοὺς ἄνω καὶ τοὺς κάτω, περιλαβεῖν; ∆ιὰ μὲν γὰρ τοῦ τοὺς εὐαγγελιστὰς καὶ ἀγγέλους ἀναθεματίσαι, πᾶν ἀξίωμα περιέγραψε· διὰ δὲ τοῦ ἑαυτὸν, πᾶσαν οἰκειότητα καὶ γνησιότητα. Μὴ γάρ μοι εἴπῃς, ὅτι Οἱ συναπόστολοί σου καὶ ἑταῖροι ταῦτα λέγουσιν· οὐδὲ γὰρ ἐμαυτοῦ φείδομαι τοιαῦτα κηρύττοντος. Ταῦτα δὲ 61.625 οὐχ ὡς καταγινώσκων τῶν ἀποστόλων φησὶν, οὐδὲ ὡς παραβαινόντων τὸ κήρυγμα, ἄπαγε· Εἴτε γὰρ ἡμεῖς, εἴτε ἐκεῖνοι, φησὶν, οὕτω κηρύσσομεν· ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι ἀξίωμα προσώπων οὐ προσίεται, ὅταν περὶ ἀληθείας ὁ λόγος ᾖ. Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Εἰ γὰρ καὶ ὑμᾶς ἠπάτων, φησὶ, ταῦτα λέγων, μὴ τὸν Θεὸν δύναμαι παραλογίσασθαι τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότα, καὶ ᾧ πᾶσά μοι σπουδὴ διαπαντὸς ἀρέσκειν; Εἶδες φρόνημα ἀποστολικόν; εἶδες ὕψος εὐαγγελικόν; Τὰ αὐτὰ δὲ ταῦτα καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγεν, Οὐχ ὑμῖν ἀπολογούμεθα, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος· καὶ πάλιν, Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. Ἐπειδὴ γὰρ μαθηταῖς διδάσκαλος ὢν ἀναγκάζεται ἀπολογεῖσθαι, ὑπομένει μὲν αὐτὸ, δυσανασχετεῖ δὲ, οὐ δι' ἀπόνοιαν, μὴ γένοιτο, ἀλλὰ διὰ τὴν εὐκολίαν τῆς τῶν ἀπατωμένων γνώμης, καὶ τὸ μὴ σφόδρα παρ' αὐτοῖς πιστεύεσθαι. ∆ιὸ καὶ ταῦτα εἴρηκε, μονονουχὶ λέγων· Μὴ γὰρ πρὸς ὑμᾶς μοι ὁ λόγος ἐστί; μὴ γὰρ ἄνθρωποί μοι δικάζειν μέλλουσι; πρὸς τὸν Θεὸν ἡμῖν ὁ λόγος ἐστὶ, καὶ ὑπὲρ τῶν εὐθυνῶν τῶν ἐκεῖ ἅπαντα πράττομεν, καὶ οὐκ ἂν εἰς τοσοῦτον ἤλθομεν ἀθλιότητος, ὡς μέλλοντες ἀπολογεῖσθαι τῷ πάντων ∆εσπότῃ ὑπὲρ ὧν κηρύττομεν, διαφθείρειν τὰ δόγματα.

ηʹ. Ὥστε ὁμοῦ μὲν ἀπολογούμενος, ὁμοῦ δὲ αὐτῶν κατεξανιστάμενος, ταῦτα

τέθεικε. Τοὺς γὰρ μαθητευομένους οὐ δικάζειν τοῖς διδασκάλοις, ἀλλὰ πιστεύειν προσῆκεν· ἐπειδὴ δὲ ἀντεστράφη ἡ τάξις, καὶ κριταὶ καθέζεσθε, φησὶ, μάθετε ὅτι τῆς μὲν πρὸς ὑμᾶς ἀπολογίας οὐ πολύς μοι λόγος, τὸ δὲ πᾶν διὰ τὸν Θεὸν πράττομεν, καὶ ὥστε ἐκεῖνον περὶ δογμάτων ἀπολογήσασθαι τούτων. Ὁ μὲν γὰρ ἀνθρώπους θέλων πεῖσαι, πολλὰ ὕπουλα ποιεῖ καὶ διεστραμμένα, καὶ ἀπάτῃ κέχρηται καὶ ψεύδει, ὥστε πεῖσαι καὶ ἑλεῖν τὴν τῶν ἀκουόντων γνώμην· ὁ δὲ Θεὸν πείθων, καὶ ἀρέσκειν ἐκείνῳ σπουδάζων, ἁπλῆς δεῖται διανοίας καὶ καθαρᾶς· ἀνεξαπάτητον γὰρ τὸ Θεῖον. Ὅθεν δῆλον, ὅτι καὶ ἡμεῖς, φησὶν, οὐ φιλαρχίας ἕνεκεν, οὐδὲ ὥστε μαθητὰς ἔχειν, οὐδὲ τῆς παρ' ὑμῶν ἐφιέμενοι δόξης ταῦτα γράφομεν· οὐ γὰρ ἀνθρώποις ἀρέσαι ἐσπουδάκαμεν, ἀλλὰ Θεῷ. Εἰ γὰρ ἤθελον ἀνθρώποις ἀρέσκειν, ἔτι μετὰ Ἰουδαίων ἤμην, ἔτι τὴν Ἐκκλησίαν ἐδίωκον. Ὁ δὲ ἔθνους ὁλοκλήρου καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ δόξης τοσαύτης καταφρονήσας, καὶ ἀνταλλαξάμενος τούτων διωγμοὺς καὶ ἔχθρας καὶ πολέμους καὶ θανάτους καθημερινοὺς, εὔδηλον ὅτι καὶ ταῦτα, ἃ λέγω νῦν, οὐ τῆς τῶν ἀνθρώπων δόξης ἐφιέμενος λέγω. Τοῦτο δὲ εἴρηκεν, ἐπειδὴ μέλλει καὶ τὸν πρότερον αὐτοῦ διηγεῖσθαι βίον, καὶ τὴν ἀθρόαν μεταβολὴν, καὶ δεικνύναι δι' ἐναργῶν ἀποδείξεων, ὅτι μετ' ἀληθείας 61.626 μετέστη, ἵνα μὴ νομίσωσιν, ὅτι αὐτοῖς ἀπολογούμενος ταῦτα ποιεῖ, καὶ ἐπαρθῶσι. ∆ιὰ τοῦτο προεῖπεν· Ἄρτι γὰρ ἀνθρώπους πείθω; Οἶδε γὰρ εἰς καιρὸν τὸν προσήκοντα πρὸς τὴν τῶν μαθητευομένων διόρθωσιν καὶ ὑψηλὸν καὶ μέγα τι φθέγγεσθαι. Καίτοι γε ἦν ἑτέρωθεν τὰς ἀποδείξεις ποιήσασθαι τοῦ μετὰ ἀληθείας κηρύττειν, ἀπὸ τῶν σημείων, ἀπὸ τῶν θαυμάτων, ἀπὸ τῶν