1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

12

κινδύνων, ἀπὸ τῶν δεσμωτηρίων, ἀπὸ τῶν καθημερινῶν θανάτων, ἀπὸ τοῦ λιμοῦ καὶ τοῦ δίψους, καὶ τῆς γυμνότητος, ἀπὸ τῶν ἄλλων τῶν τοιούτων· ἀλλ' ἐπειδὴ οὐ πρὸς τοὺς ψευδαποστόλους, ἀλλὰ πρὸς τοὺς ἀποστόλους ὁ λόγος ἦν αὐτῷ νῦν, ἐκεῖνοι δὲ καὶ τούτων ἦσαν κεκοινωνηκότες, τῶν κινδύνων λέγω, ἑτέρωθεν μεθοδεύει τὸν λόγον· ἐπεὶ, ὅτε πρὸς τοὺς ψευδαποστόλους ἀπετείνατο, οὕτω προσάγει τὴν σύγκρισιν, τὴν ἐν τοῖς κινδύνοις ὑπομονὴν εἰς μέσον φέρων καὶ λέγων· ∆ιάκονοι Χριστοῦ εἰσι; (παραφρονῶν λαλῶ·) ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· νῦν μέντοι τὴν προτέραν ἀναστροφὴν λέγει, καί φησι· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς ἄνω καὶ κάτω τοῦτο διισχυρίζεται, ὅτι τοῦ Χριστοῦ γέγονε μαθητὴς, οὐκ ἀνθρώπου μεσιτεύοντος, ἀλλ' αὐτοῦ δι' ἑαυτοῦ καταξιώσαντος ἀποκαλύψαι τὴν γνῶσιν αὐτῷ πᾶσαν. Καὶ ποία τοῖς ἀπιστοῦσιν ἀπόδειξις γένοιτ' ἂν τοῦ τὸν Θεὸν ἀποκαλύψαι σοι δι' ἑαυτοῦ, καὶ μὴ διὰ μέσου τινὸς τὰ ἀπόῤῥητα ἐκεῖνα μυστήρια; Ἡ προτέρα ἀναστροφὴ, φησίν· οὐ γὰρ ἂν, εἰ μὴ Θεὸς ἦν ὁ ἐκκαλύπτων, οὕτως ἀθρόαν ἔσχον μεταβολήν. Οἱ μὲν γὰρ ὑπὸ ἀνθρώπων διδασκόμενοι, ὅταν σφοδροὶ καὶ διακαεῖς ὦσιν ἐν τοῖς ἐναντίοις, χρόνου δέονται καὶ πολλῆς τῆς μηχανῆς πρὸς τὸ πεισθῆναι· ὁ δὲ οὕτως ἀθρόον μεταστὰς, καὶ ἐν αὐτῇ τῇ τῆς μανίας ἀκμῇ καθαρῶς νήψας, εὔδηλον ὅτι θείας τυχὼν ὄψεως καὶ διδασκαλίας, ἀθρόον πρὸς τὴν καθαρὰν ἐπανῆλθεν ὑγείαν. ∆ιὰ τοῦτο ἀναγκάζεται περὶ τῆς προτέρας αὐτοῦ διηγήσασθαι ἀναστροφῆς, καὶ μάρτυρας αὐτοὺς καλεῖ τῶν γενομένων. Ὅτι μὲν γὰρ κατηξίωσεν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς δι' ἑαυτοῦ με καλέσαι ἐκ τῶν οὐρανῶν, ὑμεῖς οὐκ ἴστε· πῶς γὰρ, οἱ μὴ παρόντες; ὅτι δὲ διώκτης ἤμην, σφόδρα ἴστε. Καὶ γὰρ μέχρις ὑμῶν ἡ σφοδρότης ἡ ἐμὴ διεδόθη· καίτοι πολὺ τὸ διάστημα Παλαιστινῶν καὶ Γαλατῶν· ὥστε οὐκ ἂν τοσοῦτον διέβη ἡ φήμη, εἰ μὴ πολλὴ τῶν γινομένων ὑπερβολὴ ἦν, καὶ πᾶσιν ἀφόρητος. ∆ιὸ καί φησιν· Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Ὁρᾷς πῶς ἕκαστον μετὰ ἐπιτάσεως τίθησι, καὶ οὐκ αἰσχύνεται; Οὐ γὰρ ἁπλῶς ἐδίωκεν, ἀλλὰ μεθ' ὑπερβολῆς ἁπάσης, καὶ οὐκ ἐδίωκε μόνον, ἀλλὰ καὶ ἐπόρθει, τουτέστι, σβέσαι ἐπεχείρει τὴν Ἐκκλησίαν, καταστρέψαι, καθελεῖν, ἀφανίσαι· τοῦτο γὰρ πορθοῦντος ἔργον. Καὶ 61.627 προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.

θʹ. Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι θυμοῦ τὸ πρᾶγμα ἦν, δείκνυσιν ὅτι ζήλῳ τὸ πᾶν ἐποίει, εἰ καὶ μὴ κατ' ἐπίγνωσιν, οὐκ ἀπὸ κενοδοξίας, οὐδὲ ἔχθρας ἐκδιώκων, ἀλλὰ καὶ Ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὃ δέ φησι, τοῦτό ἐστιν· Εἰ τὰ κατὰ τῆς Ἐκκλησίας οὐ δι' ἄνθρωπον ἔπραττον, ἀλλὰ διὰ ζῆλον θεῖον, ἐσφαλμένον μὲν, ζῆλον δὲ ὅμως· πῶς νῦν ὑπὲρ τῆς Ἐκκλησίας τρέχων καὶ τὴν ἀλήθειαν ἐπιγνοὺς, διὰ κενοδοξίαν ταῦτα πράττω; Εἰ γὰρ ἐν τῷ σφάλλεσθαι οὐκ ἐκράτει μου πάθος τοιοῦτον, ἀλλ' ὁ τοῦ Θεοῦ ζῆλος ἐπὶ τοῦτό με ἤγαγε, πολλῷ μᾶλλον, ὅτε τὴν ἀλήθειαν ἐπέγνων, πάσης ἀπηλλάχθαι τοιαύτης δίκαιος ἂν εἴην ὑπονοίας. Ὁμοῦ τε γὰρ μετέστην πρὸς τὰ τῆς Ἐκκλησίας δόγματα, καὶ πᾶσαν ἀπεδυσάμην πρόληψιν Ἰουδαϊκὴν, πολλῷ πλείονα ζῆλον ἐνταῦθα ἐπιδειξάμενος· ὅπερ ἐστὶ σημεῖον τοῦ μετὰ ἀληθείας μεταστῆναι, καὶ ζήλῳ κατεχόμενον θείῳ. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τί ἦν ἕτερον, εἰπέ μοι, τὸ παρασκευάζον γενέσθαι τοσαύτην μεταβολὴν, καὶ ὕβριν τιμῆς, καὶ κινδύνους ἀνέσεως, καὶ