1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

13

φρονήματι. 2.5 Οὐκοῦν, ὡς ἄν τις ἐκ τῆς ἱστορίας τὰς ἀφορμὰς λαβὼν ἐπὶ τὸ γυμνότερον διακαλύπτοι τὸ αἴνιγμα, τοῦτο διδάσκει ὁ λόγος ἀρχὴν τοῦ κατ' ἀρετὴν ποιεῖσθαι βίου τὸ ἐπὶ λύπῃ τοῦ ἐχθροῦ γεννηθῆναι, ἐν τῷ τοιούτῳ φημὶ τῆς γεννήσεως εἴδει, ἧς ἡ προαίρεσις τὴν ὠδῖνα μαιεύεται. Οὐ γὰρ ἄν τις λυπήσειε τὸν ἀντίπαλον μὴ τοιαῦτα δεικνὺς ἐφ' ἑαυτοῦ τὰ γνωρίσματα, οἷα τῆς κατ' ἐκείνου νίκης τεκμήρια γίνεσθαι. 2.6 Τῆς δὲ αὐτῆς προαιρέσεως πάντως ἐστὶ γεννῆσαί τε τὸ ἀνδρεῖον τοῦτο καὶ ἐνάρετον γέννημα καὶ ταῖς καθηκούσαις τροφαῖς τιθηνήσασθαι καὶ ὅπως ἂν ἐκ τοῦ ὕδατος διασωθείη ἀπαθῶς προνοήσασθαι. Οἱ μὲν γὰρ τῷ τυράννῳ τοὺς τόκους αὐτῶν χαριζόμενοι, γυμνά τε καὶ ἀπρονόητα τῷ ῥείθρῳ τὰ τέκνα διαδιδόασιν. Ῥεῖθρον δὲ τὸν βίον φημὶ τὸν τοῖς ἐπαλλήλοις πάθεσι κυματούμενον, ὑφ' ὧν τὸ ἐν τῷ ῥείθρῳ γινόμενον ὑποβρύχιον καταδύεταί τε καὶ καταπνίγεται. 2.7 Οἱ δὲ σώφρωνές τε καὶ προνοητικοὶ λογισμοί, οἱ τῆς ἀνδρείας γονῆς πατέρες, ὅταν κατάγειν πρὸς τὰ τῆς ζωῆς ταυτῆς κύματα τὸ ἀγαθὸν ἔκγονον ἡ τοῦ βίου ἀνάγκη βιάσηται, κιβωτῷ πρὸς τὸ μὴ γενέσθαι βύθιον τὸν τῷ ῥείθρῳ δοθέντα κατασφαλίζονται. Κιβωτὸς δ' ἂν εἴη ἐκ διαφόρων σανίδων συμπεπηγυῖα ἡ ἐκ ποικίλων μαθημάτων συμπηγνυμένη παίδευσις, ἡ ἄνω τῶν κυμάτων τὸν δι' αὐτῆς ἐπιφερόμενον τοῦ βίου ἀνέχουσα, 2.8 ἧς ὑπαρχούσης, οὐδὲ ἐπὶ πολὺ τῷ σάλῳ τῶν ὑδάτων ἐμπλανηθήσεται ταῖς τῶν κυμάτων ὁρμαῖς συμπεριφερόμενος, ἀλλ' ἐπὶ τοῦ σταθεροῦ τῆς ὄχθης, τουτέστιν ἔξω τοῦ βιωτικοῦ σάλου γενόμενος, αὐτομάτως ὑπὸ τῆς φορᾶς τῶν ὑδάτων πρὸς τὸ σταθερὸν ἀπωσθήσεται, 2.9 ὃ δὴ καὶ τῇ πείρᾳ μανθάνομεν, ὅτι τοὺς μὴ συνδιαβαπτιζομένους ἔτι ταῖς ἀνθρωπίναις ἀπάταις αὐτῶν τῶν πραγμάτων ἡ ἄστατός τε καὶ πεφορημένη κίνησις ἀφ' ἑαυτῆς ἀπωθεῖται, ὥσπερ τι βάρος μάταιον τοὺς διὰ τῆς ἀρετῆς ἐνοχλοῦντας λογιζομένη. Ὁ δὲ τῶν τοιούτων ἔξω γενόμενος μιμείσθω τὸν Μωϋσέα καὶ μὴ φειδέσθω τῶν δακρύων, κἂν ἐν κιβωτῷ κατησφαλισμένος τύχῃ. Ἀσφαλὴς γὰρ φύλαξ τῶν διὰ τῆς ἀρετῆς σωζομένων τὸ δάκρυον.2.10 Εἰ δὲ ἡ ἄγονός τε καὶ στεῖρα βασιλέως οὖσα θυγάτηρ (ἣν οἶμαι τὴν ἔξωθεν κυρίως νοεῖσθαι φιλοσοφίαν) ὑποβαλ λομένη τὸν νέον μήτηρ τοῦ τοιούτου κληθῆναι κατα σκευάσειεν, ἕως τότε συγχωρεῖ ὁ λόγος μὴ ἀπωθεῖσθαι τὴν τῆς ψευδωνύμου μητρὸς οἰκειότητα, ἕως ἄν τις τὸ ἀτελὲς τῆς ἡλικίας ἐν ἑαυτῷ βλέπῃ. Ὁ δὲ πρὸς ὕψος ἤδη ἀναδραμών, ὡς περὶ τοῦ Μωϋσέως ἐμάθομεν, αἰσχύνην ἡγήσεται τῆς κατὰ φύσιν ἀγόνου παῖς ὀνομάζεσθαι.

2.11 Ἄγονος γὰρ ὡς ἀληθῶς ἡ ἔξωθεν παίδευσις ἀεὶ ὠδίνουσα καὶ μηδέποτε ζωογονοῦσα τῷ τόκῳ. Τίνα γὰρ ἔδειξε καρπὸν τῶν μακρῶν ὠδίνων ἡ φιλοσοφία, τῶν τοσούτων τε καὶ τοιούτων ἄξιον πόνων; Οὐ πάντες ὑπηνέμιοί τε καὶ ἀτελεσφόρητοι, πρὶν εἰς τὸ φῶς ἐλθεῖν τῆς θεογνωσίας, ἀμβλίσκονται, δυνάμενοι ἴσως γενέσθαι ἄνθρωποι, εἰ μὴ διόλου τοῖς κόλποις τῆς ἀγόνου σοφίας ἐνεκαλύπτοντο; 2.12 Οὐκοῦν τοσοῦτόν τις τῇ τῶν Αἰγυπτίων βασιλίδι συζήσας, ὅσον μὴ δοκεῖν ἄμοιρος εἶναι τῶν παρ' ἐκείνοις σεμνῶν, ἀναδραμείτω πρὸς τὴν κατὰ φύσιν μητέρα, ἧς οὐδὲ παρὰ τῇ βασιλίδι τρεφόμενος ἀπεσχίσθη, τῷ μητρῴῳ γάλακτι, καθὼς ἡ ἱστορία φησί, τιθηνούμενος, ὅπερ μοι δοκεῖ διδάσκειν, εἰ τοῖς ἔξωθεν λόγοις καθομιλοίημεν ἐν τῷ καιρῷ τῆς παιδεύσεως, μὴ χωρίζεσθαι τοῦ ὑποτρέφοντος ἡμᾶς τῆς Ἐκκλησίας γάλακτος. Τοῦτο δ' ἂν εἴη τὰ νόμιμά τε καὶ τὰ ἔθη τῆς Ἐκκλησίας, οἷς τρέφεται ἡ ψυχὴ καὶ ἀδρύνεται, ἐντεῦθεν τῆς εἰς ὕψος ἀναδρομῆς τὰς ἀφορμὰς ποιουμένη. 2.13 Ἀληθὴς δὲ ὁ λόγος ὅτι δύο πολεμίων μέσος γενήσεται ὁ πρὸς τὰ ἔξωθεν δόγματα καὶ τὰ πάτρια βλέπων. Ἀνθίσταται γὰρ ὁ κατὰ τὴν θρησκείαν ἀλλόφυλος τῷ Ἑβραίῳ λόγῳ, ἰσχυρότερος φανῆναι τοῦ Ἰσραηλιτικοῦ φιλονεικῶν. Καὶ πολλοῖς γε τῶν ἐπιπολαιοτέρων τοιοῦτος ἔδοξεν, οἳ καταλι πόντες τὴν πατρῴαν πίστιν τῷ ἐχθρῷ συνεμάχησαν, παρα βάται τῆς πατρίου διδασκαλίας γενόμενοι. Ὁ μέντοι κατὰ τὸν Μωϋσέα μέγας τε καὶ γενναῖος τὴν