1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

14

ψυχὴν νεκρὸν ἀποδείκνυσι τῇ παρ' ἑαυτοῦ πληγῇ τὸν τῷ λόγῳ τῆς εὐσεβείας ἀντεγειρόμενον. 2.14 Καὶ ἄλλως δ' ἄν τις εὕροι τὴν τοιαύτην ἐν ἡμῖν μάχην. Μέσος γὰρ ὁ ἄνθρωπος οἷόν τι ἔπαθλον ἀγῶνος τοῖς ἐκ τοῦ ἐναντίου μεταποιουμένοις πρόκειται· καὶ ᾧπερ ἂν προστεθῇ, τοῦτον νικητὴν τοῦ ἐναντίου ποιεῖ· οἷον εἰδωλολατρεία καὶ θεοσέβεια, ἀκολασία καὶ σωφροσύνη, δικαιοσύνη καὶ ἀδικία, τύφος καὶ μετριότης, καὶ πάντα τὰ ἐξ ἀντιθέτου νοούμενα Αἰγυπτίου τινὸς ἄντικρύς ἐστι πρὸς Ἑβραῖον μάχη· 2.15 παιδεύει τοίνυν ἡμᾶς ὁ Μωϋσῆς τῷ καθ' ἑαυτὸν ὑποδείγματι συνίστασθαι μὲν ὡς ὁμοφύλῳ τῇ ἀρετῇ, ἀναιρεῖν δὲ τὸν ἐκ τοῦ ἐναντίου τῇ ἀρετῇ ἐπεμβαίνοντα. Τῷ ὄντι γὰρ ἡ τῆς εὐσεβείας ἐπικράτησις θάνατος καὶ φθορὰ τῆς εἰδωλολατρείας γίνεται. Οὕτω καὶ διὰ τῆς δικαιοσύνης ἀναιρεῖται ἡ ἀδικία καὶ τῇ μετριότητι ὁ τύφος καταφονεύεται. 2.16 Ἀλλὰ καὶ ἡ τῶν ἐμφυλίων πρὸς ἀλλήλους στάσις καὶ ἐν ἡμῖν γίνεται. Οὐ γὰρ ἂν αἱ τῶν πονηρῶν αἱρέσεων δογμα τοποιΐαι χώραν ἔσχον, μὴ εἰς ἀντίπαλον τάξιν τῶν πεπλανη μένων λογισμῶν τοῖς ἀληθεστέροις ἀντιβαινόντων. Ἐὰν οὖν ἀσθενέστεροι ὦμεν ἢ ὥστε δι' ἑαυτῶν δοῦναι τῷ δικαίῳ τὸ κράτος, ὑπερισχύοντος διὰ τῶν ἐπιχειρημάτων τοῦ χείρονος καὶ τὴν ἀρχὴν τῆς ἀληθείας ἀπωθουμένου, φευκτέον ἐντεῦθεν ὡς τάχιστα καθ' ὁμοιότητα τοῦ ἱστορικοῦ ὑποδείγματος, πρὸς μείζονά τε καὶ ὑψηλοτέραν τῶν μυστηρίων διδασκαλίαν. 2.17 Κἂν ἀλλοφύλῳ πάλιν συνοικῆσαι δέῃ, τουτέστι κἂν τῇ ἔξω συγγενέσθαι σοφίᾳ καταναγκάζῃ ἡ χρεία, καὶ τοῦτο ἑλώμεθα τοὺς πονηροὺς ποιμένας τῆς ἀδίκου τῶν φρεάτων χρήσεως ἀποσκεδάσαντες, ὅπερ ἐστὶ τοὺς τῶν κακῶν διδασκάλους ἐπὶ τῇ πονηρᾷ χρήσει τῆς παιδεύσεως διελέγ ξαντες. 2.18 Οὕτως ἐφ' ἑαυτῶν ἰδιάσομεν, οὐκέτι μαχομένοις τισὶ συμπλεκόμενοί τε καὶ μεσιτεύοντες, ἀλλ' ἐν ὁμοφρονοῦσί τε καὶ ὁμογνωμοῦσι τοῖς παρ' ἡμῶν βουκολουμένοις συζή σομεν, πάντων τῶν ἐν ἡμῖν τῆς ψυχῆς κινημάτων, προβάτων δίκην, τῷ βουλήματι τοῦ ἐπιστατοῦντος λόγου ποιμαινομένων. 2.19 Καὶ οὕτω προσεδρεύουσιν ἡμῖν τῇ εἰρηνικῇ ταύτῃ καὶ ἀπολέμῳ διαγωγῇ ἐπιλάμψει τότε ἡ ἀλήθεια, ταῖς ἰδίαις μαρμαρυγαῖς τὰς τῆς ψυχῆς ὄψεις περιαυγάζουσα. Θεὸς δέ ἐστιν ἡ ἀλήθεια ἡ ἐμφανισθεῖσα τότε διὰ τῆς ἀρρήτου ἐκείνης φωταγωγίας τῷ Μωϋσεῖ.

2.20 Εἰ δὲ καὶ θάμνου τινὸς ἀκανθώδους τὸ φέγγος ἐξάπτεται, ᾧ ἡ ψυχὴ τοῦ προφήτου καταφωτίζεται, οὐδὲ τοῦτο ἀσυντελὲς ἡμῖν ἔσται πρὸς τὸ ζητούμενον. Εἰ γὰρ Θεὸς μὲν ἡ ἀλήθεια, ἡ δὲ ἀλήθεια φῶς ἐστι, ταῦτα δὲ τὰ ὑψηλά τε καὶ θεῖα τῶν ὀνομάτων ἡ τοῦ Εὐαγγελίου φωνὴ προσμαρτυρεῖ τῷ διὰ σαρκὸς ἡμῖν ὀφθέντι Θεῷ, ἀκολούθως ἡ τοιαύτη τῆς ἀρετῆς ἀγωγὴ προσάγει ἡμᾶς τῇ γνώσει τοῦ φωτὸς ἐκείνου ὃ μέχρι τῆς ἀνθρωπίνης κάτεισι φύσεως, οὐκ ἀπό τινος τῶν περὶ τὰ ἄστρα φωστήρων λαμπόμενον, ὡς ἂν μὴ τῆς ὑποκειμένης ὕλης ἡ αὐγὴ νομισ θείη, ἀλλ' ἀπὸ γηΐνης θάμνου τοὺς κατ' οὐρανὸν φωστῆρας ταῖς ἀκτῖσιν ὑπερβαλλόμενον, 2.21 δι' οὗ διδασκόμεθα καὶ τὸ κατὰ τὴν Παρθένον μυστήριον ἀφ' ἧς τὸ τῆς θεότητος φῶς ἐπιλάμψαν τῷ ἀνθρωπίνῳ βίῳ διὰ γεννήσεως ἀδιάφθορον ἐφύλαξε τὴν ἐξάψασαν θάμνον, τοῦ βλαστοῦ τῆς παρθενίας μὴ καταμαρανθέντος τῷ τόκῳ. 2.22 Παρ' ἐκείνου τοῦ φωτὸς διδασκόμεθα τί ποιήσαντες ἐντὸς τῶν ἀκτίνων τοῦ ἀληθινοῦ φωτὸς στησόμεθα ὅτι οὐκ ἔστι δεδεμένοις ποσὶν ἀναδραμεῖν πρὸς τὸ ὕψος ἐκεῖνο, ἐν ᾧ τὸ φῶς τῆς ἀληθείας ὁρᾶται, εἰ μὴ περιλυθείη τῶν τῆς ψυχῆς βάσεων ἡ νεκρά τε καὶ γηΐνη τῶν δερμάτων περιβολή, ἡ περιτεθεῖσα κατ' ἀρχὰς τῇ φύσει, ὅτε διὰ τῆς παρακοῆς τοῦ θείου θελήματος ἐγυμνώθημεν. Καὶ οὕτως ἐπακολουθήσει τούτων ἡμῖν γενομένων ἡ τῆς ἀληθείας γνῶσις, αὐτὴ ἑαυτὴν φανεροῦσα· ἡ γὰρ τοῦ ὄντος ἐπίγνωσις τῆς περὶ τὸ μὴ ὂν ὑπολήψεως καθάρσιον γίνεται. 2.23 Τοῦτο δέ ἐστι κατά γε τὸν ἐμὸν λόγον ὁρισμὸς ἀληθείας τὸ μὴ διαψευσθῆναι τῆς τοῦ ὄντος κατανοήσεως. Ψεῦδος γάρ ἐστι φαντασία τις περὶ τὸ μὴ ὂν ἐγγινομένη τῇ διανοίᾳ, ὡς ὑφεστῶτος τοῦ μὴ ὑπάρχον τος, ἀλήθεια δὲ ἡ τοῦ ὄντως ὄντος ἀσφαλὴς