16
γίνεται ὄφις, ἐφ' ᾧ τε τοὺς Αἰγυπτίους ὄφεις τοὺς παρὰ τῶν γοήτων ζωογονουμένους διαφαγεῖν τε καὶ δαπανῆσαι, 2.34 οὗ γενομένου πάλιν εἰς τὴν βακτηρίαν μεθίσταται, δι' ἧς σωφρονίζονται μὲν οἱ ἁμαρτά νοντες, ἀναπαύονται δὲ οἱ τὴν ἀνωφερῆ καὶ δυσπόρευτον τῆς ἀρετῆς πορείαν ἀνιόντες, διὰ τῶν ἀγαθῶν ἐλπίδων τῇ βακτηρίᾳ τῆς πίστεως ἐπερειδόμενοι· ἔστι γὰρ πίστις ἐλπιζομένων ὑπόστασις. 2.35 Ὁ τοίνυν ἐν περινοίᾳ τούτων γενόμενος θεὸς ἄντικρυς γίνεται τῶν ἀνθεστηκότων μὲν τῇ ἀληθείᾳ, πρὸς δὲ τὴν ὑλώδη ταύτην καὶ ἀνυπόστατον ἀπάτην ἐπτοημένων, οἷς τὸ ἀκοῦσαι τοῦ ὄντος ὥς τι τῶν ματαίων καταπεφρόνηται. Φησὶ γὰρ ὁ Φαραώ· τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ; Οὐκ οἶδα τὸν Κύριον. Μόνον δὲ νομίζεται τίμιον ὅσον ὑλῶδες καὶ σάρκινον τῶν περὶ τὰς ἀλογωτέρας αἰσθήσεις ἀναστρεφομένων. 2.36 Εἰ τοίνυν ἐπὶ τοσοῦτον διὰ τῆς τοῦ φωτὸς ἐκλάμψεως δυναμωθείη καὶ τοσαυτὴν ἰσχύν τε καὶ ἐξουσίαν κατὰ τῶν ἀντιτεταγμένων λάβοι, τότε, καθάπερ τις ἀθλητὴς ἱκανῶς ἐν παιδοτρίβου τὴν ἀθλητικὴν ἀνδρείαν ἐκμελετήσας, θαρσῶν ἤδη καὶ πεποιθώς, πρὸς τὸν ἀγῶνα τῶν ἐχθρῶν ἀποδύεται, διὰ χειρὸς τὴν βακτηρίαν ἔχων ἐκείνην, τουτέστι τὸν λόγον τῆς πίστεως, ᾧ μέλλει τοὺς Αἰγυπτίους ὄφεις καταγωνίζεσθαι. 2.37 Ἀκολουθήσει δὲ αὐτῷ καὶ ἡ ἐξ ἀλλοφύλων ὁμόζυγος· ἔστι γάρ τι καὶ τῆς ἔξω παιδεύσεως πρὸς συζυγίαν ἡμῶν εἰς τεκνογονίαν ἀρετῆς οὐκ ἀπόβλητον. Καὶ γὰρ ἡ ἠθική τε καὶ φυσικὴ φιλοσοφία γένοιτο ἄν ποτε τῷ ὑψηλοτέρῳ βίῳ σύζυγός τε καὶ φίλη καὶ κοινωνὸς τῆς ζωῆς, μόνον εἰ τὰ ἐκ ταύτης κυήματα μηδὲν ἐπάγοιτο τοῦ ἀλλοφύλου μιάσματος. 2.38 Τούτου γὰρ μὴ περιτμηθέντος καὶ περιαι ρεθέντος, ὥστε πᾶν ἐπιβλαβὲς καὶ ἀκάθαρτον ἀφαιρεθῆναι, ὁ συναντῶν ἄγγελος τὸν περὶ θανάτου φόβον ἐπάγει· ὃν ἱλεοῦται ἡ σύμβιος, ἡ καθαρὸν ἀποδεικνύουσα τὸ ἑαυτῆς ἔγγονον τῇ περιαιρέσει τοῦ ἰδιώματος ἀφ' οὗ γνωρίζεται τὸ ἀλλόφυλον. 2.39 Οἶμαι δὲ τῷ μεμυημένῳ τῆς ἱστορικῆς ὑφηγήσεως πρόδηλον εἶναι διὰ τῶν εἰρημένων τὴν ἀκολουθίαν τῆς κατ' ἀρετὴν ἐπιδόσεως ἣν ὑποδείκνυσιν ὁ λόγος, τῷ εἱρμῷ τῶν ἱστορικῶν αἰνιγμάτων ἀκολούθως ἑπόμενος. Ἔστι γάρ τι τῆς φιλοσόφου γονῆς ἐν μαθήμασι σαρκῶδές τε καὶ ἀκρόβυστον, οὗ περιαιρεθέντος τῆς Ἰσραηλιτικῆς εὐγενείας ἐστὶ τὸ λειπόμενον.
2.40 Οἷον ἀθάνατον εἶναι τὴν ψυχὴν καὶ ἡ ἔξωθεν φιλοσοφία φησίν· οὗτος ὁ εὐσεβής ἐστι τόκος. Ἀλλὰ μεταβαίνειν ἀπὸ σωμάτων εἰς σώματα καὶ ἐκ λογικῆς φύσεως εἰς ἄλογον αὐτὴν μεταφύεσθαι, τοῦτο ἡ σαρκώδης τε καὶ ἀλλόφυλός ἐστιν ἀκροβυστία. Καὶ ἄλλα τοιαῦτα πολλά. Θεὸν εἶναί φησιν, ἀλλὰ καὶ ὑλικὸν αὐτὸν οἴεται. ∆ημιουργὸν αὐτὸν ὁμολογεῖ, ἀλλὰ ὕλης πρὸς τὴν δημιουργίαν δεόμενον. Ἀγαθόν τε καὶ δυνατὸν εἶναι δίδωσιν, ἀλλὰ παραχωρεῖν ἐν πολλοῖς τῇ ἀνάγκῃ τῆς εἱμαρμένης. 2.41 Καὶ τί ἄν τις τὰ καθ' ἕκαστον διηγοῖτο, ὅπως τὰ καλὰ τῶν δογμάτων παρὰ τῇ ἔξω φιλοσοφίᾳ ταῖς ἀτόποις προσθήκαις καταμολύνεται· ὧν περιαιρεθέντων ἵλεως ἡμῖν ὁ τοῦ θεοῦ ἄγγελος γίνεται, ὡς τῷ γνησίῳ τόκῳ τῶν τοιούτων δογμάτων ἐπαγαλλόμενος. 2.42 Ἀλλ' ἐπανιτέον πρὸς τὴν ἀκολουθίαν τοῦ λόγου ὡς ἂν καὶ ἡμῖν ἀπαντήσειέ ποτε πλησίον γενομένοις τῶν Αἰγυπτίων ἀγώνων ἡ ἀδελφικὴ συμμαχία. Μεμνήμεθα γὰρ ὅτι κατ' ἀρχὰς μὲν τοῦ κατ' ἀρετὴν βίου συντυχία γίνεται τῷ Μωϋσεῖ πολεμική τε καὶ στασιώδης, Ἑβραῖον καταπονοῦντος τοῦ Αἰγυπτίου καὶ πάλιν Ἑβραίου πρὸς τὸ ὁμόφυλον στασιάζοντος. 2.43 Ἤδη δὲ πρὸς τὸ μεῖζον τῶν τῆς ψυχῆς κατορθωμάτων διά τε τῆς μακρᾶς ἐπιμελείας καὶ τῆς ἐν τῷ ὕψει γενομένης φωταγωγίας ἐπαρθέντι, φίλιός τε καὶ εἰρηνικὴ γίνεται ἡ συντυχία, θεόθεν τοῦ ἀδελφοῦ πρὸς τὴν ἀπάντησιν αὐτοῦ παρορμηθέντος. Εἰ γὰρ πρὸς τὴν τροπικωτέραν μεταληφθείη θεωρίαν τὸ καθ' ἱστορίαν γεγενη μένον, οὐδὲν ἂν ἡμῖν ἄχρηστον πρὸς τὸν ἡμέτερον εὑρεθείη σκοπόν. 2.44 Τῷ ὄντι γὰρ τοῖς ἐν ἀρετῇ κατορθοῦσι καὶ ἡ παρὰ τοῦ Θεοῦ δοθεῖσα τῇ φύσει ἡμῶν συμμαχία συνίσταται, ἣ