1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

17

προγενεστέρα μέν ἐστι κατὰ τὴν πρώτην γένεσιν, τότε δὲ φαίνεται καὶ γνωρίζεται, ὅταν ἱκανῶς τῷ ὑψηλοτέρῳ βίῳ διὰ προσοχῆς τε καὶ ἐπιμελείας ἑαυτοὺς οἰκειώσαντες πρὸς τοὺς ἰσχυροτέρους τῶν ἀθλητῶν ἀποδυώμεθα. 2.45 Ὡς δ' ἂν μὴ δι' αἰνίγματος ἡμῖν τὰ αἰνίγματα δια λύοιτο, γυμνότερον ἐκθήσομαι τὴν περὶ τούτου διάνοιαν. Λόγος τίς ἐστιν, ἐκ πατρικῆς παραδόσεως τὸ πιστὸν ἔχων, ὅς φησι, πεσούσης ἡμῶν εἰς ἁμαρτίαν τῆς φύσεως, μὴ περιιδεῖν τὸν θεὸν τὴν πτῶσιν ἡμῶν ἀπρονόητον, ἀλλ' ἄγγελόν τινα τῶν τὴν ἀσώματον εἰληχότων φύσιν παρακαθιστᾶν εἰς συμμαχίαν τῇ ἑκάστου ζωῇ, ἐκ δὲ τοῦ ἐναντίου τὸν φθορέα τῆς φύσεως ἀντιμηχανᾶσθαι τὸ ἴσον, διὰ πονηροῦ τινος καὶ κακοποιοῦ δαίμονος τῇ τοῦ ἀνθρώπου ζωῇ λυμαινόμενον, 2.46 ἐν μέσῳ δὲ ὄντα τῶν δύο τὸν ἄνθρωπον τὸν ἑκατέρου τῶν παρεπομένων σκοπὸν ὑπεναντίως πρὸς τὸν ἕτερον ἔχοντα δι' ἑαυτοῦ ποιεῖν κατὰ τοῦ ἄλλου ἐπικρατέστερον, προδεικ νύντος τοῖς λογισμοῖς τοῦ μὲν ἀγαθοῦ τὰ τῆς ἀρετῆς ἀγαθά, ὅσα τοῖς κατορθοῦσιν δι' ἐλπίδος ὁρᾶται, τοῦ δὲ ἑτέρου τὰς ὑλώδεις ἡδονάς, ἀφ' ὧν ἐλπὶς μὲν ἀγαθῶν οὐδεμία, τὸ δὲ παρὸν καὶ μετεχόμενον καὶ ὁρώμενον τὰς αἰσθήσεις τῶν ἀνοήτων ἀνδραποδίζεται. 2.47 Εἴπερ οὖν ἀλλοτριωθείη τις τῶν ἐπὶ κακῷ δελεαζόντων, πρὸς τὸ κρεῖττον τοῖς λογισμοῖς ἐπιτρέψας, καὶ οἱονεὶ κατὰ νώτου τὴν κακίαν ποιήσειεν, ἀντιπρόσωπον τὴν ἑαυτοῦ ψυχήν, οἷόν τι κάτο πτρον, πρὸς τὴν ἐλπίδα τῶν ἀγαθῶν στήσας, ὡς τῆς προδεικ νυμένης αὐτῷ θεόθεν ἀρετῆς τὰς εἰκόνας τε καὶ τὰς ἐμφάσεις τῷ καθαρῷ τῆς ἰδίας ψυχῆς ἐντυπώσασθαι, τότε αὐτῷ ἡ τοῦ ἀδελφοῦ συμμαχία συναντᾷ καὶ συνίσταται. Ἀδελφὸς γὰρ τρόπον τινὰ κατὰ τὸ λογικόν τε καὶ νοερὸν τῆς ψυχῆς τοῦ ἀνθρώπου ὁ ἄγγελος, ὁ τότε, καθὼς εἴρηται, φαινόμενός τε καὶ παριστάμενος, ὅταν τῷ Φαραὼ προσεγγίζωμεν. 2.48 Μηδεὶς δὲ διόλου τὴν τῆς ἱστορίας ἔκθεσιν παρατε θεῖσθαι τῷ εἱρμῷ τῆς τοιαύτης τοῦ νοῦ θεωρίας οἰόμενος, εἴ πού τι τῶν γεγραμμένων ἔξω ταύτης τῆς διανοίας εὑρίσ κοιτο, δι' ἐκείνου καὶ τὸ πᾶν ἀθετείτω· ἀλλ' ἀεὶ μεμνήσθω τοῦ σκοποῦ τῶν ἡμετέρων λόγων, πρὸς ὃν βλέποντες ταῦτα διεξερχόμεθα, εὐθὺς ἐν προοιμίοις ἐπειπόντες τῶν εὐδοκίμων ἀνδρῶν τοὺς βίους εἰς ἀρετῆς ὑπόδειγμα τοῖς ἐφεξῆς προ κεῖσθαι. 2.49 Ἐπεὶ οὖν δι' αὐτῆς τῶν πραγμάτων τῆς ὕλης ἐλθεῖν τοὺς ζηλούντας τὰ ἐκείνων οὐχ οἷόν τε (πῶς γὰρ ἂν εὑρεθείη πάλιν ὁ ἐκ μετοικεσίας ἐν Αἰγύπτῳ λαὸς πληθυ νόμενος καὶ πάλιν ὁ καταδουλούμενος τύραννος ὁ πρὸς τὴν ἄρρενα γονὴν δυσμενῶς ἔχων, τὸ δὲ μαλακώτερόν τε καὶ ἀσθενέστερον εἰς πλῆθος αὔξων καὶ τὰ ἄλλα πάντα ὅσα περιέχει ὁ λόγος), ἐπεὶ οὖν ἀδύνατον ἀπεδείχθη δι' αὐτῶν τῶν πραγμάτων τὰ τῶν μακαρίων μιμήσασθαι θαύματα, μεταληπτέον ἂν εἴη πρός τινα ἠθικὴν διδασκαλίαν ἐκ τῆς ὑλικῆς ἀκολουθίας τὰ ἐνδεχόμενα, δι' ὧν ἄν τις γένοιτο τοῖς πρὸς ἀρετὴν ἐσπουδακόσι πρὸς τὸν τοιοῦτον βίον συνεργία. 2.50 Εἰ δέ τι τῶν ἐν τῇ ἱστορίᾳ γεγονότων ἔξω τοῦ εἱρμοῦ τῆς ἀνηγμένης διανοίας ἡ τῶν πραγμάτων ἀνάγκη πεσεῖν ἐκβιάσαιτο, ὑπερβάντας τοῦτο, ὡς πρὸς τὸν ἡμέτερον σκοπὸν ἀλυσιτελὲς καὶ ἀνόνητον, μὴ διακόπτειν ἔξεστι τῆς ἀρετῆς τὴν ὑφήγησιν.

2.51 Ταῦτα δέ φημι περὶ τῶν κατὰ τὸν Ἀαρὼν νοηθέντων, τὸ ἀντιπίπτον ἐκ τοῦ ἀκολούθου προθεραπεύων. Ἐρεῖ γάρ τις τὸ μὲν συγγενῶς ἔχειν πρὸς τὴν ψυχὴν ἐν τῷ νοητῷ τε καὶ ἀσωμάτῳ τὸν ἄγγελον καὶ τὸ προγενέστερον τῆς ἡμετέρας κατασκευῆς εἶναι καὶ τὸ συνίστασθαι τοῖς πρὸς τοὺς ἀντιπάλους συμπλεκομένοις μὴ ἀμφιβάλλειν, μὴ μέντοι καλῶς ἔχειν εἰς ἐκείνου τύπον τὸν Ἀαρὼν νοεῖν, τὸν τῆς εἰδωλολατρείας τοῖς Ἰσραηλίταις καθηγησάμενον. 2.52 Πρὸς ὃν ἐροῦμεν, τὸν εἱρμὸν ὑπερβάντες, ταῦτα ἃ εἰρήκαμεν ὅτι τὸ ἔξω τοῦ σκοποῦ μὴ ἀνατρεπέτω τὴν ἐν τοῖς λοιποῖς ἁρμονίαν, καὶ ὅτι ὁμώνυμόν τι χρῆμα καὶ τὸ τοῦ ἀδελφοῦ καὶ τὸ τοῦ ἀγγέλου ἐστίν, ἴσως ἐφ' ἑκατέρῳ τῶν ἀντι κειμένων ταῖς σημασίαις ἐφαρμοζόμενον. 2.53 Οὐ γὰρ δὴ τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ τοῦ Σατανᾶ ἄγγελος ὀνομάζεται· καὶ οὐ τὸν χρηστὸν μόνον, ἀλλὰ καὶ τὸν πονηρὸν ἀδελφὸν καλοῦμεν. Οὕτω γάρ φησιν ἡ