18
Γραφὴ ἐπὶ μὲν τῶν χρηστο τέρων· ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· ἐπὶ δὲ τῶν ἐναντίων, ὅτι· πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ. 2.54 Ταῦτα δὲ τῇ ἀκολουθίᾳ παραθέντες τοῦ λόγου καὶ τὴν ἀκριβεστέραν ὑπὲρ αὐτῶν θεωρίαν εἰς τὸν ἴδιον ὑπερθέμενοι τόπον, νῦν τῶν προκειμένων ἁψώμεθα. Ὁ τοίνυν ἑαυτόν τε τῷ ἐπιφανέντι φωτὶ δυναμώσας καὶ τὸν τοιοῦτον ἀδελφὸν σύμμαχόν τε καὶ παραστάτην κτησάμενος, θαρσῶν τῷ λαῷ τοὺς ὑπὲρ τῆς ἐλευθερίας προσάγει λόγους καὶ τῆς πατρικῆς εὐγενείας ἀναμιμνῄσκει καὶ ὅπως ἂν ἔξω γένοιντο τῆς περὶ τὸν πηλὸν καὶ τὴν πλινθείαν ταλαιπωρίας δίδωσι γνώμην. 2.55 Τί οὖν ἡμᾶς διὰ τούτων παιδεύει ἡ ἱστορία; τὸ μὴ δεῖν κατατολμᾶν τῆς ἐν τῷ λαῷ φωνῆς τὸν μὴ διὰ τῆς τοιαύτης ἀγωγῆς πρὸς τὴν τῶν πολλῶν ὁμιλίαν τὸν λόγον παρασκευάσαντα. Ὁρᾷς γὰρ ὡς νέος ὢν ἔτι, πρὶν εἰς τοσοῦτον αὐξηθῆναι τῇ ἀρετῇ, ἐπὶ δύο τινῶν ἀνθρώπων οὐκ ἀξιόπιστος ἐνομίσθη σύμβουλος εἰρήνης γενέσθαι τοῖς στασιάζουσι, νυνὶ δὲ τοσαύταις μυριάσι κατὰ ταὐτὸν διαλέγεται, μονονουχὶ βοώσης σοι τοῦτο τῆς ἱστορίας, μὴ ἐπιτολμᾶν ἐν διδασκαλίᾳ τῇ συμβουλῇ τῶν ἀκουόντων, εἰ μὴ διὰ τοιαύτης καὶ τοσαύτης ἐπιμελείας ἡ περὶ τούτου κατορθωθείη σοι δύναμις. 2.56 Ἀλλὰ γενομένων τῶν χρηστοτέρων λόγων καὶ τῆς ἐλευθερίας ὑποδειχθείσης καὶ τῶν ἀκουόντων πρὸς τὴν ἐπιθυμίαν ταύτην ἐπιρρωσθέντων, παροξύνεται ὁ πολέμιος καὶ ἐπιτείνει τὴν ἀλγηδόνα τοῖς ὑπηκόοις τοῦ λόγου. Οὐδὲ τοῦτο ἔξω τῶν νῦν γινομένων ἐστίν. Πολλοὶ γὰρ τῶν παρα δεξαμένων τὸν ἐλευθερωτὴν τῆς τυραννίδος λόγον καὶ προστιθεμένων τῷ κηρύγματι μέχρι τοῦ νῦν ταῖς τῶν πειρασμῶν προσβολαῖς ὑπὸ τοῦ ἀντικειμένου ἐπηρεάζονται. 2.57 Ἐξ ὧν πολλοὶ μὲν δοκιμώτεροι καὶ βεβαιότεροι περὶ τὴν πίστιν καθίστανται, τῇ προσβολῇ τῶν λυπούντων στομού μενοι, τῶν δὲ ἀσθενεστέρων τινὲς καὶ ἐποκλάζουσι τοῖς τοιούτοις συμπτώμασιν, ἄντικρυς ἐκεῖνα φθεγγόμενοι τὸ λυσιτελεῖν αὐτοῖς μᾶλλον ἀνηκόοις μεῖναι τοῦ τῆς ἐλευθερίας κηρύγματος ἢ τοῖς τοιούτοις διὰ τὴν αἰτίαν ταύτην συνε νεχθῆναι, 2.58 ὃ δὴ καὶ τότε ἐγένετο, ὑπὸ μικροψυχίας τῶν Ἰσραηλιτῶν ἐν αἰτίᾳ ποιουμένων τοὺς τὴν ἀπαλλαγὴν αὐτοῖς τῆς δουλείας ἐπαγγείλαντας. Ἀλλ' οὐδὲν μᾶλλον ἀνήσει ὁ λόγος πρὸς τὸ καλὸν ἐφελκόμενος, κἂν παιδικῶς ἀποδειλιάσῃ πρὸς τὰς τῶν πειρασμῶν ἀηθείας ὁ νήπιος ἔτι καὶ ἀτελὴς τὴν διάνοιαν. 2.59 Τῷ μὲν γὰρ βλαπτικῷ καὶ φθοροποιῷ δαίμονι τοῦτο κατὰ τῶν ἀνθρώπων σπουδάζεται τὸ μὴ εἰς τὸν οὐρανὸν βλέπειν τὸ ὑποχείριον, ἀλλὰ τὸ εἰς γῆν κύπτειν καὶ τὸν πηλὸν ἐν ἑαυτῷ πλινθεύειν. Ὅ τι γὰρ ἂν ᾖ τῆς ὑλικῆς ἀπολαύσεως ὡς ἐκ γῆς ἐστι πάντως ἢ ὕδατος, παντί που δῆλον, εἴτε τι τῶν περὶ γαστέρα καὶ θοίνην σπουδαζομένων εἴτε καὶ ὅσα περὶ τὸν πλοῦτον ὁρᾶται.
2.60 Ἡ δὲ τῶν στοιχείων τούτων μίξις πηλὸς γίνεται καὶ ὀνομάζεται· οὗ πληροῦντες ἑαυτοὺς οἱ πρὸς τὰς πηλώδεις ἡδονὰς κεχηνότες οὐδέποτε τὴν δεκτικὴν τῶν ἡδονῶν εὐρυχωρίαν πλήρη φυλάσσουσιν, ἀλλὰ τὸ ἀεὶ πληρούμενον κενὸν γίνεται πάλιν τῷ ἐπεισρέοντι. Οὕτω γὰρ ὁ πλινθουργῶν ἄλλοτε ἄλλον πηλὸν ἀεὶ κενουμένῳ ἐπιβάλλει τῷ τύπῳ, ὅ μοι δοκεῖ τις καὶ πρὸς τὴν ἐπιθυμητικὴν τῆς ψυχῆς βλέπων διάθεσιν εὐκόλως ἂν νοῆσαι τὸ αἴνιγμα. 2.61 Ὁ γὰρ πληρώσας ἑαυτοῦ τὴν ἐπιθυμίαν ἔν τινι ὧν ἐσπούδασεν, εἰ πρὸς ἕτερόν τι τῇ ἐπιθυμίᾳ ῥέψειε, κενὸς πρὸς ἐκεῖνο πάλιν εὑρίσκεται· κἂν γένηται τούτῳ πλήρης, τῷ ἑτέρῳ πάλιν κενός τε καὶ εὐρύχωρος γίνεται. Καὶ τοῦτο οὐ παύεται διὰ παντὸς ἐν ἡμῖν ἐνεργού μενον, ἕως ἄν τις ὑπεξέλθοι τοῦ ὑλώδους βίου. 2.62 Ἡ δὲ καλάμη καὶ τὸ ἐκ ταύτης ἄχυρον ὃ καταμιγνύειν τῇ πλίνθῳ καταναγκάζεται ὁ τοῖς τυραννικοῖς ὑπακούων προστάγμασι παρά τε τοῦ θείου Εὐαγγελίου καὶ παρὰ τῆς ὑψηλῆς τοῦ Ἀποστόλου φωνῆς προσερμηνεύεται, ἀμφοτέρων ὁμοίως πυρὸς ὕλην τό τε ἄχυρον καὶ τὴν καλάμην ἑρμηνευσάντων. 2.63 Ὅταν τοίνυν τις τῶν ἐν ἀρετῇ προεχόντων ἀποσπᾶν ἐθέλῃ τοὺς τῇ ἀπάτῃ δεδουλωμένους εἰς βίον ἐμφιλόσοφόν τε καὶ ἐλεύθερον, οἶδεν ὁ ταῖς