1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

18

λοιπόν; ∆ιὰ γὰρ τοῦτο προσέθηκε καὶ αὐτὸς τὸ, Κατὰ ἀποκάλυψιν, ἵνα μηδὲ πρὸ τῆς λύσεως τοῦ ζητήματος καταγνῷς αὐτοῦ τινα ἄγνοιαν, εἰδὼς ὅτι οὐκ ἀνθρώπινον ἦν τὸ γενόμενον, ἀλλὰ θεία τις οἰκονομία πολλὰ προορωμένη καὶ τῶν παρόντων καὶ τῶν μελλόντων. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον τῆς ἀποδημίας ταύτης; Ὥσπερ ὅτε πρότερον ἐξ Ἀντιοχείας εἰς Ἱεροσόλυμα ἀνῆλθεν, οὐ δι' ἑαυτὸν ἀνῆλθεν· αὐτὸς καὶ ᾔδει σαφῶς, ὅτι χρὴ καθαρῶς ἕπεσθαι τοῖς τοῦ Χριστοῦ δόγμασιν· ἀλλὰ τοὺς μαχομένους συνάγειν βουλόμενος· οὕτω καὶ νῦν οὐκ αὐτὸς ἐδεῖτο μαθεῖν, ὅτι οὐκ εἰς κενὸν ἔτρεχεν, ἀλλ' 61.634 ἵνα οἱ ἐγκαλοῦντες πληροφορηθῶσιν.

Ἐπειδὴ μείζονα περὶ Πέτρου καὶ Ἰωάννου δόξαν εἶχον, καὶ διαστασιάζειν αὐτοὺς ᾤοντο, διὰ τὸ τοῦτον μὲν ἄνευ περιτομῆς κηρύττειν, ἐκείνους δὲ ταύτην συγχωρεῖν, καὶ παράνομα πράττειν αὐτὸν ᾤοντο, καὶ εἰς κενὸν τρέχειν· Ἀνῆλθον, φησὶ, καὶ ἐκοινωσάμην αὐτοῖς τὸ Εὐαγγέλιον, οὐχ ἵνα αὐτός τι μάθω, ὃ καὶ προϊὼν σαφέστερον λέγει, ἀλλ' ἵνα διδάξω τοὺς ταῦτα ὑποπτεύοντας, ὅτι οὐκ εἰς κενὸν τρέχω. Τὸ γὰρ Πνεῦμα τὴν τοιαύτην προορώμενον φιλονεικίαν, παρεσκεύασεν αὐτὸν ἀνελθεῖν καὶ κοινώσασθαι. ∆ιὰ τοῦτό φησι, Κατὰ ἀποκάλυψιν ἀνέβην, καὶ Βαρνάβαν καὶ Τίτον ἔλαβε μάρτυρας ἐσομένους τοῦ κηρύγματος. Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον, ὃ κηρύττω ἐν τοῖς ἔθνεσιν, τουτέστι, τὸ χωρὶς περιτομῆς· κατ' ἰδίαν δὲ τοῖς δοκοῦσι. Τί βούλεται, Κατ' ἰδίαν; καίτοι γε ὁ δόγματα κοινὰ διορθοῦν σπουδάζων, οὐ κατ' ἰδίαν, ἀλλὰ κοινῇ ταῦτα προτίθησιν. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως· οὐ γὰρ μαθεῖν τι καὶ διορθῶσαι ἐβούλετο, ἀλλὰ τῶν βουλομένων ἀπατᾷν τὴν πρόφασιν ἀνελεῖν. Ἀλλὰ ἐπειδὴ γὰρ ἐν τοῖς Ἱεροσολύμοις πάντες ἐσκανδαλίζοντο, εἴ τις παραβαίη τὸν νόμον, εἴ τις κωλύοι χρήσασθαι τῇ περιτομῇ· διὸ καὶ ἔλεγε, Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων; καὶ οὗτοι πάντες εἰσὶ κατηχημένοι περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις· ἐπεὶ οὖν ἐσκανδαλίζοντο, παῤῥησίᾳ μὲν παρελθεῖν καὶ τὸ κήρυγμα ἀποκαλύψαι τὸ ἑαυτοῦ οὐκ ἠνείχετο· κατ' ἰδίαν δὲ τοῖς δοκοῦσιν ἀνέθετο ἐπὶ Βαρνάβα καὶ Τίτου, ἵνα οὗτοι μάρτυρες ἀξιόπιστοι γένωνται πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι οὐδὲ τοῖς ἀποστόλοις ἔδοξεν ἐναντίον εἶναι, ἀλλὰ βεβαιοῦσι τὸ κήρυγμα τὸ τοιοῦτον. Ὅταν δὲ λέγῃ, Τοῖς δοκοῦσιν, οὐκ ἀναιρῶν τὸ εἶναι αὐτοὺς μεγάλους τοῦτο λέγει· ἐπεὶ καὶ περὶ ἑαυτοῦ φησι, ∆οκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν· ὅπερ ἐστὶ μετριάζοντος, οὐκ ἀναιροῦντος τὸ ἔχειν. Οὕτω καὶ ἐνταῦθα. Τοῖς δοκοῦσι, φησὶ, μετὰ τῆς ἑαυτοῦ καὶ τὴν κοινὴν ἁπάντων λέγων ψῆφον. Ἀλλ' οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ, Ἕλλην ὢν, ἠναγκάσθη περιτμηθῆναι. Τί ἐστιν, Ἕλλην ὤν; Ἐξ Ἑλλήνων ἦν, φησὶ, καὶ ἀκρόβυστος. Οὐ μόνον γὰρ ἐγὼ οὕτως ἐκήρυττον, ἀλλὰ καὶ Τίτος οὕτως ἔπραττε, καὶ ἀκρόβυστον ὄντα οὐκ ἠνάγκασαν περιτμηθῆναι οἱ ἀπόστολοι. Ὅπερ ἀπό 61.635 δειξις ἦν μεγίστη τοῦ μὴ καταγινώσκειν τῶν ὑπὸ τοῦ Παύλου λεγομένων, ἢ πραττομένων. Καὶ τὸ πολλῷ τούτου μεῖζον, ὅτι οὐδὲ ἐπικειμένων τῶν ἐναντιουμένων, καὶ ταῦτα εἰδότων, ἠναγκάσθησαν οἱ ἀπόστολοι τοῦτο κελεῦσαι· ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ἔλεγε, ∆ιὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους. Τίνες εἰσὶν οὗτοι οἱ ψευδάδελφοι; καὶ γὰρ οὐ μικρὸν ἐνταῦθα ζήτημα. Εἰ γὰρ οἱ ἀπόστολοι συνεχώρουν ἐνταῦθα περιτέμνεσθαι, διὰ τί νῦν ψευδαδέλφους καλεῖς τοὺς κατὰ τὴν τῶν ἀποστόλων γνώμην καὶ αὐτοὺς κελεύοντας τοῦτο ποιεῖν; Ὅτι πρῶτον μὲν οὐκ ἔστι ταὐτὸν, κελεύειν γίνεσθαι, καὶ γινόμενον συγχωρεῖν. Ὁ μὲν γὰρ προστάττων, μετὰ σπουδῆς, ὡς ἀναγκαῖον καὶ προηγούμενον, ποιεῖ· ὁ δὲ αὐτὸς μὲν μὴ κελεύων, τὸν δὲ βουλόμενον μὴ κωλύων, οὐχ ὡς δέον γενέσθαι συγχωρεῖ, ἀλλ' οἰκονομίαν τινὰ πληρῶν. Οἷόν τι λέγω· Κορινθίοις ἔγραφεν ὁ Παῦλος, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι γυναιξὶ καὶ ἀνδράσι διακελευόμενος.