1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

19

βʹ. Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι νομοθετῶν αὐτοῖς τοῦτο ἔλεγεν, ἐπήγαγε· Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Οὐ γὰρ τῆς αὐθεντίας κρίσις ἦν προηγουμένη, ἀλλὰ τῆς ἐκείνων ἀκρασίας συγγνώμη. ∆ιό φησι· ∆ιὰ τὴν ἀκρασίαν ὑμῶν. Εἰ γὰρ τὴν Παύλου γνώμην θέλεις μαθεῖν, ἄκουσον τί φησι· Θέλω πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ. Οὕτω καὶ ἐνταῦθα, οἱ μὲν ἀπόστολοι οὐχ ὡς νόμον ἐκδικοῦντες, συνεχώρουν, ἀλλὰ τῇ ἀσθενείᾳ τῇ Ἰουδαϊκῇ συγκαταβαίνοντες. Εἰ γὰρ νόμον ἐξεδίκουν, οὐκ ἂν Ἰουδαίοις μὲν οὕτως, ἔθνεσι δὲ ἑτέρως ἐκήρυξαν. Καὶ γὰρ εἰ ὑπὸ τῶν ἀπίστων τὸ πρᾶγμα γενέσθαι ἀναγκαῖον ἦν, καὶ ὑπὸ πάντων εὔδηλον ὅτι τῶν πιστῶν. Εἰ δὲ τοῖς ἔθνεσιν ἐνομοθέτουν μὴ παρενοχλεῖν τούτων ἕνεκεν, ἔδειξαν ὅτι καὶ Ἰουδαίοις συγκαταβαίνοντες ἐπέτρεπον. Οἱ δὲ ψευδάδελφοι οὐχ οὕτως, ἀλλ' ὥστε τῆς χάριτος αὐτοὺς ἐκβαλεῖν, καὶ πάλιν ὑπὸ τὸν τῆς δουλείας ζυγὸν ἀγαγεῖν. Πρώτη μὲν οὖν αὕτη ἡ διαφορὰ, πολὺ τὸ μέσον ἔχουσα. ∆ευτέρα δὲ, ὅτι οἱ μὲν ἀπόστολοι ἐν Ἰουδαίᾳ τοῦτο ἐποίουν, ἔνθα καὶ ὁ νόμος ἐκράτει, οἱ δὲ ψευδάδελφοι πανταχοῦ· καὶ γὰρ Γαλατῶν ἥψαντο πάντων. Ὅθεν δῆλον ὅτι οὐχὶ οἰκοδομῆς ἕνεκεν τὸ πρᾶγμα ἐγίνετο, ἀλλὰ καταστροφῆς ὁλοκλήρου. Καὶ ἑτέρως μὲν παρὰ τῶν ἀποστόλων συνεχωρεῖτο, ἑτέρως δὲ παρὰ τῶν ψευδαδέλφων ἐσπουδάζετο. Οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ. Ὁρᾷς πῶς καὶ τῇ τῶν κατασκόπων προσηγορίᾳ ἐδήλωσε τὸν πόλεμον ἐκείνων; Οἱ γὰρ κατάσκοποι δι' οὐδὲν εἰσέρχονται, ἀλλ' ἵνα καταμαθόντες τὰ τῶν ἐναντίων, πρὸς τὸ πορθῆσαι καὶ καθελεῖν πολλὴν ἑαυτοῖς παρασκευάσωσι τὴν εὐκολίαν· καθάπερ καὶ οὗτοι τότε ἐποίουν, ὑπὸ τὴν δουλείαν αὐτοὺς τὴν παλαιὰν εἰσαγαγεῖν βουλόμενοι. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐχ ἡ αὐτὴ προαίρεσις τῶν ἀποστόλων καὶ τούτων, ἀλλὰ καὶ σφόδρα ἐναντία. Ἐκεῖνοι μὲν γὰρ συνεχώρουν, ἵνα κατὰ μικρὸν ἐξαγάγωσι τῆς δουλείας· 61.636 οὗτοι δὲ κατεσκεύαζον, ἵνα μειζόνως ὑποβάλωσι τῇ δουλείᾳ. ∆ιὸ παρετήρουν περισκοποῦντες ἀκριβῶς, καὶ περιεργαζόμενοι τίνες ἀκρόβυστοι· καθὼς καὶ Παῦλος τοῦτο δηλῶν ἔλεγε, Παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν· οὐ τῷ τῶν κατασκόπων ὀνόματι μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς λαθραίας εἰσόδου καὶ παρεισδύσεως τὴν ἐπιβουλὴν αὐτῶν ἐνδεικνύμενος. Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ.

Ὅρα λέξεως εὐγένειαν καὶ ἔμφασιν. Οὐ γὰρ εἶπε, Τῷ λόγῳ, ἀλλὰ, Τῇ ὑποταγῇ. Οὐ γὰρ ἵνα τι διδάξωσι χρήσιμον, ταῦτα ἐποίουν, ἀλλ' ἵνα ὑποτάξωσι καὶ δουλώσωνται. ∆ιὰ τοῦτο τοῖς μὲν ἀποστόλοις εἴξαμεν, τούτοις δὲ οὐκέτι. Ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς. Ἵν' ὅπερ ἔφθημεν, φησὶν, εἰπόντες, τοῦτο διὰ τῶν ἔργων βεβαιώσωμεν, ὅτι Τὰ ἀρχαῖα παρῆλθε, καὶ γέγονε καινὰ τὰ πάντα, καὶ ὅτι, Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, καὶ ὅτι Τοὺς περιτεμνομένους Χριστὸς οὐδὲν ὠφελήσει. Ταύτην τὴν ἀλήθειαν βεβαιοῦντες, οὐδὲ πρὸς ὥραν εἴξαμεν. Εἶτα ἐπειδὴ εὐθέως ἀντέπιπτεν αὐτῷ τὰ παρὰ τῶν ἀποστόλων, καὶ εἰκὸς ἦν τινας λέγειν· Πῶς οὖν ταῦτα ἐκεῖνοι προστάττουσιν; ὅρα πῶς λύει σοφῶς τὴν ἀντίθεσιν. Οὐ γὰρ λέγει τὴν οὖσαν αἰτίαν, οἷον ὅτι συγκαταβάσεως ἕνεκεν καὶ οἰκονομίας τοῦτο ἐποίουν οἱ ἀπόστολοι· ἢ γὰρ ἂν ἐβλάβησαν οἱ ἀκούοντες. ∆εῖ γὰρ τῆς οἰκονομίας ἀγνοεῖν τὴν αἰτίαν τοὺς μέλλοντάς τι καρποῦσθαι παρ' αὐτῆς χρήσιμον· εἰ γὰρ φανείη τῶν γινομένων ἡ πρόφασις, τὸ πᾶν οἰχήσεται. ∆ιὰ τοῦτο τὸν μὲν ἐργαζόμενον αὐτὴν, εἰδέναι χρὴ τὴν αἰτίαν τῶν γινομένων· τοὺς δὲ μέλλοντάς τι κερδαίνειν παρ' αὐτῆς, ἀγνοεῖν. Καὶ ἵνα σαφέστερον ὃ λέγω ποιήσω, ἐπ' αὐτῆς τῆς ταύτης ὑποθέσεως χρήσομαι τῷ ὑποδείγματι. Οὗτος αὐτὸς ὁ μακάριος Παῦλος ὁ περιτομὴν ἀναιρῶν, μέλλων ποτὲ τὸν Τιμόθεον