1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

20

Ἰουδαίοις πέμπειν διδάσκαλον, περιτεμὼν αὐτὸν πρότερον, οὕτως ἔπεμψεν. Ἐποίησε δὲ τοῦτο, ἵνα εὐπαράδεκτος γένηται τοῖς ἀκροαταῖς, καὶ εἰσῆλθε μετὰ τῆς περιτομῆς, ἵνα καταλύσῃ τὴν περιτομήν. Ἀλλὰ τὴν αἰτίαν αὐτὸς μὲν ἠπίστατο καὶ Τιμόθεος, τοῖς δὲ μαθηταῖς οὐκ εἶπεν. Εἰ γὰρ ἔγνωσαν, ὅτι διὰ τοῦτο περιέτεμεν, ἵνα λύσῃ τὴν περιτομὴν, οὐδ' ἂν τὴν ἀρχὴν ἤκουσαν αὐτοῦ δημηγοροῦντος, καὶ τὸ πᾶν ἂν διεῤῥύη κέρδος· νῦν δὲ ἡ ἄγνοια τὰ μέγιστα αὐτοὺς ὠφέλησε. Νομίζοντες γὰρ αὐτὸν ὡς νομοφύλακα τοῦτο ποιεῖν, καὶ εὐμενῶς ἐδέξαντο καὶ προσηνῶς καὶ αὐτὸν καὶ τὴν ἐκείνου διδασκαλίαν. ∆εξάμενοι δὲ κατὰ μικρὸν καὶ παιδευθέντες, ἀπέστησαν τῶν παλαιῶν· ὅπερ οὐκ ἂν ἐγένετο, εἰ παρὰ τὴν ἀρχὴν τὴν αἰτίαν ᾔδεσαν. Μαθόντες γὰρ ἂν αὐτὸν ἀπεστράφησαν, ἀποστραφέντες δὲ οὐκ ἂν ἤκουσαν, μὴ ἀκούσαντες δὲ ἔμειναν ἂν ἐπὶ τῆς πλάνης τῆς προτέρας· ὅπερ ἵνα μὴ γένηται, οὐκ ἐξεκάλυψε τὴν αἰτίαν. ∆ιὰ τοῦτο καὶ ἐνταῦθα οὐ λέγει τῆς οἰκονομίας τὴν πρόφασιν, ἀλλ' ἑτέρως 61.637 μεθοδεύει τὸν λόγον, οὕτω λέγων· Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι· ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι διαφέρει· πρόσωπον ἀνθρώπου ὁ Θεὸς οὐ λαμβάνει. Ἐνταῦθα οὐ μόνον οὐκ ἀπολογεῖται ὑπὲρ τῶν ἀποστόλων, ἀλλὰ καὶ σφόδρα βαρεῖ τοὺς ἁγίους, ἵνα ὠφελήσῃ τοὺς ἀσθενοῦντας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ καὶ ἐπιτρέπουσιν ἐκεῖνοι περιτέμνεσθαι, τὸν λόγον αὐτοὶ τῷ Θεῷ δώσουσιν. Οὐ γὰρ, ἐπειδὴ μεγάλοι εἰσὶ καὶ ἔξαρχοι, ὁ Θεὸς πρόσωπον αὐτῶν λήψεται. Ἀλλ' οὕτω μὲν σαφῶς οὐκ εἶπε, πεφεισμένως δέ· οὐ γὰρ εἶπεν, Εἰ δὲ ἐκεῖνοι θολοῦσι τὸ κήρυγμα, καὶ παρὰ τὰ προστεταγμένα κηρύττουσι, δώσουσι τὴν ἐσχάτην δίκην, καὶ τιμωρίαν ὑποστήσονται· τούτων μὲν οὐδὲν εἶπε, σεμνοτέρως δὲ αὐτῶν δοκεῖ καθάπτεσθαι, οὕτω λέγων· Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν. Καὶ οὐκ εἶπεν, Ὁποῖοί ποτέ εἰσιν, ἀλλ' Ἦσαν, δεικνὺς ὅτι καὶ αὐτοὶ λοιπὸν ἦσαν παυσάμενοι τοῦ οὕτω κηρύσσειν, ἅτε τοῦ κηρύγματος πανταχοῦ διαλάμψαντος. Τὸ δὲ, Ὁποῖοί ποτε ἦσαν, Εἰ οὕτω, φησὶν, ἐκήρυττον αὐτοὶ, τὸν λόγον δώσουσιν. Οὐ γὰρ ἀνθρώποις, ἀλλὰ Θεῷ μέλλουσιν ἀπολογεῖσθαι.

γʹ. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀμφιβάλλων, οὐδ' ὡς ἀγνοῶν τὰ ἐκείνων, ἀλλ', ὅπερ ἔφθην εἰπὼν, οὕτω συμφέρειν νομίζων μεθοδεῦσαι τὸν λόγον. Εἶτα ἵνα μὴ δόξῃ ὡς τὴν ἐναντίαν ἔχων τάξιν κατηγορεῖν αὐτῶν, καὶ ἀπὸ τούτου κατασκευάσῃ μάχης ὑπόνοιαν, ἐπήγαγεν εὐθέως τὴν διόρθωσιν, εἰπὼν, ὅτι Ἐμοὶ οἱ δοκοῦντες, οὐδὲν προσανέθεντο. Τί δὲ τοῦτό ἐστιν; Ἃ μὲν ὑμεῖς λέγετε, φησὶν, οὐκ οἶδα· ἐκεῖνο μέντοι οἶδα σαφῶς, ὅτι ἐμοὶ οὐκ ἠναντιώθησαν, ἀλλὰ καὶ συνέπνευσαν καὶ συνεφώνησαν· τὸ γὰρ, ∆εξιὰς ἔδωκαν, τοῦτό ἐστι δηλοῦντος. Ἀλλὰ τέως οὐ λέγει τοῦτο, ἀλλ' ὅτι οὐκ ἐδίδαξαν, οὐ διώρθωσαν, οὐ πλέον τι προσέθηκαν ὧν ᾔδειν. Ἐμοὶ γὰρ οἱ δοκοῦντες, φησὶν, οὐδὲν προσανέθεντο. Τουτέστι. Μαθόντες τὰ ἐμὰ, οὐδὲν προσέθηκαν, οὐδὲν διώρθωσαν, καὶ ταῦτα εἰδότες, ὅτι διὰ τοῦτο παρεγενόμην, ὥστε αὐτοῖς κοινώσασθαι· καὶ κατ' ἀποκάλυψιν Πνεύματος παρεγενόμην, ὥστε αὐτοῖς κοινώσασθαι, καὶ Τίτον ἀκρόβυστον εἶχον μεθ' ἑαυτοῦ, οὔτε ἐμοί τι πλέον εἶπον ὧν ᾔδειν, οὔτε ἐκεῖνον περιέτεμον. Ἀλλὰ τοὐναντίον. Τί ἐστι, Τοὐναντίον; Τινὲς μέν φασι τοῦτο αὐτὸν λέγειν, ὅτι οὐ μόνον αὐτὸν οὐκ ἐδίδαξαν, ἀλλὰ καὶ ἐδιδάχθησαν παρ' αὐτοῦ· ἐγὼ δὲ οὐκ ἂν εἴποιμι τοῦτο. Τί γὰρ ἔμελλον παρ' αὐτοῦ μανθάνειν πλέον; καὶ γὰρ ἕκαστος αὐτῶν ἀπηρτισμένος ἦν. Οὐ τοίνυν τοῦτο βούλεται εἰπεῖν Τοὐναντίον λέγων, ἀλλ' ὅτι οὐ μόνον οὐκ ἐπετίμησαν, ἀλλὰ καὶ τοσοῦτον ἀπέσχον τοῦ μέμψασθαι, ὅτι καὶ ἐπῄνεσαν· τὸ γὰρ ἐναντίον τοῦ μέμψασθαι τὸ ἐπαινέσαι. Εἶτα ἐπειδὴ εἰκὸς ἦν ἀντειπεῖν τινας, Εἰ ἐπῄνεσαν, πῶς οὖν τὴν περιτομὴν οὐκ ἀνεῖλον; εἰ γὰρ ἐπῄνεσαν, ἐχρῆν ἀνελεῖν· εἰπεῖν