21
μελαινόμενον, ἐπὶ δὲ τῶν Ἑβραίων τῷ ἡλίῳ καταλαμπόμενον. ∆ι' οὗ μάλιστα βεβαιοῦται τῆς ἀποδοθείσης διανοίας ὁ λόγος, ὅτι οὐκ ἄνωθέν τις ἀναγκαστικὴ δύναμις τὸν μὲν ἐν ζόφῳ, τὸν δὲ ἐν φωτὶ γενέσθαι παρασκευάζει, ἀλλ' οἴκοθεν ἔχομεν ἐν τῇ ἑαυτῶν φύσει τε καὶ προαιρέσει τὰς τοῦ φωτός τε καὶ σκότους αἰτίας οἱ ἄνθρωποι, πρὸς ὅπερ ἂν ἐθέλωμεν ἐν τούτῳ γινόμενοι.
2.81 Καὶ γὰρ κατὰ τὴν ἱστορίαν οὐ διά τινος τείχους ἢ ὄρους ἐπιπροσθοῦντος τὰς ὄψεις καὶ τὰς ἀκτῖνας ἀποσκιάζοντος ὁ τῶν Αἰγυπτίων ὀφθαλμὸς ἐν σκότῳ ἦν· ἀλλ' ἐπίσης πάντα τοῦ ἡλίου ταῖς ἀκτῖσι καταφωτίζοντος, οἱ μὲν Ἑβραῖοι τοῦ φωτὸς κατετρύφων οἱ δὲ ἀναισθήτως εἶχον τῆς χάριτος· οὕτω πᾶσι κατὰ τὸ ἴσον τοῦ φωτεινοῦ βίου κατ' ἐξουσίαν προκειμένου, οἱ μὲν ἐν σκότῳ διαπο ρεύονται, διὰ τῶν πονηρῶν ἐπιτηδευμάτων πρὸς τὸν τῆς κακίας ζόφον συνελαυνόμενοι, οἱ δὲ τῷ φωτὶ τῆς ἀρετῆς ἐλλαμπρύνονται. 2.82 Εἰ δὲ μετὰ τὴν τριήμερον ἐν σκότῳ κακοπάθειαν γίνεται καὶ τοῖς Αἰγυπτίοις ἡ τοῦ φωτὸς μετουσία, τάχα τις ἀπὸ τούτων ὁρμώμενος πρὸς τὴν ἀποκατάστασιν τὴν μετὰ ταῦτα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν προσδοκωμένην τῶν ἐν τῇ γεέννῃ καταδεδικασμένων ἀγάγοι τὸ νόημα. Τὸ γὰρ ψηλαφητὸν ἐκεῖνο σκότος, καθώς φησιν ἡ ἱστορία, πρὸς τὸ ἐξώτερον σκότος πολλὴν ἔν τε τῷ ῥήματι καὶ τῷ νοήματι τὴν συγγένειαν ἔχει. Λύεται δὲ τούτων ἑκάτερον, τοῦ Μωϋσέως, καθὼς ἐν τῷ πρὸ τούτου νενόηται, ὑπὲρ τῶν ἐν σκότῳ τὰς χεῖρας ἐκτείναντος. 2.83 Ὡσαύτως καὶ ἡ καμιναία κόνις ἐκείνη ἡ τὰς ὀδυνηρὰς φλυκτίδας τοῖς Αἰγυπτίοις ἐπάγουσα κατὰ λόγον ἂν νοηθείη διὰ τοῦ κατὰ τὸ ὄνομα τῆς καμίνου αἰνίγματος ἡ διὰ τοῦ πυρὸς κατὰ τὴν γέενναν ἀπειληθεῖσα κόλασις ἣ μόνων ἅπτεται τῶν αἰγυπτιαζόντων κατὰ τὸν βίον. 2.84 Εἰ δέ τις ἀληθῶς Ἰσραηλίτης ἐστὶ καὶ τοῦ Ἀβραὰμ υἱὸς καὶ πρὸς ἐκεῖνον τῷ βίῳ βλέπει, ὡς δεῖξαι τῇ προαιρέσει τὴν πρὸς τοὺς ἐκλεκτοὺς ἀγχιστείαν τοῦ γένους, οὗτος ἀβλαβὴς φυλάσσεται τῆς καμιναίας ἐκείνης ὀδύνης. Γένοιτο δ' ἂν κἀκείνοις ποτὲ ἡ ἀποδοθεῖσα τῆς ἐκτάσεως τῶν χειρῶν Μωϋσέως ἑρμηνεία θεραπεία τῆς ὀδύνης καὶ ἀπαλλαγὴ τῶν κολάσεων. 2.85 Τοὺς δὲ λεπτοὺς σκνίπας ἐκείνους, οἳ τοῖς ἀφανέσι δήγμασι τοῖς Αἰγυπτίοις ἀλγύνουσι τήν τε κυνόμυιαν ὀδυνηρῶς διὰ τοῦ δήγματος ἐμφυομένην τοῖς σώμασι τήν τε ὑπὸ τῶν ἀκρίδων καταφθειρομένην γεωπονίαν καὶ τοὺς ἄνωθεν πρηστῆρας τοῖς τῆς χαλάζης λίθοις συγκαταπίπτον τας, οὐκ ἄν τις τῷ εἱρμῷ τῶν προεξητασμένων ἑπόμενος κάμνοι τὰ καθ' ἕκαστον προσαρμόζων τοῖς καταλλήλοις νοήμασιν, 2.86 ἅπερ πάντα ποιεῖ μὲν κατὰ τὸ προηγούμενον ἡ Αἰγυπτία προαίρεσις, ἐπάγει δὲ ἡ ἀδέκαστος τοῦ Θεοῦ δίκη ἐπακολουθοῦσα κατ' ἀξίαν ταῖς προαιρέσεσι. Μὴ γὰρ δὴ τοῦτο τῇ προχείρῳ λέξει τῆς ἱστορίας ἐπακολουθοῦντες νοήσωμεν ὅτι παρὰ Θεοῦ γίνεται τὰ λυπηρὰ τοῖς τῶν τοιούτων ἀξίοις, ἀλλ' ὅτι ἕκαστος ἑαυτῷ τῶν πληγῶν γίνεται δημιουργός, διὰ τῆς οἰκείας προαιρέσεως τὴν τῶν ἀλγεινῶν παρασκευὴν ἑτοιμάζων, καθώς φησιν ὁ Ἀπόστολος πρὸς τὸν τοιοῦτον λέγων ὅτι· κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. 2.87 Ὥσπερ γὰρ ἐκ τῆς ἀτακτοτέρας διαίτης φθοροποιός τις χυμὸς καὶ χολώδης ἐν τοῖς σπλάγχνοις συνίσταται, ὃν ὁ ἰατρὸς εἰς ἔμετον διὰ τῆς τέχνης ἐφελκυσάμενος οὐκ ἂν ἐν αἰτίᾳ γένοιτο τοῦ αὐτὸν ἐμποιῆσαι τοῖς σώμασι τὸν νοσώδη χυμόν, ἀλλ' ἐποίησε μὲν ἡ τῆς τροφῆς ἀταξία, εἰς δὲ τὸ ἐμφανὲς ἤγαγεν ἡ ἰατρικὴ ἐπιστήμη, οὕτω κἂν παρὰ τοῦ Θεοῦ γίνεσθαι λέγοιτο τοῖς μοχθηροῖς τὴν προαίρεσιν ἡ ἀλγεινὴ ἀνταπόδοσις, εὔλογον ἂν εἴη νοεῖν ἐξ ἡμῶν αὐτῶν τὰς ἀρχὰς καὶ τὰς αἰτίας τὰ τοιαῦτα λαμβάνειν πάθη. 2.88 Τῷ γὰρ ἀναμαρτήτως βεβιωκότι οὐ σκότος ἐστίν, οὐ σκώληξ, οὐ γέεννα, οὐ πῦρ, οὐκ ἄλλο τι τῶν φοβερῶν ὀνομάτων τε καὶ πραγμάτων, ὡς δὴ καὶ ἡ ἱστορία φησὶ τοῖς Ἑβραίοις μὴ εἶναι τὰς Αἰγυπτίας πληγάς. Εἰ οὖν ἐν τῷ αὐτῷ τόπῳ τῷ μὲν ἔστι κακόν, τῷ δὲ οὐκ ἔστι, τῆς τῶν προαιρέσεων διαφορᾶς ἐν