1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

22

τοῖς καταλλή λοις δεικνυούσης ἑκάτερον, δῆλον ἂν εἴη τὸ μηδὲν τῶν κακῶν δίχα τῆς ἡμετέρας προαιρέσεως δύνασθαι συστῆναι. 2.89 Ἀλλὰ πρὸς τὰ ἑξῆς τοῦ λόγου προΐωμεν τοσοῦτον παιδευθέντες διὰ τῶν ἐξητασμένων ὅτι Μωϋσῆς τε ἐκεῖνος καὶ ὁ κατ' ἐκεῖνον διὰ τῆς ἀρετῆς ἑαυτὸν ἐπαίρων, ἐπειδὰν διά τε τῆς χρονίας προσοχῆς τοῦ ὀρείου τε καὶ ὑψηλοῦ βίου καὶ διὰ τῆς ἄνωθεν γινομένης φωταγωγίας δυναμωθῇ τὴν ψυχήν, ζημίαν ἡγεῖται τὸ μὴ καὶ τοῖς ὁμογενέσι πρὸς τὸν ἐλεύθερον καθηγήσασθαι βίον. 2.90 Καὶ πρὸς αὐτοὺς γενόμενος τῇ παραθέσει τῶν χειρόνων παθῶν σφοδροτέραν αὐτοῖς τῆς ἐλευθερίας τὴν ἐπιθυμίαν ἐντίθησι· καὶ μέλλων ἐξαιρεῖσθαι τοῦ κακοῦ τὸ ὁμόφυλον, θάνατον ἐπάγει παντὶ πρωτοτόκῳ Αἰγυπτίῳ, τοῦτο δι' ὧν ἐποίησεν ἡμῖν νομοθετῶν τὸ δεῖν τὴν πρώτην τοῦ κακοῦ γένεσιν ἐξαφανίζειν· μὴ γὰρ ἄλλως εἶναι δυνατὸν διαφυγεῖν τὸν Αἰγύπτιον βίον.

2.91 Καί μοι δοκεῖ καλῶς ἔχειν τὴν διάνοιαν ταύτην μὴ παραδραμεῖν ἀθεώρητον. Εἰ γάρ τις μόνον εἰς τὴν ἱστορίαν βλέποι, πῶς ἡ θεοπρεπὴς ἔννοια τοῖς γεγενῆσθαι λεγομένοις διασωθή σεται; Ἀδικεῖ ὁ Αἰγύπτιος καὶ ἀντ' ἐκείνου κολάζεται τὸ ἀρτιγενὲς αὐτοῦ νήπιον, ᾧ διὰ τὸ τῆς ἡλικίας ἀτελὲς οὐδεμία τίς ἐστι καλοῦ τε καὶ μὴ τοιούτου διάκρισις. Ἔξω τοῦ κατὰ κακίαν πάθους ἡ ζωὴ αὐτοῦ· οὐ γὰρ χωρεῖ τὸ πάθος ἡ νηπιότης· δεξιᾶς καὶ ἀριστερᾶς διαφορὰν οὐκ ἐπίσταται· πρὸς μόνην ἀναβλέπει τὴν θηλὴν καὶ μίαν τοῦ λυποῦντος σημαντικὴν αἴσθησιν ἔχει τὸ δάκρυον· καί, εἰ τύχοι τινὸς οὗ ἡ φύσις ἐφίεται, μειδιάματι τὴν ἡδονὴν ἐπισημαίνει. Εἰ τοίνυν τοῦτο τῆς πατρικῆς κακίας ἐκτίνει τὴν δικήν, ποῦ τὸ δίκαιον; ποῦ τὸ εὐσεβές; ποῦ τὸ ὅσιον; ποῦ Ἰεζεχιὴλ βοῶν ὅτι· ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, καὶ ὅτι· οὐ λήψεται τὴν τοῦ πατρὸς ἁμαρτίαν ὁ ἐξ ἐκείνου γεννώμενος; πῶς ἀντινομοθετεῖ ἡ ἱστορία τῷ λόγῳ; 2.92 Οὐκοῦν εὐκολώτερον ἂν εἴη, πρὸς τὴν ἀναγωγὴν τοῦ νοήματος ὁρῶντας, εἰ καί τι γέγονε τυπικῶς, δόγμα διὰ τῶν λεγομένων πιστεύειν τὸν νομοθέτην ἐκτίθεσθαι. Τὸ δὲ δόγμα τοιοῦτόν ἐστι, τὸ δεῖν πρὸς τὴν κακίαν τινὰ δι' ἀρετῆς συμπλεκόμενον τὰς πρώτας τῶν κακῶν ἀρχὰς εἰς ἀφανισμὸν ἄγειν. 2.93 Τῇ γὰρ ἀναιρέσει τῆς ἀρχῆς καὶ τὸ μετ' ἐκείνην συναφανίζεται, καθὼς διὰ τοῦ Εὐαγγελίου διδάσκει ὁ Κύριος, μονονουχὶ διαρρήδην βοῶν ἀναιρεῖν τῶν Αἰγυπτίων κακῶν τὰ πρωτότοκα, δι' ὧν κελεύει τὴν ἐπιθυμίαν ἀνελόντας καὶ τὴν ὀργὴν μηκέτι δεδοικέναι μήτε τῆς μοιχείας τὸ μίασμα, μήτε τοῦ φόνου τὸ ἄγος. Οὐ γὰρ ἂν ἐφ' ἑαυτοῦ συσταίη τούτων ἑκάτερον, εἰ μὴ φόνον μὲν ἡ ὀργή, μοιχείαν δὲ ἡ ἐπιθυμία τελεσφορήσειεν. 2.94 Ἐπεὶ οὖν ὁ εἰς κακίαν τεκνογονῶν πρὸ τῆς μοιχείας τίκτει τὴν ἐπιθυμίαν καὶ τὴν ὀργὴν πρὸ τοῦ φόνου, ὁ ἀνελὼν τὸ πρωτότοκον συνανεῖλε πάντως καὶ τὴν ἀκολουθοῦσαν τῷ πρωτοτόκῳ γονήν, ὥσπερ καὶ ἐπὶ τοῦ ὄφεως ὁ τὴν κεφαλὴν πλήξας ὅλον συναπενέκρωσε τὸν κατόπιν ὁλκὸν ὃν ἐφέλκεται. 2.95 Τοῦτο δὲ οὐκ ἂν γένοιτο μὴ προσχυθέντος ταῖς εἰσόδοις ἡμῶν ἐκείνου τοῦ αἵματος ὃ τὸν ὁλοθρευτὴν ἀποστρέ φει. Καὶ εἰ χρὴ τὴν ἀποδοθεῖσαν διάνοιαν ἀκριβέστερον ἐν τοῖς εἰρημένοις κατανοῆσαι, τοῦτο δι' ἑκατέρων δίδωσιν ἡ ἱστορία νοεῖν ἔκ τε τοῦ ἀνελεῖν τὸ πρωτότοκον καὶ ἐκ τοῦ δι' αἵματος κατασφαλισθῆναι τὴν εἴσοδον. Ἐκεῖ τε γὰρ ἡ πρώτη ὁρμὴ τοῦ κακοῦ ἀφανίζεται καὶ ἐνταῦθα ἡ πρώτη τῆς κακίας εἴσοδος καθ' ἡμῶν διὰ τοῦ ἀληθινοῦ ἀμνοῦ ἀποστρέφεται. Οὐ γὰρ ἐντὸς γενόμενον τὸν ὁλοθρευτὴν δι' ἐπινοίας ἐκβάλλομεν, ἀλλ' ὅπως ἂν μηδὲ τὴν ἀρχὴν ἡμῖν παρεισδύσῃ φυλακὴν διὰ τοῦ νόμου ποιούμεθα. Φυλακὴ δέ ἐστι καὶ ἀσφάλεια τὸ τῷ αἵματι τοῦ ἀμνοῦ τήν τε φλιὰν καὶ τοὺς σταθμοὺς τῆς εἰσόδου κατασημήνεσθαι. 2.96 Ταῦτα περὶ ψυχῆς ἡμῖν φυσιολογοῦντος δι' αἰνιγμάτων τοῦ λόγου, καὶ ἡ ἔξωθεν παίδευσις ἐφαντάσθη, διαιροῦσα τὴν ψυχὴν εἴς τε τὸ λογιστικὸν καὶ ἐπιθυμητικὸν καὶ θυμοειδές. Ἐκ τούτων δὲ τὸν θυμὸν μὲν καὶ τὴν ἐπιθυμίαν ὑποβεβηκέναι φασίν, ἑκατέρωθεν τὸ διανοητικὸν τῆς ψυχῆς ὑπερείδοντας, τὸν δὲ λογισμὸν ἀμφοτέροις ἐπεζευγμένον