22
εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη· καὶ ἐνταῦθα πάλιν, ὅτι Ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, οὐ τὸ πρᾶγμα αὐτό φησιν, ἀλλὰ τὸν τῶν Ἰουδαίων λαὸν οὕτω καλεῖ, ἀντιδιαστέλλων αὐτὸν τοῖς ἔθνεσιν. Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
δʹ. Τί ποτε τοῦτό ἐστιν ὅ φησιν; Ἐν μὲν τῷ κηρύγματι, φησὶ, δειλόμεθα τὴν οἰκουμένην, κἀγὼ μὲν τοὺς ἐξ ἐθνῶν, ἐκεῖνοι δὲ τοὺς Ἰουδαίους ἔλαβον κατὰ τὸ τῷ Θεῷ δοκοῦν· εἰς δὲ τὴν τῶν πτωχῶν ἐπιμέλειαν τῶν παρὰ Ἰουδαίοις, ἐγὼ τὰ παρ' ἐμαυτοῦ συνεισήνεγκα ἐκείνοις. Εἰ δὲ πόλεμος ἦν καὶ μάχη, οὐκ ἂν τοῦτο κατεδέξαντο ἐκεῖνοι. Τίνες δέ εἰσιν οὗτοι οἱ πτωχοί; Πολλοὶ τῶν Ἰουδαίων πιστεύσαντες ἐν Παλαιστίνῃ τὰ ὄντα ἀφῃρέθησαν ἅπαντα, καὶ πανταχόθεν ἠλαύνοντο. Καὶ τοῦτο δηλοῖ μὲν ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, λέγων· Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε· δηλοῖ δὲ Θεσσαλονικεῦσι γράφων, καὶ ἀνακηρύττων τὴν ἀνδρείαν ἐκείνων· Ὑμεῖς γὰρ, φησὶ, μιμηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Καὶ διὰ πάντων δείκνυσιν, ὅτι οὐχ οὕτως οἱ ἐξ Ἑλλήνων πιστεύσαντες, ὑπὸ τῶν μενόντων Ἑλλήνων ἐπολεμοῦντο, ὡς οἱ ἀπὸ Ἰουδαίων πιστεύσαντες, ὑπὸ τῶν ὁμοφύλων ἠλαύνοντο· τραχύτερον γὰρ τοῦτο πάντων τὸ ἔθνος. ∆ιὰ ταῦτα πολλὴν ποιοῦνται σπουδὴν, ὥστε πάσης αὐτοὺς ἀπολαύειν ἐπιμελείας, καὶ Ῥωμαίοις ἐπιστέλλων καὶ Κορινθίοις. Καὶ οὐ μόνον συνάγει χρήματα, ἀλλὰ καὶ αὐτὸς αὐτὰ διακομίζει, καὶ λέγει· Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. Καὶ γὰρ ἀναγκαίας ἠπόρουν τροφῆς. Τοῦτο οὖν καὶ ἐνταῦθα δηλῶν ἔλεγεν, ὅτι Ἐν τούτῳ μοι βοηθεῖν αὐτοῖς ἔδοξε, καὶ κατεδεξάμην, καὶ οὐκ ἐνέλιπον. Καὶ διὰ τούτων δείξας τὴν πρὸς αὐτοὺς ὁμόνοιαν καὶ συμφωνίαν, ἀναγκάζεται λοιπὸν καὶ τῆς πρὸς Πέτρον αὐτῷ γινομένης ἐν Ἀντιοχείᾳ διαλέξεως μνησθῆναι, καί φησιν· Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπ 61.640 έστελλε καὶ ἀφώριζεν ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιτομῆς. Πολλοὶ τῶν ἁπλῶς ἀναγινωσκόντων τουτὶ τὸ ῥητὸν τῆς Ἐπιστολῆς, νομίζουσι τοῦ Πέτρου τὸν Παῦλον κατηγορεῖν ὑπόκρισιν· ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἄπαγε· πολλὴν γὰρ εὑρήσομεν καὶ τοῦ Πέτρου καὶ τοῦ Παύλου τὴν σύνεσιν ἐγκεκρυμμένην ἐνταῦθα πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν.
Πρότερον δὲ ἀναγκαῖον περὶ τῆς τοῦ Πέτρου παῤῥησίας εἰπεῖν, καὶ πῶς ἀεὶ πάντων αὐτὸς κατεπήδα τῶν μαθητῶν. Καὶ γὰρ τὴν προσηγορίαν ἐντεῦθεν ἔλαβε διὰ τὸ ἀκλινὲς καὶ ἀπερίτρεπτον τῆς πίστεως· καὶ ὅτε κοινῇ πάντες ἠρωτῶντο, τῶν ἄλλων προπηδήσας, φησί· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· ὅτε καὶ τὰς κλεῖς τῶν οὐρανῶν ἐνεπιστεύθη. Καὶ ἐν τῷ ὄρει μόνος φαίνεται φθεγγόμενος, καὶ ὅτε περὶ σταυροῦ διελέγετο, τῶν ἄλλων σιγώντων, αὐτός φησιν, Ἵλεώς σοι. Ταῦτα δὲ τὰ ῥήματα εἰ καὶ μὴ διεσκεμμένης γνώμης ἦν, ἀλλ' ὅμως ζεούσης ἀγάπης. Καὶ πανταχοῦ δὲ τῶν ἄλλων ὁρῶμεν αὐτὸν θερμότερον ὄντα, καὶ προαλλόμενον ἐν τοῖς κινδύνοις. Καὶ ὅτε ὤφθη ἐν τῷ αἰγιαλῷ, τῶν ἄλλων τὸ πλοῖον ἑλκόντων, αὐτὸς οὐκ ἠνέσχετο τῷ πλοίῳ παραγενέσθαι· καὶ μετὰ τὴν ἀνάστασιν δὲ φονώντων Ἰουδαίων καὶ μαινομένων, καὶ ζητούντων αὐτοὺς διασπάσαι, πρῶτος παρελθὼν ἐτόλμησε ῥῆξαι φωνὴν καὶ εἰπεῖν, ὅτι ὁ σταυρωθεὶς ἀνελήφθη, καὶ ἐν τοῖς οὐρανοῖς ἐστιν. Οὐκ ἔστι δὲ ἴσον κεκλεισμένην ἀνοῖξαι θύραν καὶ ἀρχὴν δοῦναι πράγματι, καὶ μετὰ ταῦτα παῤῥησιάσασθαι. Ὁ τοίνυν