1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

24

αἰνίγματος. Κελεύει γὰρ ἄντικρυς ἐπιγνῶναι τὸν τῇδε βίον ὅτι παροδικῶς ἐπιφοιτῶμεν τῇ παρούσῃ ζωῇ, ἅμα τῇ γενέσει πρὸς τὴν ἔξοδον ὑπ' αὐτῆς τῆς ἀνάγκης τῶν πραγμάτων συνελαυνόμενοι, πρὸς ἣν παρεσκευάσθαι χρὴ χερσί τε καὶ ποσὶ καὶ τῇ λοιπῇ τῇ πρὸς τὴν ὁδὸν ἀσφαλείᾳ. 2.107 Ὡς γὰρ ἂν μὴ ταῖς ἀκάνθαις τοῦ βίου τούτου (ἄκανθαι δ' ἂν εἶεν αἱ ἁμαρτίαι) γυμνοῖς τε καὶ ἀφυλάκτοις τοῖς ποσὶ βλαβείημεν, τὴν τῶν ὑποδημάτων στερρότητα τῶν ποδῶν προβαλλώμεθα· ταῦτα δέ ἐστιν ὁ ἐγκρατής τε καὶ κατεσκληκὼς βίος, ὁ θραύων δι' ἑαυτοῦ καὶ περικατακλῶν τὰς τῆς ἀκάνθης ἀκμὰς καὶ κωλύων ἐκ λεπτῆς τε καὶ ἀφανοῦς ἀρχῆς τὴν ἁμαρτίαν ἐπὶ τὸ ἐντὸς παραδύεσθαι. 2.108 Ὅ τε τοῖς ποσὶ περικεχυμένος χιτὼν καὶ μεχρὶ τῶν βάσεων καθειμένος ἐμπόδιον ἂν εἴη τῷ τὴν ὀδὸν ταύτην διὰ σπουδῆς κατὰ Θεὸν διανύοντι. Χιτὼν δ' ἂν ἡμῖν κατὰ τὸ ἀκόλουθον νοηθείη ἡ ἀπολαυστικὴ τῶν ἐν τῷ βίω τούτῳ σπουδαζομένων πλατύτης, ἣν εἰς ὀλίγον ὁ σώφρων λογισμὸς συστέλλει, ζώνη τοῦ ὁδοιποροῦντος γινόμενος. Τὸ δὲ σωφροσύνην εἶναι τὴν ζώνην μαρτυρεῖται τῷ τόπῳ περὶ ὃν ἐνείρεται. Ἥ τε αὖ τῶν θηρίων ἀμυντικὴ βακτηρία, ὁ τῆς ἐλπίδος λόγος ἐστίν, ᾧ καὶ τὸ κάμνον τῆς ψυχῆς ὑπερείδομεν καὶ τὸ ὑλακτοῦν ἀμυνόμεθα. 2.109 Ἐκ πυρὸς δὲ προτεθεῖσαν ἡμῖν τὴν ἐδωδήν, τὴν θερμὴν ταυτὴν λέγω καὶ ἔκπυρον πίστιν, ἣν ἀμελλητὶ προσδεχόμεθα, ἧς ἐμφαγόντες ὅσον ἐκ προχείρου γίνεται ληπτὸν τῷ ἐσθίοντι, τὸν ἐγκεκρυμμένον τοῖς στερροτέροις τε καὶ δυστρίπτοις νοήμασι λόγον ἀπεριέργαστόν τε καὶ ἀπολυπραγμόνητον καταλιμπάνομεν, τῷ πυρὶ προτιθέντες τὴν τοιαύτην τροφήν. 2.110 Ὡς δ' ἂν σαφηνισθείη τὰ περὶ τούτων αἰνίγματα, ταῦτά φαμεν ὅτι τῶν θείων παραγγελ μάτων ὅσα μὲν πρόχειρον τὴν κατανόησιν ἔχει, οὐ νωθρῶς οὐδὲ κατηναγκασμένως μετιέναι προσήκει, ἀλλ' οἷον πεινῶν τας καὶ μετ' ὀρέξεως ἐμφορεῖσθαι τῶν προκειμένων, ὥστε γενέσθαι τὴν τροφὴν ἡμῖν εἰς εὐεξίας ἐφόδιον, ὅσα δὲ κέκρυπ τῶν νοημάτων, οἷον τὸ ζητεῖν τίς ἡ οὐσία τοῦ θεοῦ; τί πρὸ τῆς κτίσεως ἦν; τί τὸ ἔξω τῶν φαινομένων; τίς ἡ ἀνάγκη τῶν γινομένων; καὶ ὅσα τοιαῦτα ὑπὸ τῶν περιέργων ἀνερευνᾶται, ταῦτα τῷ ἁγίῳ Πνεύματι συγχωρεῖν μόνῳ γινώσκειν, τῷ τὰ βάθη τοῦ Θεοῦ διερευνῶντι, καθώς φησιν ὁ Ἀπόστολος.

2.111 Τὸ γὰρ ἀντὶ τοῦ Πνεύματος ὑπὸ τῆς Γραφῆς πολλαχῆ τὸ πῦρ μνημονεύεσθαί τε καὶ ὀνομάζεσθαι, οὐκ ἄν τις τῶν πεπαιδευμένων τὴν Γραφὴν ἀγνοήσειε. Προσάγει δὲ τῇ τοιαύτῃ διανοίᾳ ἡμᾶς καὶ τὸ τῆς Σοφίας παράγγελμα, ὅτι· ἰσχυρότερά σου μὴ ἐρεύνα, τουτέστι τὰ ὀστᾶ τοῦ λόγου μὴ σύντριβε· οὐ γάρ σοι χρεία τῶν κρυπτῶν. 2.112 Οὕτως ἐκβάλλει τῆς Αἰγύπτου ὁ Μωϋσῆς τὸν λαόν. Καὶ πᾶς ὁ τῷ Μωϋσεῖ κατ' ἴχνος ἑπόμενος τῷ τρόπῳ τούτῳ τῆς Αἰγυπτίας τυραννίδος ἐλευθεροῖ παντὰς ὧν ἂν ὁ λόγος καθηγῆται. ∆εῖ δέ, οἶμαι, τοὺς ἑπομένους τῷ πρὸς ἀρετὴν ἡγουμένῳ μὴ πένητας εἶναι τοῦ Αἰγυπτίου πλούτου, μήτε τῶν ἀλλοφύλων κειμηλίων ἀκτήμονας, ἀλλὰ τὰ προσόντα τοῖς ἐναντίοις πάντα λαβόντας ἐν χρήσει παρ' ἑαυτοῖς ἔχειν, ὅπερ τότε ποιῆσαι παρὰ τοῦ Μωϋσέως ὁ λαὸς παραγγέλλεται. 2.113 Τοῦτο δὲ οὐκ ἄν τις ἐκ προχείρου νοήσας ἀποδέξαιτο τοῦ νομοθέτου τὴν γνώμην, εἰ ἀποστερεῖν τοὺς χρήσαντας ἐγκελεύεται καὶ ὑφηγητὴς ἀδικίας γίνεται. Ἀλλ' οὐδ' ἂν κατ' ἀλήθειάν τις εἴποι ταῦτα διατάσσειν τὸν νομοθέτην, πρὸς τοὺς ἐφεξῆς βλέπων νόμους, τοὺς ἄνω καὶ κάτω τὴν κατὰ τοῦ πέλας ἀδικίαν κωλύοντας, κἄν τισι δοκῇ εὔλογον εἶναι τῶν ἔργων τὰ μισθώματα παρὰ τῶν Αἰγυπτίων τοὺς Ἰσραηλίτας διὰ τῆς ἐπινοίας ταύτης εἰσπράττεσθαι. 2.114 Οὐδὲν γὰρ ἧττον ἐν ἐγκλήματί ἐστι τὸ μὴ καθαρεύειν ψεύδους τε καὶ ἀπάτης τὸ τοιοῦτον παράγγελμα. Ὁ γὰρ ἐν χρήσει λαβών τι καὶ μὴ ἀποδοὺς πάλιν τῷ χρήσαντι, εἰ μὲν ἀλλότριον εἴη, ὡς ἀποστερήσας ἠδίκησεν, εἰ δὲ τὸ ἑαυτοῦ κρατοίη, ὡς παραλογισάμενος τὸν ἐπ' ἐλπίδι τοῦ ἀπολαύειν χρήσαντα πάντως ἀπατεὼν ὀνομάζεται. 2.115 Οὐκοῦν ὁ ὑψηλότερος λόγος τῆς προχείρου διανοίας ἁρμοδιώτερος, ὁ κελεύων τοὺς τὸν ἐλεύθερον βίον