1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

25

μετιόντας δι' ἀρετῆς καὶ τὸν ἔξωθεν τῆς παιδεύσεως πλοῦτον παρασκευ άσασθαι, ᾧ οἱ κατὰ τὴν πίστιν ἀλλόφυλοι καλλωπίζονται. Τὴν γὰρ ἠθικήν τε καὶ φυσικὴν φιλοσοφίαν, γεωμετρίαν τε καὶ ἀστρονομίαν, καὶ τὴν λογικὴν πραγματείαν, καὶ πάντα ὅσα παρὰ τοῖς ἔξω τῆς Ἐκκλησίας σπουδάζεται, κελεύει ὁ τῆς ἀρετῆς καθηγούμενος παρὰ τῶν τὰ τοιαῦτα πλουτούντων ἐν Αἰγύπτῳ λαβόντα λόγῳ χρήσεως ὑποδέξασθαι, ὡς ἐν καιρῷ χρησιμευόντων, ὅταν δέῃ τὸν θεῖον τοῦ μυστηρίου ναὸν διὰ τοῦ λογικοῦ πλούτου καλλωπισθῆναι. 2.116 Οἱ γὰρ τὸν τοιοῦτον ἑαυτοῖς θησαυρίσαντες πλοῦτον προσάγουσι τῷ Μωϋσεῖ περὶ τὴν σκηνὴν τοῦ μαρτυρίου πονοῦντι τὸ παρ' ἑαυτοῦ ἕκαστος πρὸς τὴν τῶν ἁγίων κατασκευὴν συνεισφέρων, ὃ δὴ καὶ νῦν ἔστιν ἰδεῖν γινόμενον. Πολλοὶ τὴν ἔξω παίδευσιν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ καθάπερ τι δῶρον προσάγουσιν, οἷος ἦν ὁ μέγας Βασίλειος, ὁ καλῶς τὸν Αἰγύπτιον πλοῦτον ἐμπορευσάμενος κατὰ τὸν τῆς νεότητος χρόνον καὶ ἀναθεὶς τῷ Θεῷ καὶ τῷ τοιούτῳ πλούτῳ τὴν ἀληθίνην κατακοσμήσας τῆς Ἐκκλησίας σκηνήν. 2.117 Ἀλλ' ἐπανιτέον ὅθεν ἐξέβημεν, ὅτι τοῖς πρὸς ἀρετὴν ἤδη βλέπουσι καὶ τῷ νομοθέτῃ κατὰ τὴν ζωὴν ἑπομένοις, ὅταν καταλίπωσι τῆς τῶν Αἰγυπτίων δυναστείας τοὺς ὅρους, ἐπακολουθοῦσί πως αἱ τῶν πειρασμῶν προσβολαί, στενοχωρίας τε καὶ φόβους καὶ τοὺς περὶ τῶν ἐσχάτων κινδύνους ἐπάγουσαι. ∆ι' ὧν καταπτοηθεῖσα τῶν κατὰ τὴν πίστιν νεοπαγῶν ἡ διάνοια, εἰς παντελῆ τῶν ἀγαθῶν ἀνελπιστίαν ἐκπίπτει. Ἀλλ' εἰ Μωϋσῆς ἤ τις τῶν κατ' αὐτὸν ἐπιστατῶν τοῦ λαοῦ τύχοι, ἀντιστήσει τῷ φόβῳ τὴν συμβου λήν, τῇ τῆς θείας συμμαχίας ἐλπίδι τὸ κατεπτηχὸς τῆς διανοίας παραθαρσύνων. 2.118 Ὅπερ οὐκ ἂν γένοιτο, μὴ τῆς καρδίας τοῦ προεστηκότος τῷ Θεῷ λαλούσης. Τοῖς γὰρ πολλοῖς τῶν ἐν προστασίᾳ τοιαύτῃ προτεταγμένων τὸ φαινόμενον μόνον ὅπως ἂν εὖ διατεθείη σπουδάζεται· τῶν δὲ κεκρυμμένων, ἃ μόνῳ τῷ Θεῷ καθορᾶται, ὀλίγος γίνεται λόγος. Ἐπὶ δὲ τοῦ Μωϋσέως οὐχ οὕτως ἦν· ἀλλ' ἐν ᾧ θαρσεῖν τοῖς Ἰσραηλίταις διακελεύεται, μηδεμίαν κατὰ τὸ φαινόμενον φωνὴν πρὸς τὸν Θεὸν ποιησάμενος, βοᾶν παρ' αὐτοῦ τοῦ Θεοῦ μαρτυρεῖται, διδάσκοντος, οἶμαι, τοῦ λόγου ὅτι εὔηχός τέ ἐστιν ἐκείνη ἡ φωνὴ καὶ μέχρι τῆς θείας ἀναβαίνουσα ἀκοῆς οὐχ ἡ μετά τινος διατάσεως γινομένη κραυγή, ἀλλ' ἡ ἀπὸ καθαρᾶς συνειδήσεως ἀναπεμπομένη ἐνθύμησις. 2.119 Τῷ δὲ οὕτως ἔχοντι μικρὸς ἤδη πρὸς συμμαχίαν τῶν μειζόνων ἀγώνων ὁ ἀδελφὸς καταφαίνεται, ἐκεῖνος ὁ ἀδελφὸς ὁ κατιόντι πρὸς Αἰγυπτίους κατὰ θεῖον βούλημα τῷ Μωϋσεῖ συναντήσας, ὃν εἰς ἀγγέλου τάξιν ὁ λόγος ἐνόησεν. Ἀλλὰ τότε γίνεται τῆς ὑπερκειμένης φύσεως ἐμφάνεια, οὕτως ἐμφαινομένης, καθὼς ἂν χωρῇ τὸ δεχόμενον, ὃ δὴ καὶ τότε γεγενῆσθαι παρὰ τῆς ἱστορίας ἀκούομεν, καὶ εἰσαεὶ γίνεσθαι παρὰ τῆς τοῦ λόγου θεωρίας μανθάνομεν.

2.120 Ὅταν γὰρ φεύγῃ τις τὸν Αἰγύπτιον καὶ ἔξω τῶν ὅρων γενόμενος πρὸς τὰς προσβολὰς τῶν πειρασμῶν δειλιάσῃ, ἄνωθεν τὴν ἐκ παραδόξου σωτηρίαν ὁ ὁδηγὸς ὑποδείκνυσιν, ὅταν περιεστοι χισμένος ὁ ἐχθρὸς τῇ ἑαυτοῦ δυνάμει τὸν διωκόμενον βατὴν ὑπ' ἀνάγκης αὐτῷ κατασκευάσῃ τὴν θάλασσαν, 2.121 εἰς ἣν καθηγεῖται ὁ ὁδηγὸς ἡ νεφέλη· τοῦτο γὰρ ὄνομα τῷ ὁδηγοῦντι, ὅπερ καλῶς τοῖς πρὸ ἡμῶν εἰς τὴν τοῦ ἁγίου Πνεύματος μετελήφθη χάριν, παρ' οὗ γίνεται τοῖς ἀξίοις ἡ πρὸς τὸ ἀγαθὸν ὁδηγία, ᾧ τις ἑπόμενος τὸ ὕδωρ διέξεισιν, ὁδοποιοῦντος αὐτῷ τὴν δι' αὐτοῦ πορείαν τοῦ ἡγεμόνος, δι' οὗ γίνεται τὸ ἀσφαλὲς τῇ ἐλευθερίᾳ, τοῦ ἐπὶ δουλείᾳ καταδιώκοντος ἐναφανιζομένου τῷ ὕδατι. Τοῦτο δέ τις ἀκούων οὐκ ἂν ἀγνοήσειε τὸ κατὰ τὸ ὕδωρ μυστήριον, ἐν ᾧ τις μετὰ τῆς πανστρατιᾶς τοῦ ἐχθροῦ καταβὰς μόνος ἀναδύεται, τοῦ πολεμίου στρατοῦ καταπνι γομένου τῷ ὕδατι. 2.122 Τίς γὰρ οὐκ οἶδεν ὅτι στρατὸς Αἰγύπτιός ἐστι τὰ ποικίλα τῆς ψυχῆς πάθη, οἷς καταδου λοῦται ὁ ἄνθρωπος; Ἐκεῖνοι οἱ ἵπποι, ἐκεῖνα τὰ ἅρματα καὶ οἱ ἐπ' αὐτῶν ἀναβάται, τοξόται καὶ σφενδονῆται καὶ ὁπλομάχοι, καὶ ὁ λοιπὸς ὅμιλος τῆς τῶν