1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

29

μὴ λέγειν μωρὸν τὸν ἀδελφὸν αὐτοῦ, ἀλλὰ καὶ σφόδρα αὐτὸν τηρῶν, τοῦτο ποιεῖ. Οὐ γὰρ ἁπλῶς εἴρηται, Ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ μωρὸν, ἀλλ', Ὁ εἰκῆ καλῶν. Τίνες δὲ τούτων δικαιότερον ἂν ἔτυχον ταύτης τῆς προσηγορίας, οἱ μετὰ τοσαῦτα καὶ τηλικαῦτα, ὡς οὐδενὸς γενομένου, τῶν προτέρων ἐχόμενοι. Εἰ δὲ διὰ τοῦτο ὑβριστὴν καλεῖς τὸν Παῦλον, καὶ διὰ τὴν Σάπφειραν καὶ τὸν Ἀνανίαν ἀνδροφόνον ἐρεῖς τὸν Πέτρον. Εἰ δὲ ἐκεῖνα μανίας εἰπεῖν, πολλῷ μᾶλλον καὶ ταῦτα. Σὺ δέ μοι σκόπει, πῶς οὐκ ἀπὸ προοιμίων ταύτῃ κέχρηται τῇ σφοδρότητι, ἀλλὰ μετὰ τοὺς ἐλέγχους καὶ τὰς ἀποδείξεις, ὅτε λοιπὸν οὐ παρ' ἐκείνου, ἀλλὰ παρ' αὐτῶν τῶν ἐλέγχων τὴν ἐπιτίμησιν ἐδέχοντο.

Ὅτε γὰρ ἔδειξε τὴν πίστιν ἐξωθουμένους, καὶ τὸν θάνατον τοῦ Χριστοῦ περιττὸν ἀποφαίνοντας, τότε ἐπάγει τὴν ἐπιτίμησιν, καὶ οὐδὲ τότε κατ' ἀξίαν· καὶ γὰρ πολλῷ χαλεπωτέρων ἦσαν ἄξιοι ῥημάτων. Θέα δέ μοι πῶς εὐθέως καὶ καθυφίησι 61.648 πλήξας. Οὐ γὰρ εἶπε, Τίς ὑμᾶς ἠπάτησε; Τίς ὑμῖν ἀπεχρήσατο; Τίς ὑμᾶς παρελογίσατο; ἀλλὰ, Τίς ὑμᾶς ἐβάσκανεν; οὐκ ἄμοιρον ἐγκωμίων τὴν ἐπίπληξιν θείς. Τοῦτο γὰρ δεικνύντος ἐστὶν, ὅτι φθόνου ἄξια ἔπραττον πρότερον, καὶ δαίμονος ἐπήρεια τὸ γινόμενον ἦν, σφοδρὸν κατὰ τῆς εὐημερίας αὐτῶν πνεύσαντος. Ὅταν δὲ φθόνον ἀκούσῃς ἐνταῦθα, καὶ ἐν τῷ Εὐαγγελίῳ ὀφθαλμὸν πονηρὸν τὸ αὐτὸ δηλοῦντα, μὴ τοῦτο νομίσῃς, ὅτι ἡ τῶν ὀφθαλμῶν βολὴ τοὺς ὁρῶντας βλάπτειν πέφυκεν· ὀφθαλμὸς γὰρ οὐκ ἂν εἴη πονηρὸς, αὐτὸ τὸ μέλος· ἀλλ' ἐνταῦθα ὁ Χριστὸς οὕτω τὸν φθόνον λέγει. Ὀφθαλμῶν μὲν γὰρ τὸ ἁπλῶς ὁρᾷν μόνον, τὸ δὲ πονηρῶς ὁρᾷν τῆς ἔνδον διεστραμμένης γίνεται γνώμης. Ἐπειδὴ γὰρ διὰ τῆς αἰσθήσεως ταύτης εἰς τὴν ψυχὴν ἡμῶν εἰσρεῖ τῶν ὁρωμένων ἡ θεωρία, καὶ ὡς ἐπὶ πολὺ ἐν πλούτῳ μάλιστα ὁ φθόνος τίκτεται, ὁ δὲ πλοῦτος ἀπὸ ὀφθαλμῶν ὁρᾶται, καὶ αἱ δυναστεῖαι καὶ αἱ δορυφορίαι· διὰ τοῦτο πονηρὸν ὀφθαλμὸν ἐκάλεσεν, οὐ τὸν ὁρῶντα, ἀλλὰ τὸν μετὰ βασκανίας ὁρῶντα ἀπὸ τῆς κατὰ ψυχὴν πονηρίας. Εἰπὼν δὲ, Τίς ὑμᾶς ἐβάσκανεν; δείκνυσιν ὅτι οὐχ ὡς κηδεμόνες, οὐδὲ ὡς τὸ λεῖπον ἀναπληροῦντες, ἀλλὰ καὶ τὸ ὂν ἀκρωτηριάζοντες, τοῦτο ποιοῦσι. Φθόνου γάρ ἐστιν, οὐ τὸ λεῖπον προσθεῖναι, ἀλλὰ καὶ τῶν πεπληρωμένων ὑφελέσθαι τι, καὶ λυμήνασθαι τῷ παντί. Ταῦτα δὲ λέγει, οὐχ ὡς τοῦ φθόνου καθ' ἑαυτὸν ἰσχὺν ἔχοντος, ἀλλ' ὡς τῶν ταῦτα διδασκόντων διὰ βασκανίαν ἐπὶ τοῦτο ἐλθόντων. Οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος. Καὶ μὴν οὐκ ἐν τῇ Γαλατῶν χώρᾳ, ἀλλ' ἐν Ἱεροσολύμοις ἐσταυρώθη· πῶς οὖν φησιν, Ἐν ὑμῖν; Τῆς πίστεως δεικνὺς τὴν ἰσχὺν 61.649 καὶ τὰ πόῤῥωθεν δυναμένης ὁρᾷν. Καὶ οὐκ εἶπεν, Ἐσταυρώθη, ἀλλὰ, Προεγράφη ἐσταυρωμένος, δηλῶν ὅτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἀκριβέστερον ἐθεώρησαν τῶν παρόντων ἐνίων καὶ τὰ γινόμενα θεωμένων. Ἐκείνων μὲν γὰρ πολλοὶ θεασάμενοι, οὐδὲν ἀπώναντο· οὗτοι δὲ ὀφθαλμοφανῶς μὲν οὐκ εἶδον, διὰ δὲ τῆς πίστεως ἀκριβέστερον εἶδον. Ταῦτα δὲ λέγει ὁμοῦ καὶ καθαπτόμενος αὐτῶν, καὶ ἐπαινῶν. Ἐπαινῶν μὲν, ὅτι μετὰ τοσαύτης πληροφορίας ἐδέξαντο τὸ γεγενημένον· καθαπτόμενος δὲ, ὅτι ὃν εἶδον ὑπὲρ αὐτῶν γυμνωθέντα, ἀνεσκολοπισμένον, προσηλωμένον, ἐμπτυόμενον, κωμῳδούμενον, ποτιζόμενον ὄξος, κατηγορούμενον ὑπὸ λῃστῶν, λόγχῃ νυττόμενον (ταῦτα γὰρ πάντα ἐδήλωσε διὰ τοῦ εἰπεῖν, Προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος), τοῦτον ἀφέντες, ἐπὶ τὸν νόμον ἔδραμον, οὐδὲν αἰδεσθέντες τῶν παθημάτων ἐκείνων. Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλασσαν, τὰ ἄλλα πάντα ἀφεὶς, τὴν δύναμιν ἐκήρυττε τοῦ Χριστοῦ, τὸν σταυρὸν περιφέρων. Τοῦτο γὰρ μάλιστα κεφάλαιον τῆς ὑπὲρ ἡμῶν κηδεμονίας ἦν. Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Ἐπειδὴ γὰρ τοῖς μακροῖς οὐ παρακολουθεῖτε λόγοις, φησὶν, οὐδὲ τῆς οἰκονομίας τὸ μέγεθος