1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

30

κατοπτεῦσαι βούλεσθε, διὰ συντόμου λόγου καὶ ταχίστης ἀποδείξεως ὑμᾶς πεῖσαι βούλομαι τὴν ἐσχάτην ὁρῶν ἀγνωμοσύνην. Ἀνωτέρω μὲν γὰρ ἐκ τῶν πρὸς τὸν Πέτρον αὐτῷ λεχθέντων ἔπεισεν, ἐνταῦθα δὲ λοιπὸν πρὸς αὐτοὺς ἀποδύεται, οὐκ ἐκ τῶν ἀλλαχοῦ συμβάντων, ἀλλ' ἐκ τῶν ἐν αὐτοῖς γινομένων κατασκευάζων ἅπαντα, καὶ οὐκέτι μόνον ἀπὸ τῶν κοινῇ δεδομένων, ἀλλὰ καὶ ἐκ τῶν αὐτοῖς ἰδίᾳ δεδωρημένων πείθων καὶ ποιούμενος τὴν ἀπόδειξιν. ∆ιό φησι. Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Ἐλάβετε Πνεῦμα ἅγιον, φησὶν, εἰργάσασθε δυνάμεις πολλὰς, ἐπετελέσατε σημεῖα νεκροὺς ἐγείροντες, λεπροὺς καθαίροντες, προφητεύοντες, γλώσσαις λαλοῦντες· ταύτην οὖν τὴν τοσαύτην ἰσχὺν ἔδωκεν ὑμῖν ὁ νόμος; Καὶ μὴν οὐδὲν πρότερον ἐποιεῖτε τοιοῦτον. Ἀλλ' ἡ πίστις;

βʹ. Πῶς οὖν οὐκ ἐσχάτης μανίας τοσαῦτα παρὰ τῆς πίστεως εὐεργετηθέντας, ταύτην μὲν ἀφεῖναι, πρὸς δὲ τὸν οὐδὲν τοιοῦτον παρασχόντα νόμον αὐτομολῆσαι πάλιν; Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε. Πάλιν εὐκαίρως τὴν ὕβριν ἐπήγαγε. ∆έον γὰρ, φησὶ, προσθήκην ποιῆσαι τοῦ χρόνου προϊόντος, οὐ μόνον οὐκ ἐπεδώκατε, ἀλλὰ καὶ εἰς τοὐπίσω κατηνέχθητε πάλιν. Οἱ γὰρ ἀπὸ τῶν μικρῶν ἀρχόμενοι, προϊόντες ἐπὶ τὰ μείζονα ἀναβαίνουσιν· ὑμεῖς δὲ ἀπὸ τῶν μεγάλων ἀρξάμενοι, πρὸς τὰ ἐναντία κατηνέχθητε. Εἰ γὰρ καὶ ἀπὸ σαρκικῶν ἤρξασθε, ἔδει εἰς τὰ πνευματικὰ προκόψαι· νῦν δὲ ἀπὸ πνευματικῶν ἀρξάμενοι, εἰς τὰ σαρκικὰ κατελύσατε· τὸ μὲν γὰρ σημεῖα ποιεῖν, πνευματικὸν, τὸ δὲ περιτέμνεσθαι, σαρκικόν. Ὑμεῖς δὲ μετὰ τὰ σημεῖα ἐπὶ τὴν περιτομὴν ἤλθετε, μετὰ τὸ δράξασθαι τῆς ἀληθείας ἐπὶ τοὺς τύπους κατεπέσετε, μετὰ τὸ κατοπτεῦσαι τὸν ἥλιον τὸν λύχνον ἐπιζητεῖτε, μετὰ τὴν στερεὰν τροφὴν ἐπὶ τὸ γάλα τρέχετε. Καὶ οὐκ εἶπε, Σαρκὶ τελεῖσθε, ἀλλὰ, Σαρκὶ ἐπιτελεῖσθε, δεικνὺς ὅτι δίκην θρεμμάτων ἀλόγων λαβόντες αὐτοὺς 61.650 ἐκεῖνοι κατέκοπτον, τούτων ἑαυτοὺς ἐκδιδόντων εἰς τὸ πάσχειν ἅπερ ἐβούλοντο ἐκεῖνοι· ὥσπερ ἂν εἴ τις ἀπὸ στρατηγῶν καὶ ἀριστέων μετὰ μυρία τρόπαια καὶ νίκας εἰς τὴν τῶν λειποτακτῶν δοὺς ἑαυτὸν ἀτιμίαν, καταστίζειν παρέχει τοῖς βουλομένοις τὸ σῶμα. Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ. Τοῦτο τοῦ προτέρου πολὺ πληκτικώτερον. Οὐ γὰρ οὕτως ἠδύνατο ἡ τῶν σημείων ἀνάμνησις, ὡς ἡ τῶν ἀγώνων ἐπίδειξις καὶ ἡ τῶν παθῶν ὑπομονὴ τῶν διὰ Χριστόν. Πάντα γὰρ ἐκεῖνα, φησὶν, ἅπερ ὑπεμείνατε, ζημιῶσαι ὑμᾶς οὗτοι βούλονται, καὶ τὸν στέφανον ὑμῶν ἁρπάσαι. Εἶτα, ἵνα μὴ κατασείσῃ αὐτῶν τὴν ψυχὴν, καὶ ἐκλύσῃ τὰ νεῦρα, οὐκ ἔμεινεν ἕως τῆς ἀποφάσεως, ἀλλ' ἐπήγαγεν· Εἴ γε καὶ εἰκῆ. Εἰ γὰρ βουληθείητε, φησὶν, ἀνανῆψαι καὶ ἀνακτήσασθαι ἑαυτοὺς, οὐκ εἰκῆ. Ποῦ νῦν εἰσιν οἱ τὴν μετάνοιαν ἐκκόπτοντες; Ἰδοὺ γὰρ οὗτοι καὶ Πνεῦμα ἔλαβον, καὶ σημεῖα εἰργάσαντο, καὶ ὁμολογηταὶ ἐγένοντο, μυρίους διὰ τὸν Χριστὸν ὑπομείναντες κινδύνους καὶ διωγμοὺς, καὶ μετὰ τοσαῦτα κατορθώματα τῆς χάριτος ἐξέπεσον. Ἀλλ' ὅμως, φησὶν, ἐὰν βούλησθε, δύνασθε ἑαυτοὺς ἀνακτήσασθαι. Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως; Τοσαύτης, φησὶν, ἠξιώθητε δωρεᾶς, καὶ θαύματα ἐπετελέσατε τοσαῦτα, ὅτι νόμον ἐφυλάξατε, ἢ ὅτι πίστιν ἐτηρήσατε; ∆ῆλον ὅτι διὰ τὴν πίστιν.

Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον καὶ περιέφερον ἐκεῖνοι λέγοντες, ὅτι οὐκ ἔχει ἡ πίστις ἰσχὺν, τοῦ νόμου μὴ προσκειμένου· δείκνυσι τὸ ἐναντίον, ὅτι τῶν ἐντολῶν προστεθεισῶν οὐδὲν ἡ πίστις ὠφελήσει λοιπόν· ἡ γὰρ πίστις τότε ἰσχύει, ὅταν μὴ προστεθῇ ἀπὸ τοῦ νόμου. Ὅσοι γὰρ ἐν νόμῳ δικαιοῦσθε, φησὶ, τῆς χάριτος ἐξεπέσετε. Ἀλλὰ τοῦτο μὲν προϊών φησιν, ὅτε καὶ μείζονι κέχρηται παῤῥησίᾳ, ἀπὸ τῶν ἤδη