1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

31

φαινόμενον, μεῖζον δὲ καὶ μᾶλλον τῆς ἀκοῆς καθικνούμενον ἐν τοῖς τελευταίοις. 2.159 Ἐσάλπισαν ὁ νόμος καὶ οἱ προφῆται τὸ θεῖον τῆς κατὰ ἄνθρωπον οἰκονομίας μυστήριον, ἀλλ' ἀσθε νέστεραι ἦσαν αἱ πρῶται φωναὶ ἢ ὥστε καθικνεῖσθαι τῆς ἀπειθοῦς ἀκοῆς. ∆ιὸ ἡ βαρυηκοΐα τῶν Ἰουδαίων τὴν φωνὴν τῶν σαλπίγγων οὐ παρεδέξατο. Προβαίνουσαι δέ, καθώς φησιν ὁ λόγος, αἱ σάλπιγγες ἐγένοντο ἰσχυρότεραι. Αἱ γὰρ τελευταῖαι φωναί, αἱ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων γεγενημέναι, καθίκοντο τῆς ἀκοῆς, οὕτω τοῦ Πνεύματος διὰ τῶν ὀργάνων ἠχοῦντος γεγωνότερον ἐν τοῖς ἐφεξῆς καὶ εὐτονώτερον ποιουμένου τὸν ἦχον. Ὄργανα δ' ἂν εἶεν, ἐν πνεύματι τὸν φθόγγον ἠχοῦντα, προφῆταί τε καὶ ἀπόστολοι ὧν, καθώς φησιν ἡ ψαλμῳδία, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

2.160 Εἰ δὲ οὐ χωρεῖ τὸ πλῆθος τὴν ἄνωθεν γινομένην φωνήν, ἀλλ' ἐπιτρέπει τῷ Μωϋσεῖ γνῶναι μὲν δι' ἑαυτοῦ τὰ ἀπόρρητα, διδάξαι δὲ τὸν λαὸν ὅπερ ἂν διὰ τῆς ἄνωθεν διδασκαλίας τύχῃ μαθὼν δόγμα, καὶ τοῦτο τῶν κατὰ τὴν Ἐκκλησίαν διοικουμένων ἐστί, τὸ μὴ πάντας ἑαυτοὺς εἰσωθεῖν πρὸς τὴν τῶν μυστηρίων κατάληψιν, ἀλλ' ἐπιλέ ξαντας ἐξ ἑαυτῶν τὸν χωρῆσαι τὰ θεῖα δυνάμενον ἐκείνῳ τὴν ἀκοὴν εὐγνωμόνως ὑπέχειν, πιστὸν ἡγουμένους ἅπαν ὅτιπερ ἂν παρὰ τοῦ τὰ θεῖα μυηθέντος ἀκούσωσιν. 2.161 Οὐ πάντες γάρ, φησίν, ἀπόστολοι οὐδὲ πάντες προφῆται. Τοῦτο δὲ οὐκ ἔστι νῦν ἐν ταῖς πολλαῖς τῶν ἐκκλησιῶν φυλασσό μενον. Πολλοὶ γὰρ καθαρσίων ἔτι ἐκ τῶν βεβιωμένων δεόμενοι, ἄπλυτοί τινες καὶ κατεσπιλωμένοι τῇ τοῦ βίου περιβολῇ, τὴν ἄλογον αἴσθησιν ἑαυτῶν προβαλλόμενοι, τῆς θείας ἀνόδου κατατολμῶσιν, ὅθεν αὐτοὶ τοῖς ἰδίοις ἑαυτῶν λογισμοῖς καταλεύονται. Αἱ γὰρ αἱρετικαὶ ὑπολήψεις λίθοι τινὲς ἀτεχνῶς εἰσιν αὐτὸν τὸν εὑρετὴν τῶν πονηρῶν δογμάτων καταφονεύοντες. 2.162 Τί δὲ δὴ βούλεται τὸ ἐντὸς γενέσθαι τοῦ γνόφου τὸν Μωϋσέα καὶ οὕτως ἐν αὐτῷ τὸν Θεὸν ἰδεῖν; Ἐναντίον γὰρ δοκεῖ πως εἶναι τῇ πρωτῇ θεοφανείᾳ τὸ νῦν ἱστορούμενον. Τοτὲ μὲν γὰρ ἐν φωτί, νῦν δὲ ἐν γνόφῳ τὸ Θεῖον ὁρᾶται. Μηδὲ τοῦτο τοῦ εἱρμοῦ τῶν κατ' ἀναγωγὴν ἡμῖν θεωρη θέντων ἀπᾴδειν νομίσωμεν. ∆ιδάσκει γὰρ διὰ τούτων ὁ λόγος ὅτι τῆς εὐσεβείας ἡ γνῶσις φῶς γίνεται παρὰ τὴν πρώτην οἷς ἂν ἐγγένηται. ∆ιότι τὸ ἐξ ἐναντίου τῇ εὐσεβείᾳ νοούμενον σκότος ἐστίν· ἡ δὲ ἀποστροφὴ τοῦ σκότους τῇ μετουσίᾳ τοῦ φωτὸς γίνεται. Προϊὼν δὲ ὁ νοῦς καὶ διὰ μείζονος ἀεὶ καὶ τελειοτέρας προσοχῆς ἐν περινοίᾳ γινόμενος τῆς τῶν ὄντων κατανοήσεως, ὅσῳ προσεγγίζει μᾶλλον τῇ θεωρίᾳ, τοσούτῳ πλέον ὁρᾷ τὸ τῆς θείας φύσεως ἀθεώρητον. 2.163 Καταλιπὼν γὰρ πᾶν τὸ φαινόμενον, οὐ μόνον ὅσα καταλαμβάνει ἡ αἴσθησις, ἀλλὰ καὶ ὅσα ἡ διάνοια δοκεῖ βλέπειν, ἀεὶ πρὸς τὸ ἐνδότερον ἵεται, ἕως ἂν διαδύῃ τῇ πολυπραγμοσύνῃ τῆς διανοίας πρὸς τὸ ἀθέατόν τε καὶ ἀκατάληπτον κἀκεῖ τὸν Θεὸν ἴδῃ. Ἐν τούτῳ γὰρ ἡ ἀληθής ἐστιν εἴδησις τοῦ ζητουμένου καὶ ἐν τούτῳ τὸ ἰδεῖν ἐν τῷ μὴ ἰδεῖν, ὅτι ὑπέρκειται πάσης εἰδήσεως τὸ ζητούμενον, οἷόν τινι γνόφῳ τῇ ἀκαταληψίᾳ πανταχόθεν διειλημμένον. ∆ιό φησι καὶ ὁ ὑψηλὸς Ἰωάννης, ὁ ἐν τῷ λαμπρῷ γνόφῳ τούτῳ γενόμενος, ὅτι· Θεὸν οὐδεὶς ἑώρακε πώποτε, οὐ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ πάσῃ νοητῇ φύσει τῆς θείας οὐσίας τὴν γνῶσιν ἀνέφικτον εἶναι τῇ ἀποφάσει ταύτῃ διοριζόμενος. 2.164 Ὅτε οὖν μείζων ἐγένετο κατὰ τὴν γνῶσιν ὁ Μωϋσῆς, τότε ὁμολογεῖ τὸν Θεὸν ἐν γνόφῳ ἰδεῖν, τουτέστι τότε γνῶναι ὅτι ἐκεῖνό ἐστι τῇ φύσει τὸ Θεῖον ὃ πάσης γνώσεώς τε καὶ καταλήψεώς ἐστιν ἀνώτερον. Εἰσῆλθε γάρ, φησί, Μωϋσῆς εἰς τὸν γνόφον, οὗ ἦν ὁ Θεός. Τίς ὁ Θεός; Ὃς ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, καθώς φησι ∆αβίδ, ὁ ἐν τῷ αὐτῷ ἀδύτῳ μυηθεὶς τὰ ἀπόρρητα. 2.165 Ὁ δὲ ἐκεῖ γεγονώς, ἃ προεπαιδεύθη διὰ τοῦ γνόφου, πάλιν διὰ τοῦ λόγου διδάσκεται, ὡς ἄν, οἶμαι, παγιώτερον ἡμῖν τὸ περὶ τούτου γένηται δόγμα, τῇ θείᾳ φωνῇ μαρτυ ρούμενον. Ἀπαγορεύει γὰρ ἐν πρώτοις ὁ θεῖος λόγος πρὸς μηδὲν