1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

31

νόσημα τὴν φωνὴν ἀποβαλόντες οὐδὲν ἧττον λογικοί εἰσιν. ὁ δὲ προφορικὸς λόγος ἐν τῇ φωνῇ καὶ ταῖς διαλέκτοις τὴν ἐνέργειαν ἔχει. ὄργανα δὲ τῆς φωνῆς πολλά. οἵ τε γὰρ ἐν τοῖς μεσοπλεύροις ἔσωθεν μύες καὶ ὁ θώραξ καὶ ὁ πνεύμων ἥ τε τραχεῖα ἀρτηρία καὶ ὁ λάρυγξ καὶ τούτων μάλιστα τὸ χονδρῶδες καὶ τὰ παλινδρομοῦντα νεῦρα καὶ ἡ γλωττὶς καὶ πάντες οἱ κινοῦντες ταῦτα τὰ μόρια μύες τῆς ἐκφωνήσεώς εἰσιν ὄργανα. τῆς δὲ διαλέκτου τὸ στόμα. ἐν τούτῳ γὰρ διαπλάσσεται καὶ σχηματίζεται καὶ οἱονεὶ μορφοῦται ἡ διάλεκτος· τῆς μὲν γλώσσης καὶ τοῦ γαργαρεῶνος πλήκτρου λόγον ἐπεχόντων· τῆς δὲ ὑπερῴας, ἠχείου· τῶν δὲ ὀδόντων καὶ τῆς ποιᾶς τοῦ στόματος διανοίξεως, ὡς ἐν λύρᾳ, τὴν τῶν χορδῶν ἀναπληρούντων χρείαν, συντελούσης τι καὶ τῆς ῥινὸς πρὸς εὐφωνίαν ἤτοι κακοφωνίαν, ὡς δῆλον ἐκ τῶν ᾀδόντων. ∆ιαιροῦσι δὲ καὶ ἄλλως εἰς δυνάμεις ἢ εἴδη ἢ μέρη τὴν ψυχήν, εἴς τε τὸ φυτικόν, ὃ καὶ θρεπτικὸν καὶ παθητικὸν καλεῖται, καὶ εἰς τὸ αἰσθητικὸν καὶ εἰς τὸ λογικόν. τῶν δὲ ὀργάνων ἑκάστου τούτων τὰ μὲν εἴρηται, τὰ δὲ ἐν τοῖς ἑξῆς ῥηθήσεται. Ζήνων δὲ ὁ Στωϊκὸς ὀκταμερῆ φησιν εἶναι τὴν ψυχήν, διαιρῶν αὐτὴν εἴς τε τὸ ἡγεμονικόν, καὶ εἰς τὰς πέντε αἰσθήσεις, καὶ τὸ φωνητικὸν καὶ τὸ σπερματικόν. Παναίτιος δὲ ὁ φιλόσοφος τὸ μὲν φωνητικὸν τῆς καθ' ὁρμὴν κινήσεως μέρος εἶναι βούλεται, λέγων ὀρθότατα· τὸ δὲ σπερματικόν, οὐ τῆς ψυχῆς μέρος, ἀλλὰ τῆς φύσεως. Ἀριστοτέλης δὲ ἐν μὲν τοῖς Φυσικοῖς πέντε εἶναι λέγει τὰ μέρη τῆς ψυχῆς, τό τε φυτικὸν καὶ τὸ αἰσθητικὸν καὶ τὸ κινητικὸν κατὰ τόπον καὶ τὸ ὀρεκτικὸν καὶ τὸ διανοητικόν· φυτικὸν λέγων τὸ τρέφον καὶ αὔξειν καὶ γεννᾶν ποιοῦν καὶ διαπλάσσον τὰ σώματα· καλεῖ δὲ τὸ φυτικὸν καὶ θρεπτικόν, τὸ πᾶν ἀπὸ τοῦ κρατίστου μέρους καλῶν, τοῦ τρέφοντος, ἀφ' οὗ καὶ τὰ ἄλλα μέρη τοῦ φυτικοῦ τὴν ὕπαρξιν ἔχει. οὕτω μὲν ἐν τοῖς Φυσικοῖς· ἐν δὲ τοῖς Ἠθικοῖς εἰς δύο τὰ πρῶτα καὶ γενικώτατα διαιρεῖ τὴν ψυχήν, εἴς τε τὸ λογικὸν καὶ τὸ ἄλογον· ὑποδιαιρεῖ δὲ τὸ ἄλογον εἴς τε τὸ ἐπιπειθὲς λόγῳ καὶ εἰς τὸ μὴ κατήκοον λόγου. περὶ μὲν οὖν τοῦ λογικοῦ ἐν τοῖς προλαβοῦσιν εἴρηται· περὶ δὲ τοῦ ἀλόγου νῦν διαληψόμεθα. 15 περὶ τοῦ ἀλόγου τῆς ψυχῆς μέρους ἢ εἴδους ὃ καὶ παθητικὸν καὶ ὀρεκτικὸν καλεῖται Τινὲς καθ' ἑαυτὴν εἶναι λέγουσι τὴν ἀλογίαν, ὡς ἄλογον ψυχὴν οὖσαν, καὶ οὐ μέρος τῆς λογικῆς. πρῶτον μέν, ὅτι καὶ καθ' ἑαυτὴν ἐν τοῖς ἀλόγοις ζῴοις εὑρίσκεται· ἐξ οὗ δῆλον ὅτι τελεία τίς ἐστι, καὶ οὐ μέρος ἄλλης· εἶθ' ὅτι τῶν ἀτοπωτάτων ἐστὶ τῆς λογικῆς μέρος εἶναι τὸ ἄλογον. Ἀριστοτέλης δὲ καὶ μέρος εἶναι λέγει καὶ δύναμιν καὶ διαιρεῖ εἰς δύο, ὡς ἔφαμεν· καλεῖται δὲ ταῦτα κοινῶς καὶ ὀρεκτικόν· τούτου δέ ἐστιν καὶ ἡ καθ' ὁρμὴν κίνησις. ἡ γὰρ ὄρεξις κινήσεώς ἐστιν ἀρχή. ὀρεχθέντα γὰρ τὰ ζῷα ἐπὶ τὴν καθ' ὁρμὴν ᾄττει κίνησιν. τοῦ δὲ ἀλόγου τὸ μὲν οὐ πείθεται λόγῳ, τὸ δὲ ἐπιπειθές ἐστι λόγῳ· πάλιν δὲ τὸ ἐπιπειθὲς λόγῳ διαιρεῖται εἰς δύο εἴς τε τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν. ἔστιν δὲ ὄργανα τοῦ μὲν ἐπιθυμητικοῦ τοῦ δι' αἰσθήσεως τὸ ἧπαρ· τοῦ δὲ θυμικοῦ ἡ καρδία, σκληρὸν μόριον καὶ κίνησιν εὔτονον ἐπιδεχόμενον, εἰς σκληρὰν ὑπηρεσίαν καὶ σύντονον ὁρμὴν τεταγμένον, ὥσπερ τὸ ἧπαρ, ἁπαλὸν σπλάγχνον, τῆς ἁπαλῆς ἐπιθυμίας ὄργανον γέγονεν. καλεῖται δὲ ταῦτα ἐπιπειθῆ λόγῳ ὅτι πέφυκε πείθεσθαι λόγῳ καὶ ὑποτάττεσθαι καὶ κινεῖσθαι ὡς ἂν ὁ λόγος κελεύῃ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων ἀνθρώπων. ἔστι δὲ καὶ ταῦτα τὰ πάθη συστατικὰ τῆς ζῳώδους οὐσίας. ἄνευ γὰρ τούτων οὐκ ἔστι συστῆναι τὴν ζωήν. ἐπεὶ δὲ τὸ πάθος ὁμωνύμως λέγεται διασταλτέον πρότερον τὴν ὁμωνυμίαν. λέγεται γὰρ πάθος καὶ τὸ σωματικόν, ὡς τὰ νοσήματα καὶ τὰ ἕλκη· λέγεται πάθος καὶ τὸ ψυχικόν, περὶ οὗ νῦν ἐστιν ὁ λόγος, ἥ τε ἐπιθυμία καὶ ὁ θυμός. ἔστι δὲ κοινῶς μὲν καὶ γενικῶς ζῴου πάθος ᾧ ἕπεται ἡδονὴ ἢ λύπη. ἕπεται γὰρ τῷ πάθει λύπη καὶ οὐκ αὐτὸ τὸ πάθος ἐστὶ λύπη. εἰ γὰρ τοῦτο ἦν πᾶν τὸ πάσχον καὶ ἤλγει· νῦν δὲ τὰ ἀναίσθητα πάσχει μὲν οὐκ ἀλγεῖ δέ· οὐκ ἄρα τὸ πάθος ἐστὶ τὸ ἄλγημα, ἀλλ' ἡ τοῦ πάθους αἴσθησις. δεῖ δὲ τοῦτο καὶ ἀξιόλογον εἶναι ἵνα τῇ αἰσθήσει ὑποπέσῃ. τῶν δὲ