1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

55

γένεσιν ἀνατίθησιν ἡλίῳ καὶ τῷ ζωδιακῷ κύκλῳ)· τῆς δὲ διεξαγωγῆς καὶ τοῦ τέλους τῶν πρακτῶν καὶ τῆς τεύξεως τῶν κατὰ τὸν βίον τῶν τε φυσικῶν καὶ τῶν ὑλικῶν τε καὶ ὀργανικῶν καλουμένων ἀγαθῶν καὶ τῶν τούτοις ἀντικειμένων, τὴν τρίτην εἶναι πρόνοιαν Πλάτων ἀποφαίνεται. προΐστασθαι δὲ ταύτης τινὰς τεταγμένους δαίμονας περὶ τὴν γῆν, φύλακας τῶν ἀνθρωπίνων πράξεων. εἶναι δὲ καὶ τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ προνοίᾳ τὸ εἶναι παρὰ τῆς πρώτης, ὡς δυνάμει πάντα παρὰ τοῦ πρώτου θεοῦ διοικεῖσθαι, τοῦ τάξαντος καὶ τοὺς δευτέρους καὶ τοὺς τρίτους προνοητάς. τὸ μὲν οὖν ἀναφέρειν εἰς θεὸν τὰ πάντα καὶ τῆς ἐκείνου βουλήσεως λέγειν ἠρτῆσθαι τὴν πᾶσαν πρόνοιαν ἄξιον ἐπαινεῖν· οὐκέτι δὲ τὸ δευτέραν λέγειν πρόνοιαν τοὺς τὸν οὐρανὸν περι πολοῦντας. οὐ γὰρ πρόνοια τὸ γινόμενον ἀλλ' εἱμαρμένη καὶ ἀνάγκη. ὅπως γὰρ ἂν ἐκεῖνοι συσχηματίζωνται, ἀνάγκη καὶ τὰ γινόμενα γίνεσθαι καὶ ἄλλως μὴ ἐνδέχεσθαι· τῶν δὲ κατὰ πρόνοιαν οὐδὲν ὑποπίπτειν ἀνάγκῃ πάλαι δέδεικται. οἱ δὲ Στωϊκοὶ φιλόσοφοι τὴν εἱμαρμένην καὶ τὸ ἐφ' ἡμῖν πρεσβεύοντες οὐδεμίαν χώραν τῇ προνοίᾳ καταλείπουσιν· ἀλλὰ ταῖς ἀληθείαις καὶ τὸ ἐφ' ἡμῖν ἀναιροῦσιν, ὡς ἐδείχθη πρότερον. ∆ημόκριτος δὲ καὶ Ἡράκλειτος καὶ Ἐπίκουρος οὔτε τῶν καθόλου οὔτε τῶν καθ' ἕκαστα πρόνοιαν εἶναι βούλονται. Ἐπίκουρος γοῦν ἔλεγεν τὸ μακάριον καὶ ἄφθαρτον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλῳ παρέχει, ὥστε οὔτε ὀργαῖς οὔτε χάρισι συνέχεται· ἐν ἀσθενείᾳ γὰρ πάντα τὰ τοιαῦτα. ὀργὴ θεῶν ἀλλότριον. ἐπὶ γὰρ ἀβουλήτῳ γίνεται· θεῷ δὲ οὐδὲν ἀβούλητον. οὗτοι μὲν οὖν ἀκολουθοῦσι ταῖς ἰδίαις ἀρχαῖς. ἐξ αὐτομάτου γὰρ ἡγούμενοι τὸ πᾶν τοῦτο συστῆναι, εἰκότως ἀπρονόητα φάσκουσιν εἶναι τὰ πάντα. ὧν γὰρ οὐδείς ἐστι δημιουργός, τούτων τίς ἂν εἴη προνοητής; δῆλον γὰρ ὡς αὐτομάτως ἀνάγκη φέρεσθαι τὰ τὴν ἀρχὴν αὐτομάτως γενόμενα. δεῖ τοίνυν πρὸς τὴν πρώτην αὐτοῖς ἐνστῆναι δόξαν· ταύτης γὰρ ἀναιρουμένης ἀρκέσει τὰ ῥηθέντα εἰς ἀπόδειξιν τοῦ πρόνοιαν εἶναι. φυλάξαντες οὖν τοῖς οἰκείοις καιροῖς τὸν τούτων ἔλεγχον, ἔλθωμεν ἐπὶ τὴν Ἀριστοτέλους δόξαν καὶ τῶν ἄλλων τῶν ἀπρονόητα λεγόντων τὰ καθ' ἕκαστα. καὶ γὰρ Ἀριστοτέλης ὑπὸ τῆς φύσεως μόνης διοικεῖσθαι βούλεται τὰ κατὰ μέρος, ὡς ἐν τῷ ζῆτα τῶν Νικομαχείων Ἠθικῶν ὑπῃνίξατο· ταύτην γὰρ θείαν οὖσαν καὶ τοῖς γενητοῖς πᾶσιν ἐνυπάρχουσαν ἑκάστῳ φυσικῶς ὑποτίθεσθαι τὴν τῶν συμφερόντων αἵρεσιν καὶ τὴν τῶν βλαπτόντων φυγήν· ἕκαστον γὰρ ὡς εἴρηται τῶν ζῴων καὶ τὴν κατάλληλον ἑαυτῷ τροφὴν ἐκλέγεται καὶ τὸ συμφέρον μεταδιώκει καὶ τὰς ἰατρείας τῶν παθῶν φυσικῶς ἐξεπίσταται. Εὐριπίδης δὲ καὶ Μένανδρος ἐν ἐνίοις τὸν νοῦν τὸν ἐν ἑκάστῳ φασὶ προνοεῖν ἑκάστου, θεῶν δὲ μηδένα. ἀλλ' ὁ μὲν νοῦς τῶν ἐφ' ἡμῖν ἐστι μόνων· ἢ γὰρ τῶν πρακτῶν καὶ τῶν τεχνῶν, ἢ τῆς θεωρίας· ἡ δὲ πρόνοια τῶν οὐκ ἐφ' ἡμῖν, καὶ γὰρ τοῦ πλουτεῖν καὶ μή, καὶ ὑγιαίνειν καὶ μή, ὧν οὐδὲν ὁ νοῦς ποιεῖν δύναται, ἀλλ' οὐδὲ ἡ φύσις, ὡς Ἀριστοτέλει δοκεῖ· δῆλα γὰρ καὶ τὰ τῆς φύσεως ἔργα. τί δὲ πρὸς τὸν νοῦν ἢ τὴν φύσιν τὸ ποτὲ μὲν τιμωρεῖσθαι τὸν φονέα ποτὲ δὲ διαφεύγειν; εἰ μή τις λέγοι τὸ μὲν τοῦ νοῦ καὶ τῆς φύσεως προνοίας εἶναι· τὸ δὲ δεύτερον, εἱμαρμένης. εἰ δὲ τὰ κατὰ νοῦν καὶ φύσιν προνοίας ἐστίν, τὰ δ' ἐπακολουθοῦντα τῆς εἱμαρμένης, ἀνῄρηται τὸ ἐφ' ἡμῖν. ἀλλ' οὐχ οὕτως ἔχει. τὰ μὲν γὰρ τοῦ νοῦ, τοῦ τε πρακτικοῦ καὶ τοῦ θεωρητικοῦ, ἐφ' ἡμῖν ἐδείχθη. οὐ πάντα δὲ τὰ κατὰ πρόνοιαν τῆς φύσεως, εἰ καὶ τὰ τῆς φύσεως κατὰ πρόνοιαν γίνεται. πολλὰ γὰρ τῶν κατὰ πρόνοιαν οὐκ ἔστι φύσεως ἔργα, ὡς ἐπὶ τοῦ φονέως ἐδείχθη. ἔστι γὰρ μέρος προνοίας ἡ φύσις, οὐκ αὐτὸ πρόνοια. οὗτοι μὲν οὖν τῇ φύσει καὶ τῷ νῷ τὴν πρόνοιαν ἐπιγράφουσι τῶν καθ' ἕκαστα· οἱ δὲ ἄλλοι τῷ θεῷ μέλειν φασὶ τῆς τῶν ὄντων διαμονῆς ὥστε μηδὲν τῶν γενομένων ἐπιλεῖψαι, καὶ τούτου μόνου πρόνοιαν ποιεῖσθαι, τὰ δὲ καθ' ἕκαστα φέρεσθαι ὡς ἔτυχεν· καὶ διὰ τοῦτο πολλὰς μὲν ἀδικίας, πολλὰς δὲ μιαιφονίας, καὶ συλλήβδην εἰπεῖν πᾶσαν κακίαν ἐμπολιτεύεσθαι τοῖς ἀνθρώποις· καὶ τούτων ὡς ἔτυχεν τινὰς μὲν διαφεύγειν τὴν δίκην, τινὰς δὲ καὶ