1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

43

ἑκούσια ἄρα. ἐπειδὴ δὲ πολλαχοῦ τῆς προαιρέσεως ἐμνημονεύσαμεν καὶ τοῦ ἐφ' ἡμῖν διαληπτέον καὶ περὶ προαιρέσεως. 32 περὶ προαιρέσεωσ Τί ἄρα ἐστὶν ἡ προαίρεσις; ἆρα τὸ ἑκούσιον, ἐπειδὴ πᾶν τὸ κατὰ προαίρεσιν καὶ ἑκούσιόν ἐστιν; ἀλλ' οὐκ ἀντιστρέφει, ὅπερ ἐγένετο ἂν εἰ ταὐτὸν ἦν ἑκούσιον καὶ προαίρεσις· νῦν δὲ ἐπὶ πλέον εὑρίσκομεν τὸ ἑκούσιον. πᾶσα μὲν γὰρ προαίρεσις ἑκούσιος· οὐ πᾶν δὲ τὸ ἑκούσιον ἐν προαιρέσει. καὶ γὰρ τὰ παιδία καὶ τὰ ἄλογα ἑκουσίως μὲν ποιεῖ, οὐ μὴν καὶ προαιρούμενα. καὶ ὅσα δὲ διὰ θυμὸν πράττομεν μὴ προβουλευσάμενοι ταῦτα ἑκουσίως μὲν ποιοῦμεν, οὐ μὴν καὶ κατὰ προαίρεσιν. ἀλλὰ καὶ ὁ φίλος ἡμῖν ἐξαίφνης ἐπέστη· ἑκουσίως μὲν ὡς ἥδεσθαι, οὐ μὴν προῃρημένοις. καὶ ὁ θησαυρὸν ἀπροσδοκήτως εὑρὼν ἑκουσίως μὲν ἑρμαίῳ περιέτυχεν, οὐ προαιρούμενος δέ. ἐκ πάντων οὖν συνάγεται τὸ μὴ ταὐτὸν εἶναι τὸ ἑκούσιον τῇ προαιρέσει. ἆρ' οὖν ὄρεξίς ἐστιν ἡ προαίρεσις; ἀλλ' οὐδὲ τοῦτο. διαιρεῖται γὰρ ἡ ὄρεξις εἰς τρία, εἰς ἐπιθυμίαν καὶ θυμὸν καὶ βούλησιν. ἀλλ' ὅτι μὲν οὔτε θυμὸς οὔτε ἐπιθυμία ἐστὶν ἡ προαίρεσις φανερὸν ἐκ τοῦ μὴ εἶναι κοινωνίαν τοῖς ἀνθρώποις πρὸς τὰ ἄλογα κατὰ προαίρεσιν, ἀλλὰ κατ' ἐπιθυμίαν καὶ θυμόν. εἰ γὰρ κατὰ ταῦτα μὲν κοινωνοῦμεν, κατὰ προαίρεσιν δὲ διαφέρομεν, δῆλον ὡς ἄλλο μέν τι προαίρεσις, ἄλλο δὲ θυμὸς καὶ ἐπιθυμία. δείκνυσι δὲ καὶ ὁ ἀκρα τής, κρατούμενος μὲν ὑπὸ τῆς ἐπιθυμίας καὶ πράττων κατ' αὐτήν, μὴ μέντοι καὶ κατὰ προαίρεσιν· ἀντιβαίνει γὰρ ἐπ' αὐτοῦ ἡ προαίρεσις τῇ ἐπιθυμίᾳ. εἰ δὲ ταὐτὸν ἦσαν οὐκ ἐμάχοντο. καὶ ὁ ἐγκρατὴς δὲ πράττων κατὰ προαίρεσιν οὐ πράττει κατ' ἐπιθυμίαν. ὅτι δὲ οὐδὲ βούλησίς ἐστιν ἡ προαίρεσις δῆλον ἐντεῦθεν. οὐ πᾶσιν οἷς ἁρμόζει τὸ προαιρεῖσθαι, τούτοις ἁρμόζει καὶ τὸ βούλεσθαι. φαμὲν γὰρ βούλεσθαι ὑγιαίνειν, προαιρεῖσθαι δὲ ὑγιαίνειν οὐδεὶς ἂν εἴποι· καὶ βούλεσθαι πλουτεῖν, οὐκέτι δὲ καὶ προαιρεῖσθαι πλουτεῖν λέγεται. ἔτι τὸ μὲν βούλεσθαι καὶ ἐπὶ τῶν ἀδυνάτων τάττεται, τὸ δὲ προαιρεῖσθαι ἐπὶ μόνων τῶν ἐφ' ἡμῖν· οὕτω γοῦν φαμεν βούλομαι ἀθάνατος γενέσθαι· προαιροῦμαι δὲ ἀθάνατος γενέσθαι οὐ φαμέν. ἡ μὲν γὰρ βούλησις τοῦ τέλους ἐστιν, ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος, κατὰ τὴν αὐτὴν ἀναλογίαν ἣν ἔχει τὸ βουλητὸν πρὸς τὸ βουλευτόν. βουλητὸν μὲν γὰρ τὸ τέλος, βουλευτὰ δὲ τὰ πρὸς τὸ τέλος. ἔτι ταῦτα μόνα προαιρούμεθα ἃ δι' ἡμῶν οἰόμεθα δύνασθαι γενέσθαι· βουλό μεθα δὲ καὶ τὰ μὴ δι' ἡμῶν οἷά τε γενέσθαι, ὡς τὸ νικῆσαί τινα στρατηγόν. ὅτι μὲν οὔτε θυμὸς οὔτε ἐπιθυμία οὔτε βούλησίς ἐστιν ἡ προαίρεσις αὐτάρκως ἀποδέδεικται· ὅτι δὲ οὐδὲ δόξα δῆλον γίνεται καὶ διὰ τῶν αὐτῶν ἀποδείξεων καὶ δι' ἑτέρων. ἡ γὰρ δόξα οὐ μόνον τῶν ἐφ' ἡμῖν ἀλλὰ καὶ τῶν ἀϊδίων. ἔτι δόξαν μὲν ἀληθῆ λέγομεν καὶ ψευδῆ· προαίρεσιν δὲ οὐ λέγομεν ἀληθῆ καὶ ψευδῆ. καὶ ἡ μὲν δόξα τῶν καθόλου, ἡ δὲ προαίρεσις τῶν καθ' ἕκαστα· περὶ γὰρ τῶν πρακτῶν ἡ προαίρεσις, ταῦτα δὲ τὰ καθ' ἕκαστα. ἀλλ' οὐδὲ βούλευσίς ἐστιν ἡ προαίρεσις, οἷον βουλή. βούλευσις μὲν γάρ ἐστι ζήτησις περὶ τῶν αὐτῷ πρακτῶν. προαιρετὸν δὲ τὸ ἐκ τῆς βουλῆς προκριθέν. δῆλον οὖν ὅτι ἡ μὲν βούλευσις ἐπὶ τοῖς ἔτι ζητουμένοις· ἡ δὲ προαίρεσις ἐπὶ τοῖς ἤδη προκεκριμένοις. τί μὲν οὖν οὐκ ἔστιν ἡ προαίρεσις εἴρηται· τί δέ ἐστιν εἴπωμεν. ἔστιν οὖν μικτόν τι ἐκ βουλῆς καὶ κρίσεως καὶ ὀρέξεως· καὶ οὔτε ὄρεξις καθ' ἑαυτήν, οὔτε κρίσις, οὔτε βουλὴ μόνη, ἀλλ' ἐκ τούτων τι συγκείμενον. ὡς γὰρ λέγομεν τὸ ζῷον ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι, μήτε δὲ σῶμα εἶναι καθ' ἑαυτὸ τὸ ζῷον, μήτε ψυχὴν μόνην, ἀλλὰ τὸ συναμφότερον, οὕτω καὶ τὴν προαίρεσιν. ὅτι μὲν οὖν βουλή τίς ἐστι καὶ βούλευσις μετ' ἐπικρίσεως, εἰ καὶ μὴ αὐτὸ βουλή, φανερὸν καὶ ἐκ τῆς ἐτυμολογίας· προαιρετὸν γάρ ἐστι τὸ ἕτερον πρὸ ἑτέρου αἱρετόν. οὐδεὶς δὲ προκρίνει τι μὴ βουλευσάμενος, οὐδὲ αἱρεῖται μὴ κρί νας. ἐπειδὴ δὲ οὐ πάντα τὰ δόξαντα ἡμῖν εὖ ἔχειν εἰς ἔργον ἀγαγεῖν προθυμούμεθα, τότε προαίρεσις καὶ προαιρετὸν γίνεται τὸ προκριθὲν ἐκ τῆς βουλῆς, ὅταν προσλάβῃ τὴν ὄρεξιν. ἀναγκαίως οὖν ἡ προαίρεσις περὶ ταὐτά ἐστιν περὶ ἃ καὶ ἡ βουλή. συνάγεται δὲ ἐκ τούτων προαίρεσιν εἶναι ὄρεξιν