1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

40

ἔκκρισιν τοῦ περιττεύοντος χυμοῦ τοῦ μέλανος εἰς τὴν γαστέρα προχέων, στύφει τε αὐτὴν καὶ τονοῖ καὶ πρὸς τὰς πέψεις διεγείρει. πρὸς τούτοις δὲ καὶ καθαίρει τὸ ἧπαρ. διὸ καὶ αὐτὸς δοκεῖ πως διὰ τὸ αἷμα γεγονέναι. καὶ οἱ νεφροὶ δὲ τοῦ τε αἵματος καθάρσιόν εἰσι καὶ τῆς ὀρέξεως τῆς κατὰ τὴν συνουσίαν αἴτιοι. αἱ γὰρ φλέβες ἃς λέγομεν ἐμπίπτειν εἰς τοὺς διδύμους, διὰ τῶν νεφρῶν διεξέρχονται· κἀκεῖθεν ἀρύονται δριμύτητά τινα τὴν ἐρεθίζουσαν τὴν ὄρεξιν, ὥσπερ καὶ τὸν κνησμὸν ἡ δριμύτης ὑπὸ τὸ δέρμα γινομένη ποιεῖ. ὅσῳ δὲ τῶν διδύμων ἡ σὰρξ ἁπαλωτέρα τοῦ δέρματός ἐστι, τοσούτῳ πλέον ὑπὸ τῆς δριμύτητος δακνόμενοι ἐμμανῆ ποιοῦσι τῆς ἐκκρίσεως τῆς γονῆς τὴν ἐπιθυμίαν. ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα τρόπον τινὰ καὶ δι' ἑαυτὰ καὶ δι' ἄλλα γέγονεν. οἱ δὲ ἀδένες καὶ ἡ σὰρξ δι' ἄλλα μόνον. οἱ μὲν γὰρ ἀδένες ὄχημα καὶ στήριγμα τῶν ἀγγείων εἰσίν, ἵνα μὴ διαρραγῇ μετέωρα φερόμενα ἐν ταῖς βιαίοις κινήσεσιν. ἡ δὲ σὰρξ σκέπασμα γέγονε τῶν ἄλλων μορίων ἵνα καὶ θέρους ἀναψύχῃ τὸ ζῷον νοτίαν ἔσωθεν ἐκπέμπουσα καὶ χειμῶνος τὴν τῶν πιλητῶν ἐρίων αὐτοῖς παρέχῃ χρείαν. καὶ τὸ δέρμα δὲ σκέπασμα γέγονε καὶ τῆς ἁπαλῆς σαρκὸς καὶ τῶν ἄλλων πάντων τῶν ἔντοσθεν· ἔστιν δὲ τὴν φύσιν σὰρξ ὑπό τε τοῦ περιέχοντος καὶ τῶν προσομιλούντων σωμάτων τυλωθεῖσα. τὰ δὲ ὀστᾶ στήριγμα τοῦ παντὸς σώματός ἐστι, καὶ μάλιστα ἡ ῥάχις, ἣν καὶ τρόπιν τοῦ ζῴου φασὶν εἶναι. οἱ ὄνυχες δὲ καὶ κοινῇ μὲν πᾶσι τοῖς ἔχουσι παρέχονται χρείαν τὴν τοῦ κνήθεσθαι καὶ ἰδίαν δὲ παρὰ ταύτην ἄλλην ἄλλῳ. πολλοῖς μὲν γὰρ τῶν ζῴων ἀμυντήριον ἐδόθησαν, ὡς τοῖς γαμψώνυξιν· καὶ εἰσὶν ὥσπερ ὄργανον τοῦ θυμικοῦ, πολλοῖς δὲ ἀμυντήριόν τε ἅμα καὶ στήριγμα τῆς βάσεως, ὡς τοῖς ἵπποις καὶ παντὶ μονώνυχι· καὶ ἀνθρώποις δὲ οὐ μόνον πρὸς τὸ κνήθεσθαι καὶ διαφορεῖν τὴν δριμύτητα τοῦ δέρματος ἀλλὰ καὶ πρὸς τὴν τῶν λεπτῶν ἀντίληψιν· τὰ γὰρ πάνυ λεπτὰ δι' αὐτῶν ἐπαίρομεν· καὶ τοῖς ἄκροις δὲ τῶν δακτύλων ὄπισθεν ἀντιβαίνοντες στηρίζουσι τὴν λαβὴν αὐτῶν. αἱ δὲ τρίχες κατὰ συμβεβηκὸς παρ υπέστησαν. τῶν γὰρ ἀτμῶν τῶν καπνωδεστάτων τῶν ἀναπεμπομένων ἐκ τοῦ σώματος πῆξίν τινα λαμβανόντων κατὰ συμβεβηκὸς συνίστανται. οὐδὲ ταύτας δὲ παντάπασιν ἀχρήστους ἐποίησεν ὁ δημιουργός· ἀλλὰ καίτοι κατὰ συμβεβηκὸς γενομένας εἰς σκέπην τε καὶ κάλλος συντελεῖν τοῖς ζῴοις παρεσκεύασεν· σκέπην μὲν αἰξὶν καὶ προβάτοις, κόσμον δὲ τοῖς ἀνθρώποις· τισὶ δὲ ζῴοις κόσμον τε ἅμα καὶ σκέπην ὡς τῷ λέοντι. 28 περὶ ἑκουσίου καὶ ἀκουσίου Ἐπειδὴ πολλάκις ἐμνημονεύσαμεν ἑκουσίου καὶ ἀκουσίου ἀνάγκη καὶ περὶ τούτων διαλαβεῖν ἵνα τῆς ἀκριβοῦς αὐτῶν γνώσεως μὴ διασφαλλώμεθα. δεῖ δὲ τὸν μέλλοντα περὶ ἀκουσίου καὶ ἑκουσίου λέγειν πρότερον ἐκθέσθαι κανόνας τινὰς καὶ γνώμονας δι' ὧν γνώριμον ἔσται εἴτε ἑκούσιον εἴτε ἀκούσιόν ἐστι τὸ γινόμενον. ἐπεὶ τοίνυν πᾶν ἑκούσιον ἐν πράξει τινί ἐστι, καὶ τὸ νομιζόμενον δὲ ἀκούσιον καὶ αὐτὸ ἐν πράξει ἐστί (δειχθήσεται τοῦτο μετ' οὐ πολύ· τινὲς δὲ καὶ τὸ ὄντως ἀκούσιον οὐ μόνον ἐν τῷ πάσχειν ἀλλὰ καὶ ἐν τῷ πράττειν τίθενται), ὁριστέον πρὸ τῶν ἄλλων τί ἐστι πρᾶξις. πρᾶξίς ἐστιν ἐνέργεια λογική. ταῖς δὲ πράξεσιν ἔπαινος ἢ ψόγος ἕπεται, καὶ αἱ μὲν αὐτῶν μεθ' ἡδονῆς αἱ δὲ μετὰ λύπης πράττονται, καὶ αἱ μέν εἰσιν αἱρεταὶ τῷ πράττοντι αἱ δὲ φευκταί, καὶ τῶν αἱρετῶν αἱ μὲν ἀεὶ αἱρεταὶ αἱ δὲ κατά τινα χρόνον· ὁμοίως δὲ καὶ τῶν φευκτῶν. καὶ πάλιν αἱ μὲν τῶν πράξεων ἐλεοῦνται καὶ συγγνώμης ἀξιοῦνται αἱ δὲ μισοῦνται καὶ κολάζονται. ἔστωσαν οὖν γνώμονες τοῦ μὲν ἑκουσίου τὸ πάντως ἐπα κολουθεῖν ἔπαινον ἢ ψόγον, καὶ τὸ μεθ' ἡδονῆς πράττεσθαι, καὶ τὸ αἱρετὰς εἶναι τὰς πράξεις τοῖς πράττουσιν ἢ ἀεὶ ἢ τότε ὅτε πράττονται. τοῦ δὲ ἀκουσίου γνώμονες τὸ συγγνώμης ἢ ἐλέους ἀξιοῦσθαι, καὶ τὸ μετὰ λύπης πράττεσθαι, καὶ τὸ μὴ εἶναι αἱρετάς. τούτων οὕτω διορισθέντων λέγωμεν πρότερον περὶ τοῦ ἀκουσίου. 29 περὶ ἀκουσίου Τοῦ ἀκουσίου τὸ μὲν κατὰ βίαν τὸ δὲ δι' ἄγνοιάν ἐστι, τῶν τοίνυν κατὰ βίαν ἀκουσίων ἡ ποιητικὴ ἀρχὴ ἔξωθέν ἐστιν, ἄλλο γάρ τι τῆς βίας αἴτιόν ἐστι καὶ οὐχ ἡμεῖς. ὅρος τοίνυν τοῦ κατὰ βίαν