1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

42

καὶ ποιῶν τι φαῦλον, ὁ μὲν τὴν μέθην, ὁ δὲ τὴν ὀργὴν αἰτίαν ἔχει τῶν ὑπ' αὐτοῦ γινομένων, ἅπερ ἦν ἑκούσια· ἐξῆν γὰρ αὐτῷ μὴ μεθυσθῆναι. αὐτὸς οὖν ἑαυτῷ γέγονε τῆς ἀγνοίας αἴτιος. ταῦτα οὖν οὐ δι' ἄγνοιαν λέγεται ποιεῖν, ἀλλ' ἀγνοοῦντα πράττειν, ἅπερ οὐκ ἔστιν ἀκούσια ἀλλ' ἑκούσια. διὸ καὶ ψέγονται παρὰ τῶν χρηστῶν οἱ ταῦτα πράττοντες. εἰ γὰρ μὴ ἐμεθύσθη οὐκ ἂν ἐποίησεν· ἑκὼν δὲ ἐμεθύσθη, ἑκὼν ἄρα καὶ ταῦτα ἐποίησεν. δι' ἄγνοιαν δὲ ταῦτα πράττομεν ὅταν μὴ αὐτοὶ παρέχωμεν τὴν αἰτίαν τῆς ἀγνοίας, ἀλλ' οὕτω συνέβη· οἷον ἐν τῷ τόπῳ τις τῷ συνήθει τοξεύων τὸν πατέρα παριόντα κατὰ τύχην βαλὼν ἀπέκτεινεν. ἐκ τῶν εἰρημένων οὖν ἀποδείκνυται ὅτι οὐχ ὁ ἀγνοῶν τὰ συμφέροντα οὐδ' ὁ νομίζων εἶναι τὰ φαῦλα χρηστὰ πάθος ἀκούσιον ὑπομένει· τῆς γὰρ αὐτοῦ μοχθηρίας ἐστὶν ἡ ἄγνοια, ψέγεται γοῦν καὶ οὗτος, τῶν δὲ ἑκουσίων ὁ ψόγος. οὐκ ἄρα τῶν καθόλου καὶ γενικῶν ἢ τῶν κατὰ προαίρεσιν ἀκούσιός ἐστιν ἡ ἄγνοια, ἀλλὰ τῶν ἐν μέρει· τὰ μὲν γὰρ καθ' ἕκαστα ἄκοντες, τὰ δὲ καθόλου ἑκόντες ἀγνοοῦμεν. τούτων οὕτω διωρισμένων ἑξῆς ῥητέον ποῖά ἐστι τὰ καθ' ἕκαστα. ταῦτα δέ ἐστιν ἃ καλεῖται παρὰ τοῖς ῥήτορσιν περιστατικὰ μόρια· τίς, τίνα, τί, τίνι, ποῦ, πότε, πῶς, διὰ τί. οἷον πρόσωπον, πρᾶγμα, ὄργανον, τόπος, χρόνος, τρόπος, αἰτία. πρόσωπον μὲν τὸ ποιοῦν, ἢ περὶ τίνα ἡ πρᾶξις· οἷον εἰ πατέρα υἱὸς ἐτύπτησεν ἀγνοῶν· πρᾶγμα δὲ αὐτὸ τὸ πραχθέν, εἰ ῥαπίσαι θέλων ἐτύφλωσεν· ὄργανον δὲ εἰ λίθον ἠκόντισεν νομίσας εἶναι κίσηριν· τόπος δὲ εἰ ἐν τῷ περικλᾶν στενωπὸν ἔκρουσεν ἀγνοῶν τὸν ἀπαντήσαντα· χρόνος δὲ εἰ ἐν νυκτὶ νομίσας πολέμιον τὸν φίλον ἐφόνευσεν· τρόπος δὲ εἰ πλήξας ἠρέμα καὶ μὴ ῥαγδαίως ἐφόνευσεν. ἠγνόησε γὰρ εἰ πληγεὶς ἠρέμα τελευτήσει· αἰτία δὲ εἰ ὁ μὲν ἔδωκε φάρμακον ὡς ὑγιάζον, ἀπέθανεν δὲ ὁ λαβὼν τῷ τὸ φάρμακον εὑρεθῆναι δηλητήριον. ἀλλὰ ταῦτα μὲν ἅμα πάντα οὐδ' ἂν μαινόμενός τις ἀγνοήσειεν· ὁ δὲ τὰ πλεῖστα τούτων ἢ τὰ κυριώτερα ἀγνοήσας, οὗτος δι' ἄγνοιαν πεποίηκεν. κυριώτατα δέ ἐστιν ἐν τούτοις τὸ οὗ ἕνεκα καὶ τί τὸ πραττόμενον, τουτέστιν, ἡ αἰτία καὶ τὸ πρᾶγμα. 31 περὶ ἑκουσίου Τοῦ ἀκουσίου ὄντος διττοῦ, τοῦ τε δι' ἄγνοιαν καὶ τοῦ κατὰ βίαν, τὸ ἑκούσιον ἀμφοτέροις ἀντίκειται. ἔστι γὰρ τὸ μήτε βίᾳ μήτε δι' ἄγνοιαν γινόμενον. καὶ ἔστιν οὐ βίᾳ μὲν οὗ ἡ ἀρχὴ ἐν αὐτοῖς, οὐ δι' ἄγνοιαν δὲ εἰ μὴ τῶν καθ' ἕκαστά τι εἴη ἀγνοούμενον δι' ὧν καὶ ἐν οἷς ἡ πρᾶξις. συνθέντες οὖν ἑκάτερον ὁριζόμεθα τὸ ἑκούσιον οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ καθ' ἕκαστα ἐν οἷς ἡ πρᾶξις. ζητεῖται δὲ εἰ τὰ φύσει γινόμενα ἑκούσιά ἐστιν, οἷον ἡ πέψις καὶ ἡ αὔξησις. δείκνυται δὲ ταῦτα μήτε ἑκούσια μήτε ἀκούσια· τὸ γὰρ ἑκούσιον καὶ ἀκούσιον ἐν τοῖς ἐφ' ἡμῖν ἐστιν, ἡ δὲ πέψις καὶ ἡ αὔξησις οὐκ ἐφ' ἡμῖν. ὅθεν εἰ καὶ τὰ καθ' ἕκαστα μὴ ἀγνοοῦμεν, τῷ μὴ ἐφ' ἡμῖν αὐτὰ εἶναι οὔτε ἑκούσιά ἐστιν οὔτε ἀκούσια. τὰ δὲ διὰ θυμὸν καὶ ἐπιθυμίαν ἐδείχθη ἑκούσια· καὶ γὰρ κατορθούμενα ἐπαινεῖται, καὶ ἁμαρτανόμενα ψέγεται ἢ μισεῖται, καὶ ἡδονὴ καὶ λύπη αὐτοῖς ἐπακολουθεῖ, καὶ ἡ ἀρχὴ ἐν αὐτοῖς ἐστιν. ἐν αὐτοῖς γὰρ ἦν τὸ μὴ ὑπὸ τῶν παθῶν ῥᾳδίως ἁλίσκεσθαι, διὰ γὰρ τῶν ἐθῶν τὰ τοιαῦτα κατορθοῦται. ἄλλως τε εἰ ταῦτα ἀκούσια οὐδὲν τῶν ἀλόγων ζῴων ἑκουσίως τι πράττει, ἀλλ' οὐδὲ τὰ παιδία. νῦν δὲ οὐχ οὕτως ἔχει, ὁρῶμεν γὰρ ἑκουσίως αὐτὰ ἐπὶ τὴν τροφὴν ἐρχόμενα, καὶ οὔτε βίᾳ· αὐτὰ γάρ ἐστι τὰ δι' ἑαυτῶν ὁρμῶντα, οὔτε ἀγνοοῦντα· τὴν γὰρ τροφὴν οὐκ ἀγνοεῖ, θεωρήσαντα γοῦν τροφὴν ἥδεται καὶ ὡς ἐπὶ πρᾶγμα γνώριμον ὁρμᾷ καὶ ἀποτυγχάνοντα λυπεῖται. ἑκουσίου δὲ γνώμονες ἐπιτυγχάνοντος μὲν ἡδονή, ἀποτυγχάνοντος δὲ λύπη· ἐξ ὧν δῆλον ὡς ἑκούσιον ἔχει τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν (καὶ γὰρ ὁ θυμὸς μεθ' ἡδονῆς γίνεται). καὶ ἄλλως ἐάν τις τὰ διὰ θυμὸν καὶ ἐπιθυμίαν ἑκούσια μὴ λέγῃ ἀναιρεῖ τὰς ἠθικὰς ἀρετάς· ἐν μεσότητι γὰρ αὗται τῶν παθῶν εἰσιν, εἰ δὲ ἀκούσια τὰ πάθη, ἀκούσιοι καὶ αἱ πράξεις αἱ κατὰ τὰς ἀρετάς, καὶ γὰρ αὗται κατὰ πάθος γίνονται. οὐδεὶς δὲ τὸ κατὰ λογισμὸν καὶ προαίρεσιν καὶ κατ' οἰκείαν ὁρμὴν καὶ ἔφεσιν μετὰ τοῦ γνωρίζειν τὰ καθ' ἕκαστα ἀκούσιον λέγει. ἐδείχθη δὲ καὶ ἡ ἀρχὴ ἐν αὐτοῖς·