1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

36

καὶ τῆς συστολῆς τῶν ἀρτηριῶν ἀτμοὶ πλεῖστοι διὰ τῆς μανότητος τοῦ δέρματος διεξέρχονται. ὄργανα δὲ τοῦ θρεπτικοῦ τό τε στόμα καὶ ὁ στόμαχος καὶ ἡ γαστὴρ καὶ τὸ ἧπαρ, αἵ τε φλέβες πᾶσαι, τά τε ἔντερα καὶ αἱ χολαὶ ἀμφότεραι, καὶ οἱ νεφροί. τὸ γὰρ στόμα πρῶτον προκατασκευάζει τῇ γαστρὶ τὴν τροφὴν εἰς λεπτὰ κατατέμνον αὐτὴν διὰ τῶν ὀδόντων καὶ τῆς γλώττης. μεγίστην γὰρ καὶ ἡ γλῶττα χρείαν παρέχεται τῇ διαμασήσει, συνάγουσα τὴν τροφὴν καὶ τοῖς ὀδοῦσιν ὑποβάλλουσα, καθάπερ αἱ ἀλετρίδες διὰ τῆς χειρὸς τὸν σῖτον ταῖς μύλαις. τρόπον γάρ τινα καὶ ἡ γλῶττα χείρ ἐστι τῆς διαμασήσεως. οὕτω δὲ κατεργασθεῖσα ἡ τροφὴ παραπέμπεται τῇ κοιλίᾳ διὰ τοῦ στομάχου· ὁ γὰρ στόμαχος οὐ μόνον αἰσθητήριόν ἐστι τῆς ἐνδείας ἀλλὰ καὶ δίοδος τῶν σιτίων. ἀνατρέχει γὰρ ἐν τῇ καταπόσει καὶ ἐπισπᾶται τὴν τροφὴν καὶ παραπέμπει τῇ κοιλίᾳ. ἡ δὲ κοιλία παραλαβοῦσα χωρίζει τὸ χρηστὸν καὶ τὸ τρόφιμον ἀπὸ τοῦ λιθώδους καὶ ξυλώδους καὶ ἀτρόφου· καὶ τὸ μὲν χρηστὸν εἰς χυμοὺς μεταβάλλουσα ἀναπέμπει τῷ ἥπατι διὰ τῶν φλεβῶν τῶν ἑλκουσῶν ἀπ' αὐτῆς καὶ διοχετευουσῶν εἰς τὸ ἧπαρ, αἵτινες φλέβες ῥίζαις ἐοίκασι τοῦ ἥπατος, ἑλκούσαις ἀπὸ τῆς γαστρὸς τὴν τροφήν, ὡς ἀπὸ τῆς γῆς ἕλκουσιν αἱ τῶν φυτῶν ῥίζαι. ἔοικε γὰρ ἡ μὲν κοιλία τῇ γῇ τῇ παρεχούσῃ τὴν τροφὴν τοῖς φυτοῖς· ῥίζαις δὲ αἱ φλέβες αἱ ἐπὶ τὰς πύλας καὶ τὰ σιμὰ τοῦ ἥπατος ἀνάγουσαι τὸν χυμὸν ἀπό τε τῆς γαστρὸς καὶ τῶν ἐντέρων διὰ τοῦ μεσαραίου· πρέμνῳ δὲ τὸ ἧπαρ αὐτό· κλάδοις δὲ καὶ ἀκρέμοσιν αἱ φλέβες αἱ κατασχιζόμεναι τῆς κοίλης φλεβὸς τῆς ἀποφυομένης ἐκ τῶν κυρτῶν τοῦ ἥπατος· τὸ γὰρ ἧπαρ δεξάμενον ἐκ τῆς κοιλίας τὸν χυμὸν συμπέσσει τε καὶ ἐξομοιοῖ ἑαυτῷ. ὁμοιοτάτην δὲ ἔχον τὴν σάρκα τῷ αἵματι, εἰκότως εἰς αἷμα μεταβάλλει τὸν χυμόν. τὸ δὲ αἷμα καθαίρεται διά τε τοῦ σπληνὸς καὶ τῆς χοληδόχου κύστεως καὶ τῶν νεφρῶν· τοῦ μὲν σπληνὸς τὸ τρυγῶδες ἕλκοντος καὶ τροφὴν οἰκείαν ποιουμένου· τῆς δὲ χοληδόχου κύστεως τὸ δριμὺ τὸ ἐναπομεῖναν τοῖς χυμοῖς ἐκ τῆς τροφῆς· τῶν δὲ νεφρῶν τὸ ὀῤῥῶδες μετὰ τοῦ περιλειπομένου δριμέος, ὡς καθαρὸν λοιπὸν καὶ χρηστὸν τὸ αἷμα γενόμενον, εἰς τροφὴν διανέμεσθαι τοῖς ἄλλοις πᾶσι μορίοις τοῦ σώματος διὰ τῶν κατασπειρομένων εἰς αὐτὰ φλεβῶν· καὶ οὕτως ἕκαστον τῶν μορίων ἕλκον τὸ αἷμα καὶ κατέχον καὶ μεταβάλλον εἰς τὴν ἰδίαν φύσιν, τὸ περιττὸν παραπέμπει τοῖς γειτνιῶσι μορίοις τροφὴν ἐπιτήδειον ἐκείνοις γενόμενον. καὶ τοῦτον τὸν τρόπον πάντα τὰ μόρια ἐξ αἵματος τρέφεται καὶ αὔξει καὶ διαμένει, χορηγοῦντος αὐτὸ τοῦ ἥπατος. λέγεται δὲ τοῦτο τὸ μέρος τοῦ ἀλόγου μὴ πείθεσθαι λόγῳ ἐπειδήπερ οὐ κατὰ γνώμην ἡμῶν οὐδὲ κατὰ προαίρεσιν ἀλλὰ φυσικῶς τὸ ἴδιον ἔργον ἀποτελεῖ. 23 περὶ σφυγμῶν Ἡ δὲ σφυγμικὴ κίνησις καλεῖται μὲν καὶ ζωτικὴ δύναμις. ἔχουσα δὲ τὴν καρδίαν ἀρχὴν καὶ μάλιστα τὴν ἀριστερὰν αὐτῆς κοιλίαν, τὴν πνευματικὴν καλουμένην, τὴν ἔμφυτον καὶ ζωτικὴν θερμότητα διανέμει παντὶ μορίῳ τοῦ σώματος διὰ τῶν ἀρτηριῶν, καθάπερ τὸ ἧπαρ διὰ τῶν φλεβῶν τὴν τροφήν. θερμαινομένης γοῦν τῆς καρδίας παρὰ φύσιν, εὐθέως καὶ τὸ ζῷον ὅλον παρὰ φύσιν θερμαίνεται, καὶ ψυχομένης ψύχεται. τὸ γὰρ ζωτικὸν πνεῦμα παρ' αὐτῆς διὰ τῶν ἀρτηριῶν εἰς πᾶν τὸ σῶμα κατασπείρεται. συγκατασχίζεται δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἀλλήλοις τὰ τρία ταῦτα, φλέψ, ἀρτηρία, νεῦρον, ἐκ τῶν τριῶν ἀρχῶν τῶν διοικουσῶν τὸ ζῷον· ἐξ ἐγκεφάλου μὲν ἀρχῆς ὄντος κινήσεώς τε καὶ αἰσθήσεως τὸ νεῦρον· ἐξ ἥπατος δὲ ἀρχῆς ὄντος αἵματός τε καὶ τοῦ θρεπτικοῦ ἡ φλέψ, τὸ ἀγγεῖον τοῦ αἵματος· ἐκ δὲ τῆς καρδίας ἀρχῆς οὔσης τοῦ ζωτικοῦ ἡ ἀρτηρία, τὸ ἀγγεῖον τοῦ πνεύματος· συνόντα δὲ ἀλλήλοις τὰς παρ' ἀλλήλων ὠφελείας καρποῦνται. ἡ μὲν γὰρ φλὲψ τροφὴν χορηγεῖ τῷ νεύρῳ καὶ τῇ ἀρτηρίᾳ, ἡ δὲ ἀρτηρία μεταδίδωσι τῇ φλεβὶ θερμασίας φυσικῆς καὶ πνεύματος ζωτικοῦ· ὅθεν οὔτε ἀρτηρίαν ἐστὶν εὑρεῖν χωρὶς αἵματος λεπτοῦ οὔτε φλέβα χωρὶς πνεύματος ἀτμώδους. διαστέλλεται δὲ σφοδρῶς καὶ συστέλλεται ἡ ἀρτηρία κατὰ ἁρμονίαν τινὰ καὶ λόγον, τὴν ἀρχὴν ἔχουσα τῆς κινήσεως ἐκ τῆς καρδίας· ἀλλὰ διαστελλομένη μὲν