1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

3

λογικὸν χωρήσῃ καταφρονήσας τῶν σωματικῶν πασῶν ἡδονῶν, τὴν θείαν τε καὶ θεοφιλεστάτην ζωὴν μετέρχεται καὶ τὴν ὡς ἀνθρώπου προηγουμένως, καὶ ἔσται οἷος ὁ ἐπουράνιος κατὰ τὸ εἰρημένον· οἷος ὁ χοϊκὸς τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. τῆς δὲ λογικῆς φύσεως τὸ κεφάλαιόν ἐστι φεύγειν μὲν καὶ ἀποστρέφεσθαι τὰ κακά, μετιέναι δὲ καὶ αἱρεῖσθαι τὰ καλά. τῶν δὲ καλῶν τὰ μέν ἐστι κατὰ κοινωνίαν ψυχῆς καὶ σώματος, ἐχόντων καὶ τούτων ἐπὶ τὴν ψυχὴν τὴν ἀναφοράν, οἷον ψυχῆς προσχρωμένης σώματι, ὡς αἱ ἀρεταί· τὰ δὲ τῆς ψυχῆς αὐτῆς καθ' ἑαυτὴν μόνης μὴ προσδεομένης σώματος, ὡς ἡ εὐσέβεια καὶ ἡ τῶν ὄντων θεωρία. ὅσοι τοίνυν τὸν ἀνθρώπου βίον ὡς ἀνθρώπου ζῆν προαιροῦνται καὶ μὴ ὡς ζῴου μόνου τὰς ἀρετὰς μετέρχονται καὶ τὴν εὐσέβειαν. τίνα δέ ἐστι τὰ τῶν ἀρετῶν καὶ τίνα τὰ τῆς εὐσεβείας ἐν τοῖς ἑξῆς διακριθήσεται ὅταν τὸν περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀποδῶμεν λόγον· οὐδέπω γὰρ ἐγνωσμένου τί ποτε ἡμῶν ἐστιν ἡ ψυχὴ κατ' οὐσίαν οὐκ ἔστιν ἀκόλουθον περὶ τῆς ἐνεργείας αὐτῆς διαλαμβάνειν. Ἑβραῖοι δὲ τὸν ἄνθρωπον ἐξ ἀρχῆς οὔτε θνητὸν ὁμολογουμένως οὔτε ἀθάνατον γεγενῆσθαί φασιν ἀλλ' ἐν μεθορίοις ἑκατέρας φύσεως, ἵνα ἂν μὲν τοῖς σωματικοῖς ἀκολουθήσῃ πάθεσι περιπέσῃ καὶ ταῖς σωματικαῖς μεταβολαῖς, ἂν δὲ τὰ τῆς ψυχῆς προτιμήσῃ καλὰ τῆς ἀθανασίας ἀξιωθῇ. εἰ γὰρ ἐξ ἀρχῆς αὐτὸν θνητὸν ἐποίησεν ὁ θεός, οὐκ ἂν ἁμαρτόντα θανάτῳ κατεδίκασε, τοῦ γὰρ θνητοῦ θνητότητα οὐδεὶς καταδικάζει· εἰ δ' αὖ πάλιν ἀθάνατον, οὐδ' ἂν τροφῆς αὐτὸν ἐνδεᾶ κατεσκεύασεν (οὐδὲν γὰρ τῶν ἀθανάτων τροφῆς σωματικῆς δεῖται) οὐδ' ἂν οὕτω ῥᾳδίως μετενόησε καὶ τὸν γενόμενον ἀθάνατον θνητὸν εὐθέως ἐποίει, οὐδὲ γὰρ ἐπὶ τῶν ἁμαρτησάντων ἀγγέλων τοῦτο φαίνεται πεποιηκὼς ἀλλὰ κατὰ τὴν ἐξ ἀρχῆς φύσιν ἀθάνατοι διέμειναν, ἄλλην τῶν ἡμαρτημένων ἀπεκδεχόμενοι δίκην ἀλλ' οὐ τὸν θάνατον. βέλτιον οὖν ἢ τοῦτον τὸν τρόπον νοεῖν τὸ προκείμενον, ἢ ὅτι θνητὸς μὲν κατεσκευάσθη, δυνάμενος δὲ ἐκ προκοπῆς τελειούμενος ἀθάνατος γενέσθαι, τουτέστι δυνάμει ἀθάνατος. ἐπειδὴ δὲ οὐ συνέφερεον αὐτῷ πρὸ τῆς τελειώσεως γνῶναι τὴν φύσιν ἑαυτοῦ, ἀπηγόρευσε μὴ γεύσασθαι τοῦ ξύλου τῆς γνώσεως. ἦσαν γὰρ μᾶλλον δέ εἰσιν ἔτι καὶ νῦν δυνάμεις ἐν τοῖς φυτοῖς μέγισται· τότε δὲ ὡς ἐν ἀρχῇ τῆς κοσμοποιΐας ἀκραιφνεῖς οὖσαι ἰσχυροτάτην εἶχον τὴν ἐνέργειαν. ἦν οὖν καὶ ἀπόγευσίς τινος καρποῦ γνῶσιν ἐμποιοῦσα τῆς οἰκείας φύσεως· οὐκ ἐβούλετο δὲ αὐτὸν ὁ θεὸς πρὸ τῆς τελειώσεως γνῶναι τὴν οἰκείαν φύσιν ἵνα μὴ γνοὺς ἑαυτὸν ἐνδεᾶ πολλῶν ὄντα τῆς σωματικῆς ἐπιμεληθῇ χρείας καταλιπὼν τὴν τῆς ψυχῆς πρόνοιαν, καὶ διὰ ταύτην τὴν αἰτίαν ἐκώλυσεν αὐτὸν μεταλαβεῖν τοῦ καρποῦ τῆς γνώσεως. παρακούσας δὲ καὶ γνοὺς ἑαυτὸν τῆς μὲν τελειώσεως ἐξέπεσε, τῆς δὲ σωματικῆς χρείας ἐγένετο· σκέπασμα γοῦν εὐθέως ἐπεζήτησε. φησὶ γὰρ ὁ Μωυσῆς ὅτι γυμνός ἐστιν ἔγνω. πρότερον δὲ ἐν ἐκστάσει αὐτὸν ἐποίησε καὶ ἐν ἀγνωσίᾳ ἑαυτοῦ. ἐκπεσὼν οὖν τῆς τελειώσεως ἐξέπεσεν ὁμοίως καὶ τῆς ἀθανασίας, ἣν ὕστερον ἀναλήψεται χάριτι τοῦ ποιήσαντος αὐτόν. μετὰ δὲ τὴν ἔκπτωσιν καὶ ἡ τῶν κρεῶν ἀπόλαυ σις συνεχωρήθη. πρότερον μὲν γὰρ τοῖς ἀπὸ τῆς γῆς μόνοις ἐκέλευσεν αὐτὸν ἀρκεῖσθαι (ταῦτα γὰρ ἦν ἐν τῷ παραδείσῳ)· ἀπεγνωσμένης δὲ τῆς τελειώσεως τῇ συγκαταβάσει λοιπὸν συνεχωρήθη τὰ τῆς ἀπολαύσεως. ἐπειδὴ δὲ ἐκ σώματός ἐστιν ὁ ἄνθρωπος, πᾶν δὲ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων συνέστηκεν, ἀνάγκη τούτοις τοῖς πάθεσι περιπίπτειν αὐτὸν οἷς καὶ τὰ στοιχεῖα, τομῇ καὶ μεταβολῇ καὶ ῥεύσει, ἅπερ ἐστὶ μόνου τοῦ σώματος· μεταβολῇ μὲν τῇ κατὰ ποιότητα, ῥεύσει δὲ τῇ κατὰ κένωσιν, κενοῦται γὰρ ἀεὶ τὸ ζῷον διά τε τῶν προδήλων πόρων καὶ διὰ τῶν ἀδήλων, περὶ ὧν ὕστερον ἐροῦμεν. ἀνάγκη τοίνυν ἢ τοῖς κενουμένοις ἀντεισφέρεσθαι τὰ ἴσα ἢ διαλύεσθαι τὸ ζῷον ἐνδείᾳ τῶν ἐπεισιόντων. ξηρῶν δὲ ὄντων καὶ ὑγρῶν καὶ πνεύματος τῶν κενουμένων, ἀνάγκη καὶ ξηρᾶς καὶ ὑγρᾶς τροφῆς δεῖσθαι τὸ ζῷον καὶ πνεύματος. ἔστι δὲ ἡμῖν ἡ τροφὴ καὶ τὸ ποτὸν διὰ τῶν