1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

39

δυνάμεθα· τὴν δὲ ἀναπνοὴν οὐδὲ δέκατον ὥρας ἐπισχεῖν οἷόν τε. καταπνιγόμενον γὰρ τὸ ἐν ἡμῖν θερμὸν ἐκ τῆς αἰθάλης κατασβέννυται καὶ παραχρῆμα θάνατον ἐπάγει. καὶ γὰρ εἰ φλόγα τις σκεπάσειεν ἐν ἀγγείῳ τινὶ διαπνοὴν οὐκ ἔχοντι ἀποσβέσειεν ἂν αὐτὴν καταπνιγεῖσαν ἀπὸ τῆς λιγνύος. διὰ ταύτην οὖν τὴν ἀνάγκην καὶ κοιμωμένων ἡμῶν οὐδὲν ἧττον ἐνεργεῖ κατὰ τοῦτο τὸ μέρος ἡ ψυχή, εἰδυῖα ὡς εἰ τὸ βραχύτατον ῥαθυμήσειε διαφθείρεται τὸ ζῷον. πάλιν οὖν ἐνταῦθα τῷ ψυχικῷ συνεπλάκη τὸ φυσικόν. δι' ἀρτηρίας γὰρ ποιεῖται τὴν ἐνέργειαν τῆς ἀναπνοῆς, ὀργάνου φυσικοῦ καὶ ἀεὶ κινουμένου, ἵνα μηδέποτε ἐπιλίπῃ τὸ ἔργον αὐτῆς, ὡς οὐδὲ τῶν ἄλλων ἀρτηριῶν. ὅθεν τινὲς οὐ συνιέντες φυσικὴν ἐνόμισαν εἶναι τὴν ἀναπνοήν. τρία δὲ τῆς ἀναπνοῆς ἐστιν αἴτια, χρεία, δύναμις, ὄργανα. χρεία μὲν διττή, φυλακή τε τῆς ἐμφύτου θερμασίας, καὶ θρέψις τοῦ ψυχικοῦ πνεύματος· ἀλλ' ἡ μὲν φυλακὴ τῆς κατὰ φύσιν θερμότητος διά τε τῆς εἰσπνοῆς καὶ τῆς ἐκπνοῆς συνίσταται· τῆς μὲν εἰσπνοῆς ψυχούσης καὶ μετρίως ἀναῤῥιπιζούσης τὸ θερμόν· τῆς δὲ ἐκπνοῆς τὸ λιγνυῶδες τῆς καρδίας ἐκχεούσης. ἡ δὲ θρέψις τοῦ ψυχικοῦ πνεύματος διὰ μόνης τῆς ἀναπνοῆς. ἕλκεται γάρ τις ἀέρος μοῖρα κατὰ τὰς διαστολὰς τῆς καρδίας εἰς αὐτήν. δύναμις δὲ ἡ ψυχική. αὕτη γάρ ἐστιν ἡ κινοῦσα τὰ ὄργανα τῆς ἀναπνοῆς διὰ τῶν μυῶν καὶ πρῶτον τὸν θώρακα. τούτῳ δὲ συγκινεῖται ὁ πνεύμων καὶ αἱ τραχεῖαι ἀρτηρίαι, μέρος οὖσαι τοῦ πνεύμονος. τῆς γὰρ τραχείας ἀρτηρίας τὸ μὲν χονδρῶδες τῆς φωνῆς ἐστιν ὄργανον, οἱ δὲ ὑμενώδεις αὐτῆς δεσμοὶ τῆς ἀναπνοῆς, τὸ δὲ ἐξ ἀμφοτέρων τούτων, αὐτὴ ἡ ἀρτηρία, φωνητικόν τε ἅμα καὶ ἀναπνευστικὸν ὄργανον. ἔστιν οὖν ὁ πνεύμων πλέγμα συγκείμενον ἐκ τεσσάρων, ἔκ τε τῆς τραχείας ἀρτηρίας καὶ τῆς λείας καὶ φλεβὸς καὶ τῆς ἀφρώδους σαρκὸς αὐτοῦ τοῦ πνεύμονος, ἥτις σὰρξ ἀναπληροῖ δίκην στοιβῆς τὰς μεταξὺ χώρας τοῦ πλέγματος, τῶν τε δύο ἀρτηριῶν καὶ τῆς φλεβός, ὥστε τούτων ἕδραν αὐτὴν καὶ δεσμὸν γενέσθαι. συμπέσσει δὲ ἡ σὰρξ τοῦ πνεύμονος φυσικῶς τὸ πνεῦμα καθάπερ τὸ ἧπαρ τὸν ἐκ τῆς κοιλίας χυμόν· καὶ διὰ τοῦτο ὥσπερ τὸ ἧπαρ ἄκροις τοῖς λοβοῖς ἑαυτοῦ περιέχει τὴν γαστέρα θερμασίας δεομένην οὕτω καὶ ὁ πνεύμων μέσην περιλαμβάνει τὴν καρδίαν δεομένην τῆς ἐκ τῆς ἀναπνοῆς περιψύξεως. συνάπτεται δὲ τῇ τραχείᾳ ἀρτηρίᾳ κατὰ τὸ συν εχὲς ὁ βρόγχος, συγκείμενος ἐκ μεγάλων τριῶν χόνδρων· τούτῳ δὲ ἡ φάρυγξ· εἶτα τὸ στόμα καὶ ἡ ῥίς. δι' ἀμφοτέρων γὰρ ἕλκομεν ἔξωθεν τὸν ἀέρα· χωρεῖ δὲ ἐντεῦθεν διὰ τοῦ ἠθμοειδοῦς ἢ σπογγοειδοῦς ὀστοῦ, ὅπερ κατετρήθη ἵνα ἐν ταῖς ὑπερβολαῖς ταῖς κατὰ ποιότητα τοῦ ἀέρος μηδὲν ὁ ἐγκέφαλος βλάπτηται, ἀθρόου τοῦ πνεύματος ἐμπίπτοντος εἰς αὐτόν. συνεχρήσατο δὲ καὶ ἐνταῦθα τῇ ῥινὶ πρός τε τὴν ἀναπνοὴν καὶ τὴν ὄσφρησιν ὁ δημιουργός, ὡς τῇ γλώττῃ πρός τε τὴν φωνὴν καὶ τὴν γεῦσιν καὶ τὴν διαμάσησιν. τὰ μὲν οὖν καιριώτατα μόρια πρός τε τὴν ὕπαρξιν αὐτὴν καὶ πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρείας ταῖς ψυχικαῖς συνδιῄρηται δυνάμεσιν. εἰ δέ τι καὶ παραλέλειπται ἐκ τῶν ἤδη λεχθέντων εὐσύνοπτον ἔσται. ὥσπερ δὲ πάντων τῶν γενομένων τὰ μὲν δι' ἑαυτὰ γέγονε, τὰ δὲ καὶ δι' ἑαυτὰ καὶ δι' ἕτερα, τὰ δὲ δι' ἕτερα μόνον, τὰ δὲ κατὰ συμβεβηκὸς παρυπέστη, οὕτω κἀπὶ τῶν μορίων τοῦ ζῴου τὴν αὐτὴν εὑρήσεις ἀκολουθίαν. τὰ μὲν γὰρ εἰρημένα πάντα τῶν τριῶν ἀρχῶν ὄργανα τῶν διοικουσῶν τὸ ζῷον δι' ἑαυτὰ γέγονεν· ταῦτα γὰρ προηγουμένως καὶ κατὰ πρῶτον λόγον κατεσκεύασται, ἃ καὶ κατὰ φύσιν κυρίως λέγεται, καὶ ἐν τῇ μήτρᾳ ἐκ αὐτοῦ τοῦ σπέρματος λαμβάνει τὴν γένεσιν ὡς καὶ τὰ ὀστέα. ἡ δὲ ξανθὴ χολὴ καὶ δι' ἑαυτὴν καὶ δι' ἄλλο. καὶ γὰρ πρὸς πέψιν συντελεῖ καὶ κινεῖ τὴν ἔκκρισιν, καὶ γίνεται κατὰ ταῦτα τρόπον τινὰ τῶν θρεπτικῶν ἕν τι μόριον· οὐ μὴν ἀλλὰ καὶ θερμασίαν τινὰ παρέχει τῷ σώματι, καθάπερ ἡ ζωτικὴ δύναμις. τούτων μὲν οὖν ἕνεκα δι' ἑαυτὴν δοκεῖ γεγονέναι· τῷ δὲ καθαίρειν τὸ αἷμα, διὰ τοῦτό πως δοκεῖ γεγονέναι. καὶ ὁ σπλὴν δὲ οὐ μικρὰ πρὸς πέψιν συμβάλλεται. ὀξώδης γὰρ ὢν καὶ στρυφνὸς τὴν φύσιν καὶ τὴν