1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

20

αὐτοῦ οὐκ ἐδόκει καλῶς ἔχειν τά τε σκληρότατα ὀστέα καὶ τὴν ἁπαλωτάτην σάρκα τε καὶ πιμελὴν γίνεσθαι ἤρεσεν Ἱπποκράτει πρώτῳ τὰ σώματα τῶν ζῴων ἐκ τῶν τεσσάρων χυμῶν συμπήγνυσθαι προσεχῶς· ἵν' ἐκ μὲν τῶν γεωδεστέρων καὶ παχυμερεστέρων τὰ στερεώτερα γίνωνται, ἐκ δὲ τῶν μαλακωτέρων τὰ μαλακά. εὑρίσκονται δὲ πολλάκις οἱ τέσσαρες ἐν τῷ αἵματι χυμοί, ὡς ἔστιν ἰδεῖν ἐν ταῖς φλεβοτομίαις, ποτὲ μὲν τοῦ ὀρρώδους φλέγματος πλεονάζοντος ἐν αὐτῷ, ποτὲ δὲ τῆς μελαίνης ἢ ξανθῆς χολῆς· ὅθεν δοκοῦσί πως ἀλλήλοις συμφωνεῖν οἱ ἄνδρες. ἔστι δὲ τῶν ἐν τοῖς ζῴοις μερῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ· οἷον ὁμοιομερῆ μὲν ἐγκέφαλος, μήνιγγες, νεῦρον, μυελός, ὀστέον, ὀδούς, χόνδρος, ἀδένες, σύνδεσμος, ὑμένες, ἶνες, τρίχες, ὄνυχες, σάρκες, φλέβες, ἀρτηρίαι, πόροι, πιμελή, δέρμα, καὶ τὰ οἱονεὶ στοιχεῖα προσεχῆ τούτων, αἷμα καθὸ αἷμα καθαρόν, φλέγμα, χολὴ μέλαινα καὶ ξανθή. ὁ γὰρ τένων σύνθετός ἐστιν ἔκ τε συνδέσμου καὶ νευρωδῶν ἰνῶν· ἀνομοιομερῆ δὲ κεφαλή. θώραξ, χεῖρες, πόδες, καὶ τὰ ἄλλα μέλη τοῦ ἀνθρώπου. οὐ γὰρ εἰς κεφαλὴν διαιρεῖται ἡ κεφαλή, ὥσπερ τὸ νεῦρον εἰς νεῦρον καὶ ἡ φλὲψ εἰς φλέβα καὶ ἡ σὰρξ εἰς σάρκα· πᾶν δὲ ἀνομοιομερὲς ἐξ ὁμοιομερῶν σύνεστηκεν, ὡς ἡ κεφαλὴ ἐκ νεύρων καὶ σαρκῶν καὶ ὀστέων καὶ τῶν τοιούτων· καλοῦσι δὲ ταῦτα καὶ ὀργανικά. ὅρος δὲ ὁμοιομερῶν οὗτος· ὧν τὰ μόρια τῷ τε ὅλῳ καὶ ἀλλήλοις ἐστὶν ὅμοια· τὸ δὲ ὅμοιον νῦν ἀντὶ τοῦ ταὐτὸν δεῖ λαμβάνειν. οὐ πᾶν δὲ ζῷον πάντα τὰ μόρια τοῦ σώματος κέκτηται· ἀλλ' ἔστιν ἔνια κολοβά. τὰ μὲν γάρ ἐστιν ἄποδα, ὡς ἰχθύες καὶ ὄφεις· τὰ δὲ ἀκέφαλα, ὡς καρκίνοι καὶ κάραβοι καὶ τῶν νηκτῶν ἔνια· ἐν γὰρ τῷ στήθει τὰ αἰσθητήρια ἔχουσι διὰ τὸ μὴ ἔχειν κεφαλήν· τὰ δὲ πνεύμονος ἐστέρηται, ὅσα μὴ ἀναπνεῖ τὸν ἀέρα· τὰ δὲ κύστιν οὐκ ἔχει, ὡς ὄρνιθες καὶ πάντα τὰ μὴ οὐροῦντα· τὰ δὲ ὀστρακόδερμα τῶν πλείστων ἀμοιρεῖ μελῶν· ἐν ὀλίγοις γὰρ αὐτοῖς τὸ εἶναι ζῴοις ὑπάρχει· δοκεῖ δέ τινα καίτοι ἔχοντα μὴ ἔχειν· ὡς ἔλαφοι δοκοῦσι μὴ ἔχειν τὴν ξανθὴν χολήν, ἐπειδήπερ ἐν τοῖς ἐντέροις ἔχουσιν αὐτὴν διεσπαρμένην καὶ ἀφανῆ· ὁ δὲ ἄνθρωπος καὶ πάντα καὶ τέλεια καὶ ὡς οὐκ ἂν ἄλλως ἐνδέχοιτο καλῶς ἔχει πάντα. οὕτω δὲ καὶ κατὰ τὴν θέσιν τῶν μορίων πολλὴ διαφορὰ τοῖς ζῴοις. τὰ μὲν γὰρ ἔχει τοὺς μαστοὺς ἐν τῷ στήθει· τὰ δὲ ἐν τῇ κοιλίᾳ· τὰ δὲ ὑπὸ τοὺς μηρούς· καὶ τὰ μὲν δύο, τὰ δὲ τέσσαρας, τὰ δὲ πλείους. σχεδὸν γὰρ συνεμέτρησεν ἡ φύσις τῷ τῶν γεννωμένων ἀριθμῷ τὸ πλῆθος τῶν μαστῶν. εἰ δέ τις ἀκριβῶς ἐκλέγειν ταῦτα βούλοιτο, τὴν περὶ ζῴων ἱστορίαν Ἀριστοτέλους ἀναγινωσκέτω. οὐ γὰρ τῆς προκειμένης γραφῆς ἀκριβοῦν ἐστι ταῦτα, ἀλλ' οἷον ὑπογραφάς τινας καὶ τύπους ἐκτίθεσθαι. μετέλθωμεν οὖν ἐπὶ τὸν τῶν στοιχείων λόγον, ἐξ ἀκολουθίας ἐπιζητούμενον. 5 περὶ στοιχείων Τὸ στοιχεῖον τὸ κοσμικόν ἐστιν μέρος ἐλάχιστον τοῦ συγκρίματος τῶν σωμάτων. εἰσὶ δὲ στοιχεῖα τέσσαρα, γῆ, ὕδωρ, ἀήρ, πῦρ, συντεταγμένα κατὰ τὴν εἰρημένην τάξιν ἀπὸ τῶν κάτωθεν ἐπὶ τὰ ἄνω, σώματα καὶ αὐτὰ ὄντα πρῶτά τε καὶ ἁπλᾶ ὡς πρὸς τὰ ἄλλα σώματα. καὶ γὰρ πᾶν στοιχεῖον ὁμογενές ἐστι τοῖς ὧν ἐστι στοιχεῖον. ἡ μὲν γὰρ ἀρχὴ οὐχ ὁμογενὴς τοῖς ἐξ αὐτῆς· τὸ δὲ στοιχεῖον πάντως ὁμογενές. ἀλλ' ὅτι μὲν γῆ καὶ ὕδωρ ἀήρ τε καὶ πῦρ ἐστι τὰ στοιχεῖα, δῆλον. καὶ γὰρ ἐν τούτοις ἄκραι αἱ ποιότητες δυνάμει καὶ ἐνεργείᾳ φαίνονται· οὐ μὴν τῶν αἰσθητῶν τι τούτων στοιχείων ἄκρατον καὶ ἀνεπίμικτόν ἐστιν ἑτέρου στοιχείου· νενόθευται γὰρ ἠρέμα πως ἅπαντα ταῦτα καὶ μετείληφεν ἀλλήλων μᾶλλον καὶ ἧττον· ἀλλὰ καὶ ἐν τῇ μίξει κατάδηλός ἐστιν ἡ φύσις αὐτῶν. ἕκαστον δὲ τῶν στοιχείων κατὰ συζυγίαν δύο ποιότητας ἔχει τὰς εἰδοποιούσας αὐτό. ἔστι γὰρ ἡ μὲν γῆ ξηρὰ καὶ ψυχρά· τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν· ὁ δὲ ἀὴρ ὑγρὸς καὶ θερμὸς κατὰ τὴν ἑαυτοῦ φύσιν· τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν. οὐ μὴν αἱ ποιότητες καθ' ἑαυτὰς εἶναι δύνανται στοιχεῖα. οὐ γὰρ ἐκ ποιοτήτων ἀσωμάτων οἷόν τε συστῆναι σώματα, ἀλλ' οὐδὲ τὰ ἄλλα σώματα μὴ ἄκραν ἔχοντα καὶ κατ' ἐνέργειαν τὴν ποιότητα δυνατὸν εἶναι στοιχεῖα. ἦν γὰρ ἂν ἄπειρα τὰ