1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

32

ψυχικῶν παθῶν ὅρος οὗτος· πάθος ἐστὶ κίνησις τῆς ὀρεκτικῆς δυνάμεως αἰσθητὴ ἐπὶ φαντασίᾳ ἀγαθοῦ ἢ κακοῦ. καὶ ἄλλως· πάθος ἐστὶ κίνησις ἄλογος τῆς ψυχῆς δι' ὑπόληψιν καλοῦ ἢ κακοῦ. τὸ δὲ γενικὸν πάθος οὕτως ὁρίζονται· πάθος ἐστὶ κίνησις ἐν ἑτέρῳ ἐξ ἑτέρου. ἐνέργεια δέ ἐστι κίνησις δραστική· δραστικὸν δὲ λέγεται τὸ ἐξ ἑαυτοῦ κινούμενον. οὕτως οὖν καὶ ὁ θυμὸς ἐνέργεια μέν ἐστι τοῦ θυμοειδοῦς, πάθος δὲ τῶν δύο μερῶν τῆς ψυχῆς καὶ προσέτι τοῦ σώματος ἡμῶν παντὸς ὅταν ὑπὸ τοῦ θυμοῦ βιαίως ἄγηται πρὸς τὰς πράξεις. ἐξ ἑτέρου γὰρ ἐν ἑτέρῳ γέγονεν ἡ κίνησις, ὅπερ ἐλέγομεν εἶναι πάθος. καὶ καθ' ἕτερον δὲ τρόπον ἡ ἐνέργεια πάθος λέγεται ὅταν ᾖ παρὰ φύσιν. ἐνέργεια μὲν γάρ ἐστι κατὰ φύσιν κίνησις· πάθος δὲ παρὰ φύσιν. καὶ κατὰ τοῦτον οὖν τὸν λόγον ἡ ἐνέργεια, ὅταν μὴ κατὰ φύσιν κινῆται, λέγεται πάθος, εἴτε ἐξ ἑαυτοῦ κινοῖτο εἴτε ἐξ ἑτέρου. τῆς γοῦν καρδίας ἡ μὲν κατὰ τοὺς σφυγμοὺς κίνησις ἐνέργειά ἐστιν· ἡ δὲ κατὰ τοὺς παλμοὺς πάθος. ἐξ αὐτῆς μὲν γάρ ἐστιν καὶ ἡ κατὰ τοὺς παλμοὺς κίνησις, ἀλλ' οὐ κατὰ φύσιν· ἐξ αὐτῆς δὲ καὶ ἡ τῶν σφυγμῶν, ἀλλὰ κατὰ φύσιν. οὐδὲν οὖν θαυμαστὸν ἓν καὶ ταὐτὸν πρᾶγμα καὶ πάθος καὶ ἐνέργειαν ὀνομάζεσθαι. καθ' ὃ μὲν γὰρ κινήσεις εἰσὶν ἐξ αὐτοῦ τοῦ παθητικοῦ τῆς ψυχῆς, ἐνέργειαί τινές εἰσι· καθ' ὅσον δὲ ἄμετροι καὶ οὐ κατὰ φύσιν, οὐκ ἐνέργειαι ἀλλὰ πάθη. οὕτως οὖν ἡ κίνησις τοῦ ἀλόγου πάθος ἐστὶ κατ' ἄμφω τὰ σημαινόμενα. οὐ πᾶσα δὲ κίνησις τοῦ παθητικοῦ πάθος καλεῖται· ἀλλ' αἱ σφοδρότεραι καὶ εἰς αἴσθησιν προβαίνουσαι. αἱ γὰρ μικραὶ καὶ ἀνεπαίσθητοι οὐδέπω πάθη. δεῖ γὰρ ἔχειν τὸ πάθος καὶ μέγεθος ἀξιόλογον. διὸ πρόσκειται τῷ ὅρῳ τοῦ πάθους τὸ κίνησις αἰσθητή. αἱ γὰρ μικραὶ κινήσεις λανθάνουσαι τὴν αἴσθησιν οὐ ποιοῦσι πάθος, ὡς εἴρηται. 16 περὶ τοῦ ἐπιθυμητικοῦ ∆ιαιρεῖται μὲν οὖν ὡς ἔφαμεν τὸ ἄλογον τῆς ψυχῆς τὸ ἐπιπειθὲς λόγῳ εἰς δύο, τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμικόν· πάλιν δὲ τὸ ἐπιθυμητικὸν διαιρεῖται εἰς δύο, εἰς ἡδονὰς καὶ λύπας· ἐπιτυγχάνουσα μὲν γὰρ ἡ ἐπιθυμία ἡδονὴν ἐμποιεῖ· ἀποτυγχάνουσα δὲ λύπην. πάλιν δὲ καθ' ἕτερον τρόπον ἡ ἐπιθυμία διαιρουμένη τέσσαρα σὺν ἑαυτῇ τὰ πάντα εἴδη ποιεῖ. ἐπεὶ γὰρ τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ φαῦλα· καὶ τὰ μὲν ἤδη πάρεστι, τὰ δὲ προσδοκᾶται· κατὰ τούτους τοὺς τρόπους τῶν δύο εἰς δύο πολυπλασιαζομένων τὰ τῆς ἐπιθυμίας εἰς τέσσαρα διαιρεῖται. ἔστι γὰρ ἀγαθὸν καὶ κακόν· καὶ πάλιν παρὸν καὶ προσδοκώμενον. προσδοκώμενον μὲν ἀγαθὸν ἐπιθυμία ἐστίν· ἤδη δὲ παρόν, ἡδονή. πάλιν προσδοκώμενον μὲν κακόν, φόβος· παρὸν δέ, λύπη. περὶ τὰ ἀγαθὰ μὲν γὰρ στρέφεται ἡδονὴ καὶ ἐπιθυμία· περὶ τὰ φαῦλα δὲ φόβος καὶ λύπη. διό τινες τὸ πάθος εἰς τέσσαρα διαιροῦσιν, ἐπιθυμίαν, ἡδονήν, φόβον, λύπην. ἀγαθὰ δὲ καὶ φαῦλα λέγομεν ἢ τὰ ὄντως ὄντα ἢ τὰ νομιζόμενα. ἐγγίνεται δὲ τὰ φαῦλα πάθη τῇ ψυχῇ διὰ τριῶν τούτων· διὰ κακῆς ἀγωγῆς, ἐξ ἀμαθίας, ὑπὸ καχεξίας. μὴ ἀχθέντες γὰρ καλῶς ἐκ παίδων ὡς δύνασθαι κρατεῖν τῶν παθῶν εἰς τὴν ἀμετρίαν αὐτῶν ἐκπίπτομεν· ἐκ δὲ τῆς ἀμαθίας φαῦλαι κρίσεις τῷ λογιστικῷ τῆς ψυχῆς ἐμφύονται ὡς οἴεσθαι τὰ φαῦλα χρηστὰ εἶναι καὶ τὰ χρηστὰ φαῦλα· γίνεται δέ τινα καὶ ἐκ τῆς τοῦ σώματος καχεξίας. ὀργίλοι γάρ εἰσιν οἱ πικρόχολοι καὶ καταφερεῖς οἱ θερμοὶ καὶ ὑγροὶ τὴν κρᾶσιν· θεραπευτέον δὲ τὸ μὲν κακὸν ἔθος ἔθει καλῷ, τὴν δὲ ἀμαθίαν μαθήσει καὶ ἐπιστήμῃ, τὴν δὲ καχεξίαν ἰατέον σωματικῶς μεθιστάντας αὐτὴν ὡς οἷόν τε εἰς τὴν μέσην κρᾶσιν ἁρμοζούσῃ διαίτῃ καὶ γυμνασίοις καὶ φαρμάκοις, ἐὰν καὶ τούτων δεηθῶμεν. 17 περὶ ἡδονῶν Τῶν ἡδονῶν αἱ μέν εἰσιν ψυχικαί, αἱ δὲ σωματικαί. ψυχικαὶ μὲν αἱ τῆς ψυχῆς αὐτῆς καθ' ἑαυτὴν ὡς αἱ περὶ τὰ μαθήματα καὶ τὴν θεωρίαν, αὗται γὰρ καὶ αἱ τοιαῦται μόνης εἰσὶ τῆς ψυχῆς· σωματικαὶ δέ εἰσιν αἱ μετὰ κοινωνίας τοῦ σώματος καὶ τῆς ψυχῆς γινόμεναι, καὶ διὰ τοῦτο σωματικαὶ καλούμεναι, ὡς αἱ περὶ τὰς τροφὰς καὶ τὰς συνουσίας. μόνου δὲ τοῦ σώματος οὐκ ἂν εὕροι τις ἰδίας ἡδονὰς ἀλλὰ πάθη, οἷον τομὰς καὶ ῥεύσεις καὶ τὰς κατὰ κρᾶσιν ποιότητας. πᾶσα γὰρ ἡδονὴ μετ' αἰσθήσεως· ψυχικὴν δὲ τὴν αἴσθησιν ἐδείξαμεν. καὶ