1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

28

οὕτως αἰσθάνεσθαι. ἀλλ' εἴπερ ἦν ἀληθὴς οὗτος ὁ λόγος οὐκ ἂν ἤλγει τὸ τεμνόμενον μόριον ἀλλ' ὁ ἐγκέφαλος. βέλτιον οὖν λέγειν ὅτι τὸ νεῦρον ἐγκέφαλός ἐστιν. καὶ γὰρ μοῖρά τις ἐστὶν ἐγκεφάλου, διὰ παντὸς ἑαυτοῦ τὸ ψυχικὸν ἔχον πνεῦμα, ὡς ὁ πεπυρακτω μένος σίδηρος ἔχει τὸ πῦρ· διά τοι τοῦτο ἔνθα ἂν νεῦρον αἰσθητικὸν ἐμφύηται ἐκεῖνο τὸ μέρος αἰσθήσεως ὑπ' αὐτοῦ μεταλαμβάνει καὶ γίνεται αἰσθητικόν. οὐδὲν δὲ ἴσως ἄτοπον λέγειν ἐπὶ τὴν ἀρχὴν τῶν νεύρων τὸν ἐγκέφαλον ἀναπέμπεσθαι οὐ τὸ πάθος ἀλλὰ συναίσθησίν τινα καὶ ἀπαγγελίαν τοῦ πάθους. ἔστι δὲ ἴδιον αἰσθητὸν ἁφῆς τὸ θερμὸν καὶ ψυχρόν, τό τε μαλακὸν καὶ σκληρόν, καὶ γλίσχρον καὶ κραῦρον, βαρύ τε καὶ κοῦφον· διὰ μόνης γὰρ τῆς ἁφῆς ταῦτα γνωρίζεται. κοινὰ δὲ ἁφῆς καὶ ὄψεως τό τε ὀξὺ καὶ ἀμβλὺ καὶ τὸ τραχὺ καὶ λεῖον, τό τε ξηρὸν καὶ ὑγρόν, παχύ τε καὶ λεπτόν, ἄνω καὶ κάτω· καὶ γὰρ ὁ τόπος, τό τε μέγεθος ὅταν ᾖ τοιοῦτον ὡς κατὰ μίαν προσβολὴν τῆς ἁφῆς περιλαμβάνεσθαι, καὶ τὸ πυκνὸν δὲ καὶ τὸ μανὸν καὶ τὸ στρογγύλον, ὅταν ᾖ μικρόν, ὡς καὶ ἄλλα τινὰ σχήματα. ὁμοίως δὲ καὶ τῆς κινήσεως τοῦ πλησιάζοντος αὐτῇ σώματος αἰσθάνεται σὺν τῇ μνήμῃ καὶ τῇ διανοίᾳ. ὡσαύτως δὲ καὶ ἀριθμοῦ· ἀλλὰ μέχρι δυοῖν ἢ τριῶν καὶ τούτων μικρῶν καὶ ῥᾳδίως περιλαμβανομένων· μᾶλλον δὲ τῆς ἁφῆς ἡ ὄψις τούτων ἀντιλαμβάνεται, ὥσπερ καὶ τοῦ ὁμαλοῦ καὶ τοῦ ἀνωμάλου. τοῦ γὰρ γένους ἐστὶ τοῦ λείου καὶ τραχέος σκληρότητι μὲν γὰρ ἀνωμαλία μιχθεῖσα τραχύτητα, ὁμαλότης δὲ πυκνότητι λειότητα ποιεῖ. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὡς πολλὴν κοινωνίαν αἱ αἰσθήσεις αὗται πρὸς ἀλλήλας ἔχουσι. καὶ γὰρ τὰ τῆς ἑτέρας διαμαρτήματα ἡ ἑτέρα διασαφεῖ. ἐπὶ γοῦν τῆς γραφῆς ἡ μὲν ὄψις ἐξοχάς τινας ὁρᾷ ῥινός τε καὶ τῶν ἄλλων· ἡ δὲ ἁφὴ προσελθοῦσα διήλεγξεν αὐτῆς τὸ διαμάρτημα. ὥσπερ δὲ ἡ ὄψις ἀεὶ καὶ πάντα διὰ μέσου τοῦ ἀέρος ὁρᾷ, οὕτω καὶ ἡ ἁφὴ διὰ μέσης τῆς βακτηρίας τῶν σκληρῶν καὶ μαλακῶν καὶ ὑγρῶν αἰσθάνεται, ἀλλὰ συλλογιστικῶς καὶ μετὰ διανοίας· ἀκριβεστάτην γὰρ ἔχει ταύτην τὴν αἴσθησιν ὁ ἄνθρωπος. ταύτῃ γοῦν καὶ τῇ γεύσει πλέον ἔχει τῶν ἄλλων ζῴων, καίτοι ταῖς ἄλλαις τρισὶν ἡττώμενος. ἄλλο μὲν γὰρ ζῷον κατ' ἄλλην αἴσθησιν τῶν τριῶν πλεονεκτεῖ τὸν ἄνθρωπον· ὁ δὲ κύων ἐν ταῖς τρισὶν ἅμα· ὀξύτερον γὰρ καὶ ἀκούει καὶ βλέπει καὶ ὀσφραίνεται, ὡς δῆλον ἐκ τῶν ἰχνευόντων κυνῶν. καὶ πᾶν μὲν τὸ σῶμα τῆς ἁφῆς ἐστιν αἰσθητήριον, ὡς καὶ πρόσθεν εἴρηται· μάλιστα δὲ τῶν χειρῶν τὰ ἔσωθεν, καὶ τούτων ἔτι μᾶλλον τὰ ἄκρα τῶν δακτύλων· ταῦτα γὰρ ὥσπερ γνώμονας ἀκριβεῖς τῆς ἁφῆς ἔχομεν. οὐ γὰρ μόνον ἀντιληπτικὸν ὄργανον ὁ δημιουργὸς τὰς χεῖρας κατεσκεύασεν ἀλλὰ καὶ ἁπτικόν. διὰ τοῦτο καὶ τὸ δέρμα λεπτότερον ἔχουσι καὶ μῦς αὐταῖς ὅλαις ἔσωθεν ὑπέστρωται καὶ τριχῶν ἀμοιροῦσιν, ἵνα μᾶλλον τῶν ἁπτῶν ἀντιλαμβάνωνται. τοῦ δὲ τρίχας αὐτὰς μὴ φύειν ὁ ὑπεστορεσμένος μῦς γέγονεν αἴτιος. τῶν δὲ χειρῶν αἱ μὲν σκληρότεραι πρὸς ἀντίληψίν εἰσιν ἰσχυρότεραι· αἱ δὲ μαλακώτεραι πρὸς τὴν ἁφὴν ἀκριβέστεραι· ὥσπερ καὶ τῶν νεύρων τὰ μὲν σκληρὰ πρὸς κίνησιν, τὰ δὲ μαλακὰ πρὸς αἴσθησίν εἰσιν ἐπιτηδειότερα. ταῦτα γὰρ αὐτὰ τῆς ἁφῆς ἐστιν ὄργανα· διὰ τούτων γὰρ ἡ τῆς ἁφῆς αἴσθησις γίνεται. 9 περὶ γεύσεωσ Τὴν μὲν ὄψιν ἐν τοῖς ἔμπροσθεν εἴπομεν κατ' εὐθείας γραμμὰς ὁρᾶν· ἡ δὲ ὄσφρησις καὶ ἡ ἀκοὴ οὐ κατ' εὐθεῖαν μόνον ἀλλὰ πανταχόθεν. ἁφὴ δὲ καὶ γεῦσις οὔτε κατ' εὐθείας γραμμὰς οὔτε πανταχόθεν γνωρίζουσιν· ἀλλὰ τότε μόνον ὅταν αὐτοῖς πλησιάσωσιν τοῖς ἰδίοις αἰσθητοῖς, πλὴν τῶν ἤδη διωρισμένων. ἔστιν δὲ ἡ γεῦσις τῶν χυμῶν ἀντιληπτική· ὄργανα δὲ αὐτῆς ἡ γλῶσσα, καὶ ταύτης μᾶλλον τὸ ἄκρον, ἔτι τε σὺν τούτοις ἡ ὑπερῷα, ἐν οἷς ἔστι τὰ ἐξ ἐγκεφάλου φερόμενα νεῦρα πεπλατυσμένα καὶ ἀπαγγέλλοντα τὴν γενομένην ἀντίληψιν πρὸς τὸ ἡγεμονικόν. τῶν δὲ χυμῶν αἱ γευστικαὶ καλούμεναι ποιότητές εἰσιν αὗται· γλυκύτης ὀξύτης δριμύτης στρυφνότης αὐστηρότης πικρότης ἁλμυρότης λιπαρότης. τούτων γάρ ἐστιν ἡ γεῦσις διαγνωστική. κατὰ ταύτας δὲ τὰς ποιότητας καὶ τὸ ὕδωρ ἄποιον λέγεται, τῷ μηδεμίαν τούτων ἐμφαίνειν ἐν τῇ γεύσει ποιότητα.