1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

16

νέοις οὖσι τοῖς βρέφεσιν ἡ ἄλογος μόνη κίνησις πρόσεστιν, ἀλλὰ ψυχὴν λογικὴν ἔχειν φαμὲν αὐτά, ἐπειδήπερ αὐξανόμενα τὴν λογικὴν ἀναδείκνυσιν ἐνέργειαν· τὸ δὲ ἄλογον, κατ' οὐδεμίαν ἡλικίαν ἐμφαῖνον τὸ λογικόν, περιττῶς ἂν ἔσχε λογικὴν ψυχήν, ἀχρήστου παντελῶς μελλούσης ἔσεσθαι τῆς λογικῆς δυνάμεως. καὶ γὰρ οὐδὲν περιττὸν παρὰ τοῦ Θεοῦ γεγενῆσθαι συμφώνως πᾶσιν συνωμολόγηται· εἰ δὲ τοῦτο, περιττῶς ἂν ἡ λογικὴ ψυχὴ τοῖς κτήνεσιν καὶ τοῖς θηρίοις ἐγκατεβάλλετο, μηδέποτε δυναμένη τὸ ἑαυτῆς ἔργον ἐπιδείξασθαι· καὶ ἦν ἂν ἔγκλημα τοῦ δόντος ἀνάρμοστον ψυχὴν τῷ σώματι· οὔτε γὰρ τεχνίτου τὸ ἔργον οὔτε τάξιν ἢ ἁρμονίαν εἰδότος· εἰ δέ τις λέγοι κινεῖσθαι μὲν κατὰ διάθεσιν λογικῶς τὰ ζῷα, τὴν δὲ διάπλασιν αὐτῶν ἀνεπίδεκτον εἶναι τεχνικῆς πράξεως, πιστούμενος τὸν λόγον ἀπὸ τῶν ἀνθρώπων· περιαιρεθέντων γὰρ μόνων τῶν δακτύλων τῶν χειρῶν, τὰς πλείστας τέχνας παραπόλλυσθαι· οὐ λύει τὸ ζητούμενον· μένει γὰρ ἔτι τὸ αὐτὸ ἄτοπον, ὡς τοῦ Θεοῦ μὴ πρόσφορον ψυχὴν ἐναρμόσαντος τῷ σώματι, ἀλλὰ περιττὴν καὶ ἀνόνητον καὶ ἀνενέργητον, ἐμποδιζομένην διὰ πάσης τῆς ἡλικίας αὐτῶν εἰς τὰς οἰκείας ἐνεργείας, πρὸς τῷ καὶ τὸν λόγον αὐτοὺς κατασκευάζειν ἐξ ἀδήλων καὶ οὐχ ὁμολογουμένων. πόθεν γὰρ ὅτι κατὰ διάθεσιν λογικῶς κινεῖται τὰ ζῷα; βέλτιον οὖν ἡγεῖσθαι πρόσφορον ἑκάστῳ σώματι ψυχὴν ἐνηρμόσθαι, καὶ μηδὲν πλέον ἔχειν κατὰ διάθεσιν τὰ ζῷα τῆς ἐμφαινομένης ἐν τοῖς ἔργοις αὐτῶν φυσικῶς ἁπλότητος· ἕκαστον γὰρ εἶδος τῶν ἀλόγων κατ' οἰκείαν ὁρμὴν κινεῖται, πρὸς ἣν γέγονεν ἐξ ἀρχῆς χρείαν τε καὶ ἐνέργειαν· καὶ πρὸς ταῦτα καὶ τὴν διάπλασιν ἐπιτηδείαν ἔσχεν. οὐ μὴν ἀβοήθητα παντάπασιν αὐτὰ καταλέλοιπεν ὁ δημιουργός, ἀλλ' ἑκάστῳ φυσικήν, οὐ λογικήν, ἐνέβαλεν σύνεσιν· τισὶ δὲ καὶ πανουργίας ἐνέθηκεν, ὥσπερ τέχνης εἰκόνα καὶ σκιὰν λογικήν, δυοῖν τούτων ἕνεκεν, ὑπὲρ τοῦ καὶ τὰς ἐνεστώσας ἐπιβουλὰς ἐκκλίνειν καὶ τὰς μελλούσας προφυλάττεσθαι, καὶ ἐπὶ τῷ συνάψαι τὴν κτίσιν πᾶσαν ἑαυτῇ, ὡς ἤδη εἴρηται. ὅτι δὲ οὐ λογικῶς ταῦτα ποιεῖ δῆλον ἐκ τοῦ κατ' εἶδος ἕκαστον ζῷον ὁμοίως τὰ αὐτὰ ποιεῖν καὶ μὴ διαλλάττειν αὐτῶν ἐν τῷ πλήθει τὰς ἐνεργείας, εἰ μὴ κατὰ τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ κατὰ μίαν ὁρμὴν ὅλον τὸ εἶδος κινεῖσθαι. πᾶς γὰρ λαγωὸς ὁμοίως τεχνάζεται καὶ πᾶς λύκος ὁμοίως πανουργεῖ καὶ πᾶς πίθηκος ὁμοίως μιμεῖται, ὅπερ οὐκ ἔστιν ἐπ' ἀνθρώπου. μυρίαι γὰρ ὁδοὶ τῶν ἀνθρωπίνων πράξεων. ἐλεύθερον γάρ τι καὶ αὐτεξούσιον τὸ λογικόν· ὅθεν οὐχ ἓν καὶ ταὐτὸν πᾶσιν ἔργον ἀνθρώποις, ὡς ἑκάστῳ εἴδει τῶν ἀλόγων ζῴων. φύσει γὰρ μόνῃ ταῦτα κινεῖται· τὰ δὲ φύσει ὁμοίως παρὰ πᾶσίν ἐστιν. αἱ δὲ λογικαὶ πράξεις ἄλλαι παρ' ἄλλοις καὶ οὐκ ἐξ ἀνάγκης αἱ αὐταὶ παρὰ πᾶσιν. εἰ δὲ λέγοιεν ἐπὶ τιμωρίᾳ τὴν ψυχὴν τῶν προημαρτημένων ἐν τῷ ἀνθρωπείῳ βίῳ εἰς τοιαῦτα σώματα καταπέμπεσθαι, ἐκ τῶν ὕστερον ποιοῦνται τὴν ἀπόδειξιν. διατί γὰρ εἰς τὰ πρῶτα γενόμενα σώματα τῶν ζῴων ἐνεβλήθησαν λογικαὶ ψυχαί; οὐ γὰρ δήπου ὡς ἐν σώμασιν ἀνθρωπείοις ἁμαρτήσασαι πρὶν καὶ εἰς σῶμα γενέσθαι ἀνθρώπειον. ἔοικε δὲ ταύτῃ τῇ δόξῃ τίθεσθαι καὶ Γαληνὸς ὁ θαυμάσιος ἰατρὸς καὶ καθ' ἕκαστον εἶδος ζῴου διάφορον εἶναι δοξάζειν καὶ ψυχῆς εἶδος. λέγει γὰρ εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου βιβλίου τῆς περὶ χρείας μορίων πραγματείας οὕτως· καὶ εἰ τοῦτο, πολλὰ τῶν ζῴων ἔσται μόρια, τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω, τὰ δὲ παντάπασιν εἰς ἕτερον εἶδος ἄτμητα· χρεία δὲ πάντων ἐστὶ τῇ ψυχῇ· τὸ γὰρ σῶμα ταύτης ὄργανον καὶ διὰ τοῦτο πολὺ διενήνοχεν ἀλλήλων τὰ μόρια τῶν ζῴων ὅτι καὶ αἱ ψυχαί. πάλιν δὲ προκόπτων ἐν τῷ αὐτῷ βιβλίῳ προστίθησιν ἐπὶ τοῦ πιθήκου καὶ τοῦτο· καὶ μήν, ὦ σοφώτατε κατήγορε, λέξειεν ἂν ἡ φύσις πρὸς σέ, γελοίῳ τὴν ψυχὴν ζῴῳ γελοίαν ἐχρῆν δοθῆναι σώματος κατασκευήν. οὕτως οἶδεν τοῖς διαφόροις κατ' εἶδος σώμασιν διαφόρους ἐνούσας ψυχάς. καὶ ταῦτα μὲν περὶ τούτων. εἰ δὲ τὴν ψυχὴν ἀπεδείξαμεν μήτε σῶμα οὖσαν μήτε ἁρμονίαν μήτε κρᾶσιν μήτε ἄλλην τινὰ ποιότητα, δῆλον ἐκ τούτων ὡς οὐσία τίς ἐστιν ἀσώματος ἡ ψυχή. ὅτι μὲν γάρ ἐστιν ὡμολόγηται πᾶσιν· εἰ