1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

37

ἐκ τῶν παρακειμένων φλεβῶν ἕλκει τῇ βίᾳ τὸ λεπτὸν αἷμα· ὅπερ ἀναθυμιώμενον τροφὴ γίνεται τῷ ζωτικῷ πνεύματι· συστελλομένη δὲ τὸ αἰθαλῶδες τὸ ἐν αὐτῇ κενοῖ διὰ παντὸς τοῦ σώματος καὶ τῶν ἀδήλων πόρων, ὡς διὰ τοῦ στόματος καὶ τῆς ῥινὸς ἡ καρδία τὸ λιγνυῶδες ἐν ταῖς ἐκπνοαῖς ἀνωθεῖται. 24 περὶ τοῦ γεννητικοῦ ἢ σπερματικοῦ. Καὶ τὸ γεννητικὸν δὲ τοῦ μέρους ἐστὶ τοῦ μὴ κατηκόου λόγῳ· ἀβουλήτως γὰρ ἐν ταῖς ὀνειρώξεσιν προΐεμεν τὴν γονήν, καὶ ἡ ἐπιθυμία δὲ τῆς συνουσίας φυσική. ἄκοντες γὰρ ἐπ' αὐτὴν κινούμεθα. ἡ δὲ πρᾶξις ὁμολογουμένως ἐφ' ἡμῖν καὶ ψυχική. καὶ γὰρ διὰ τῶν καθ' ὁρμὴν ὀργάνων συντελεῖται, καὶ ἀποσχέσθαι καὶ κρατῆσαι τῆς ὁρμῆς ἐφ' ἡμῖν ἐστιν. ὄργανα δὲ τῆς σπερματικῆς δυνάμεως πρῶτον μὲν αἱ φλέβες καὶ αἱ ἀρτηρίαι. ἐν ταύταις γὰρ τὸ θορῶδες πρῶτον ὑγρὸν τίκτεται, μεταβληθέντος τοῦ αἵματος, καθάπερ ἐν τοῖς τιτθοῖς τὸ γάλα. τροφὴ γὰρ τῶν ἀγγείων τούτων ἐστὶν ὁ χυμὸς οὗτος. καὶ γὰρ τὴν ἀρχὴν ἐκ σπέρματος ἡ γένεσις αὐτοῖς ἐστιν. ἐκπέσσουσι μὲν οὖν αἱ ἀρτηρίαι καὶ αἱ φλέβες τὸ αἷμα εἰς τὸ θορῶδες ὑγρόν, ἵνα τρέφωνται· τὸ δὲ περιττεῦον τῆς τροφῆς αὐτῶν γίνεται γονή. ἀναφέρεται γὰρ πρῶτον μὲν διὰ περιόδου πολλῆς εἰς τὴν κεφαλήν· πάλιν δὲ ἀπὸ τῆς κεφαλῆς καταφέρεται διὰ δύο φλεβῶν καὶ δύο ἀρτηριῶν. ὅθεν ἐάν τις ἐκτέμῃ τὰς φλέβας τὰς παρὰ τὰ ὦτα καὶ τὰς παρὰ τὰς καρωτίδας ἄγονον ποιεῖ τὸ ζῷον. αὗται δὲ αἱ φλέβες καὶ ἀρτηρίαι γίνονται τὸ ἑλικοειδὲς καὶ κιρσοειδὲς πλέγμα παρὰ τὸν ὀσχεόν, ἔνθα θορῶδες ὑγρὸν ἐμπίπτει εἰς ἑκάτερον τῶν διδύμων, μία ἀρτηρία καὶ μία φλέψ, πλήρεις σπέρματος· ἐν τούτοις δὲ τελέως ἀποσπερ ματοῦται, καὶ διὰ τοῦ κιρσοειδοῦς παραστάτου τοῦ μετὰ τοὺς διδύμους ἐκκρίνεται μετὰ πνεύματος, διότι καὶ ἀρτηρία ἐστὶν ἡ πέμπουσα. ὅτι δὲ καὶ ἀπὸ φλεβὸς φέρεται δῆλόν ἐστιν ἐκ τῆς λαγνείας. ὅταν γὰρ ἐπὶ πολὺ συνουσιάσωσιν καὶ καταναλώσωσι τὸν σπερματικὸν καὶ θορώδη χυμόν, τότε ὑπὸ τῆς βιαίας ὁλκῆς αἷμα καθαρὸν ἐκκρίνουσιν. καὶ αἱ γυναῖκες δὲ πάντα τὰ αὐτὰ τοῖς ἀνδράσιν ἔχουσι μόρια, ἀλλ' ἔνδον καὶ οὐκ ἔξω. Ἀριστοτέλης μὲν οὖν καὶ ∆ημόκριτος οὐδὲν βούλονται συντελεῖν τὸ τῆς γυναικὸς σπέρμα πρὸς γένεσιν τέκνων. τὸ γὰρ προϊέμενον ἐκ τῶν γυναικῶν ἱδρῶτα τοῦ μορίου μᾶλλον ἢ γονὴν εἶναι βούλονται· Γαληνὸς δὲ καταγινώσκων Ἀριστοτέλους λέγει σπερμαίνειν μὲν τὰς γυναῖκας καὶ τὴν μῖξιν ἀμφοτέρων τῶν σπερμάτων ποιεῖν τὸ κύημα· διὸ καὶ τὴν συνουσίαν μίξιν λέγεσθαι· οὐ μὴν τελείαν γονήν, ὡς τὴν τοῦ ἀνδρός, ἀλλ' ἔτι ἄπεπτον καὶ ὑγροτέραν. τοιαύτη δὲ οὖσα τῆς γυναικὸς ἡ γονὴ τροφὴ γίνεται τῇ τοῦ ἀνδρός. ἐξ αὐτῆς δὲ καὶ μέρος τι τοῦ χορίου τοῦ περὶ τὰς κεραίας τῆς μήτρας συμπήγνυται, καὶ ὁ καλούμενος ἀλλαντοειδής, δοχεῖον ὢν τῶν περιττωμάτων τοῦ ἐμβρύου. καθ' ἕκαστον δὲ γένος ζῴου τότε προσίεται ἡ θήλεια τὸν ἄρρενα ὅταν δύνηται κυΐσκεσθαι. τὰ τοίνυν ἀεὶ δυνάμενα κυΐσκεσθαι ἀεὶ προσίεται τὴν συνουσίαν, ὡς ἀλεκτορίδες καὶ περιστεραὶ καὶ ἄνθρωπος. ἀλλὰ τὰ μὲν ἄλλα κύοντα τὴν σύνοδον ἀποφεύγει· γυνὴ δὲ ἀεὶ προσδέχεται. αἱ γὰρ ἀλεκτορίδες τῷ καθ' ἑκάστην σχεδὸν ἡμέραν τίκτειν καθ' ἑκάστην προσίενται τὴν συνουσίαν· αἱ δὲ γυναῖκες ὡς ἐν τοῖς ἄλλοις τὸ αὐτεξούσιον ἔχουσιν οὕτω καὶ ἐν τῇ συνουσίᾳ τῇ μετὰ τὴν σύλληψιν. τὰ γὰρ ἄλογα τῶν ζῴων οὐκ ἀφ' ἑαυτῶν ἀλλ' ὑπὸ τῆς φύσεως κανονίζεται, καὶ μέτρα καὶ καιρὸν ὡρισμένον δέχεται. 25 ἄλλη διαίρεσις τῶν διοι κουσῶν δυνάμεων τὸ ζῷον ∆ιαιροῦσι δὲ καὶ ἄλλως τὰς κατὰ τὸ ζῷον δυνάμεις, καὶ τὰς μὲν λέγουσι ψυχικάς, τὰς δὲ φυσικάς, τὰς δὲ ζωτικάς· ψυχικὰς μὲν τὰς κατὰ προαίρεσιν, φυσικὰς δὲ καὶ ζωτικὰς τὰς ἀπροαιρέτους. καὶ εἰσὶ ψυχικαὶ μὲν δύο, ἥ τε καθ' ὁρμὴν κίνησις καὶ ἡ αἴσθησις, τῆς δὲ καθ' ὁρμὴν κινήσεως εἴδη τό τε μεταβατικὸν καὶ κινητικὸν τοῦ σώματος παντὸς καὶ φωνητικὸν καὶ ἀναπνευστικόν, ἐν ἡμῖν γὰρ ταῦτα καὶ ποιεῖν καὶ μὴ ποιεῖν. φυσικαὶ δὲ καὶ ζωτικαὶ αἱ οὐκ ἐφ' ἡμῖν, ἀλλὰ καὶ ἑκόντων καὶ ἀκόντων γινόμεναι, ὡς ἡ θρεπτικὴ καὶ αὐξητικὴ καὶ σπερματική, φυσικαὶ οὖσαι· καὶ ἡ σφυγμική, ζωτικὴ οὖσα. τὰ δὲ ὄργανα τῶν μὲν