1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

25

ἀντιλήψεως τῶν αἰσθητῶν. Πλάτων δὲ τὴν αἴσθησιν λέγει ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός. ἡ γὰρ δύναμις ψυχῆς· τὸ δὲ ὄργανον σώματος· ἄμφω δὲ διὰ φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν. τῶν δὲ ψυχικῶν τὰ μέν ἐστιν ὑπουργικά τε καὶ δορυφορικά· τὰ δὲ ἀρχικὰ καὶ ἡγεμονικά. ἀρχικὰ μὲν τό τε διανοητικὸν καὶ ἐπιστημονικόν· ὑπουργικὰ δὲ τά τε αἰσθητικὰ καὶ ἡ καθ' ὁρμὴν κίνησις καὶ τὸ φωνητικόν. καὶ γὰρ ἡ κίνησις καὶ ἡ φωνὴ ὀξύτατα καὶ σχεδὸν ἀχρόνως ὑπακούει τῇ βουλήσει τοῦ λογισμοῦ· ἅμα γὰρ καὶ κατὰ τὸ αὐτὸ θέλομέν τε καὶ κινούμεθα οὐδενὸς ἐπιδεόμενοι μεταξὺ χρόνου τῆς τε βουλήσεως καὶ τῆς κινήσεως, ὡς ἐπὶ τῆς κινήσεως τῶν δακτύλων ἐστὶν ἰδεῖν· καὶ τῶν φυσικῶν δὲ ἔνια ὑπὸ τὴν ἡγεμονίαν ἐστὶ τοῦ διανοητικοῦ, ὡς τὰ καλούμενα πάθη. 7 περὶ ὄψεωσ Ἡ ὄψις ὁμωνύμως λέγεται· καὶ γὰρ τὸ αἰσθητήριον καὶ ἡ δύναμις ἡ αἰσθητική. Ἵππαρχος δέ φησιν ἀκτῖνας ἀπὸ τῶν ὀφθαλμῶν ἀποτεινομένας τοῖς πέρασιν ἑαυτῶν καθάπερ χειρῶν ἐπαφαῖς καθαπτούσας τοῖς ἐκτὸς σώμασιν τὴν ἀντίληψιν αὐτῶν πρὸς τὸ ὁρατικὸν ἀναδιδόναι. οἱ δὲ γεωμέτραι κώνους τινὰς ἀναγράφουσιν ἐκ τῆς συνεμπτώσεως τῶν ἀκτίνων γινομένους τῶν ἐκπεμπομένων διὰ τῶν ὀφθαλμῶν. πέμπειν γὰρ ἀκτῖνας τὸν μὲν δεξιὸν ὀφθαλμὸν ἐπὶ τὰ ἀριστερά, τὸν δὲ ἀριστερὸν ἐπὶ τὰ δεξιά· ἀπὸ δὲ τῆς συνεμπτώσεως αὐτῶν ἀποτελεῖσθαι κῶνον, ὅθεν ὁμοῦ μὲν πολλὰ περιλαμβάνειν ὁρατὰ τὴν ὄψιν, βλέπειν δὲ ἀκριβῶς ἐκεῖνα ἔνθα ἂν συνεμπέσωσιν αἱ ἀκτῖνες. οὕτω γοῦν πολλάκις ὁρῶντες εἰς τοὔδαφος οὐχ ὁρῶμεν τὸ ἐν αὐτῷ νόμισμα κείμενον, ἀτενίζοντες ἐπὶ πλεῖστον, ἕως ἂν αἱ συμβολαὶ τῶν ἀκτίνων ἐν ἐκείνῳ γένωνται τῷ μέρει ἔνθα κεῖται τὸ νόμισμα, καὶ τότε τῇ θέᾳ προσπίπτομεν αὐτοῦ, ὡς τότε πρῶτον ἀρξάμενοι προσέχειν. οἱ δὲ ἐπικούρειοι εἴδωλα τῶν φαινομένων προσπίπτειν τοῖς ὀφθαλμοῖς. Ἀριστοτέλης δὲ οὐκ εἴδωλον σωματικὸν ἀλλὰ ποιότητα δι' ἀλλοιώσεως τοῦ πέριξ ἀέρος ἀπὸ τῶν ὁρατῶν ἄχρι τῆς ὄψεως παραγίνεσθαι. Πλάτων δὲ κατὰ συναύγειαν τοῦ μὲν ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος εἰς τὸν ὁμογενῆ ἀέρα, τοῦ δὲ ἀπὸ μὲν τῶν σωμάτων ἀντιφερομένου, τοῦ δὲ περὶ τὸν μεταξὺ ἀέρα, εὐδιάχυτον ὄντα καὶ εὔτρεπτον, συνεκτεινομένου τῷ πυροειδεῖ τῆς ὄψεως. Γαληνὸς δὲ συμφώνως Πλάτωνι περὶ τῆς ὄψεως ἐν τῷ ἑβδόμῳ τῆς Συμφωνίας λέγει, γράφων οὕτω πως σποράδην· εἴπερ γὰρ εἰς τὸν ὀφθαλμὸν ἀφικνεῖτο μοῖρά τις ἢ δύναμις ἢ εἴδωλον ἢ ποιότης τῶν ὁρωμένων σωμάτων, οὐκ ἂν τοῦ βλεπομένου τὸ μέγεθος ἔγνωμεν, οἷον ὄρους εἰ τύχοι μεγίστου. τη λικοῦτον γὰρ εἴδωλον ἐμπίπτειν τοῖς ὀφθαλμοῖς ἡμῶν παν τάπασιν ἄλογον· ἀλλὰ μὴν καὶ τὸ πνεῦμα τὸ ὀπτικὸν οὐχ οἷόν τε τοσαύτην ἰσχὺν ἐκκρινόμενον λαμβάνειν ὡς περι χεῖσθαι παντὶ τῷ βλεπομένῳ· λείπεται οὖν τὸν πέριξ ἀέρα τοιοῦτον ὄργανον ἡμῖν γίγνεσθαι καθ' ὃν ὁρῶμεν χρό νον ὁποῖον ἐν τῷ σώματι τὸ νεῦρον ὑπάρχει τὸ ὀπτικόν. τοιοῦτον γάρ τι πάσχειν ἔοικεν ὁ περιέχων ἡμᾶς ἀήρ· ἥ τε γὰρ αὐγὴ τοῦ ἡλίου, ψαύουσα τοῦ ἄνω πέρατος τοῦ ἀέρος, διαδίδωσιν εἰς ὅλον τὴν δύναμιν· ἥ τε διὰ τῶν ὀπτικῶν νεύρων αὐγὴ φερομένη, τὴν μὲν οὐσίαν ἔχει πνευ ματικήν, ἐμπίπτουσα δὲ τῷ περιέχοντι καὶ τῇ πρώτῃ προσβολῇ τὴν ἀλλοίωσιν ἐργαζομένη, διαδίδωσιν ἄχρι πλεί στου συνεχοῦς ἑαυτῇ, ἄχρις ἂν εἰς ἀντιτυπὲς ἐμπέσῃ σῶμα. γίνεται γὰρ ὁ ἀὴρ ὄργανον τῷ ὀφθαλμῷ πρὸς τὴν τῶν ὁρωμένων διάγνωσιν τοιοῦτον οἷόν περ ἐγκεφάλῳ τὸ νεῦρον· ὥστε ὃν ἔχει λόγον ἐγκέφαλος πρὸς τὸ νεῦ ρον, τοιοῦτον ἔχειν τὸν ὀφθαλμὸν πρὸς τὸν ἀέρα ἐψυχω μένον ὑπὸ τῆς ἡλιακῆς αὐγῆς. ὅτι δὲ πέφυκεν ὁ ἀὴρ τοῖς πλησιάζουσι σώμασιν συνεξομοιοῦσθαι δῆλον ἐκ τοῦ καὶ πυρροῦ τινὸς ἢ κυανοῦ ἢ καὶ ἀργύρου λαμπροῦ διαφερομένου φωτὸς ὄντος ὑπὸ τοῦ διενεχθέντος ἀλλοιοῦσθαι τὸν ἀέρα. Πορφύριος δὲ ἐν τῷ Περὶ αἰσθήσεως οὔτε κῶνον οὔτε εἴδωλον οὔτε ἄλλο τί φησιν αἴτιον εἶναι τοῦ ὁρᾶν ἀλλὰ τὴν ψυχὴν αὐτὴν ἐντυγχάνουσαν τοῖς ὁρατοῖς ἐπιγινώσκειν ἑαυτὴν οὖσαν τὰ ὁρατὰ τῷ τὴν ψυχὴν συνέχειν πάντα τὰ ὄντα καὶ εἶναι τὰ πάντα ψυχὴν συνέχουσαν σώματα διάφορα. μίαν γὰρ βουλόμενος εἶναι