1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

30

μνημονευτά ἐστι τὰ γινόμενα καὶ φθειρόμενα, τὰ ἐν χρόνῳ συνιστάμενα· καὶ ἔστι μὲν τῶν ἀπόντων ἡ μνήμη, οὐ μὴν ὑπὸ τῶν ἀπόντων γίνεται. ἀνάμνησις δὲ λέγεται ὅταν λήθη μεσολαβήσῃ τὴν μνήμην. ἔστι γὰρ ἀνάμνησις μνήμης ἐξιτήλου γενομένης ἀνάκτησις· γίνεται δὲ ἐξίτηλος ὑπὸ τῆς λήθης· λήθη δέ ἐστι μνήμης ἀποβολή· ἀλλ' ἡ μὲν διηνεκὴς ἡ δὲ ἐπὶ ποσόν, ἧς ἐστιν ἡ ἀνάμνησις. ἑτέρα δέ ἐστιν ἀνάμνησις ἥτις οὐκ ἔστιν λήθη τῶν ἐξ αἰσθήσεως καὶ νοήσεως, ἀλλὰ τῶν φυσικῶν ἐννοιῶν· φυσικὰς δὲ λέγομεν ἐννοίας τὰς ἀδιδάκτως πᾶσι προσούσας. ὡς τὸ εἶναι Θεόν· ταύτην δὲ ὁ Πλάτων ἀνάμνησιν εἶναι λέγει τῶν ἰδεῶν· τί δέ ἐστιν ἡ ἰδέα ἐν τοῖς ἑξῆς ἐροῦμεν. τὸ μὲν οὖν φανταστικὸν παραδίδωσι τῷ διανοητικῷ τὰ φαινόμενα· τὸ δὲ διανοητικὸν ἢ διαλογιστικὸν παραλαβὸν καὶ κρῖναν παραπέμπει τῷ μνημονευτικῷ. ὄργανον δὲ καὶ τούτου ἡ ὄπισθεν κοιλία τοῦ ἐγκεφάλου, ἣν καὶ παρεγκεφαλίδα καὶ παρεγκρανίδα καλοῦσιν, καὶ τὸ ἐν αὐτῷ ψυχικὸν πνεῦμα. ἐπειδὴ δὲ τῶν μὲν αἰσθήσεων ἀρχὰς καὶ ῥίζας τὰς ἔμπροσθεν εἶναι κοιλίας φαμὲν τοῦ ἐγκεφάλου, τοῦ δὲ διανοητικοῦ τὴν μέσην, τοῦ δὲ μνημονευτικοῦ τὴν ὄπισθεν, ἀναγκαῖόν ἐστιν ἐπιδεῖξαι εἰ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἵνα μὴ δόξωμεν ἀλόγως πιστεύειν τοῖς λεγομένοις. ἱκανωτάτη δὲ ἀπόδειξις ἡ ἐξ αὐτῆς τῆς τῶν μορίων ἐνεργείας λαμβανομένη. τῶν μὲν γὰρ προσθίων κοιλιῶν καθ' ὅντινα δήποτε τρόπον βλαβεισῶν, αἱ μὲν αἰσθήσεις παραποδίζονται, τὸ δὲ διανοητικὸν ἔτι μένει σῳζόμενον· τῆς δὲ μέσης κοιλίας μόνης παθούσης, ἡ μὲν διάνοια σφάλλεται, τὰ δὲ αἰσθητήρια μένει φυλάττοντα τὴν κατὰ φύσιν αἴσθησιν· ἐὰν δὲ καὶ αἱ πρόσθιοι καὶ ἡ μέση κοιλία πάθωσιν, ὁ λογισμὸς ἅμα ταῖς αἰσθήσεσι παρακόπτει· τῆς δὲ παρεγκεφαλίδος παθούσης, ἡ μνήμη μόνη παραπόλλυται, τῆς αἰσθήσεως καὶ τῆς διανοίας εἰς οὐδὲν βλαπτομένων [δῆλον δὲ ὡς οὐκ ἔστιν ἡμῖν ὁ λόγος νῦν περὶ τῆς καθ' ὁρμὴν κινήσεως]· ἐὰν δὲ σὺν ταῖς προσθίοις καὶ ἡ μέση καὶ ἡ ὄπισθεν πάθῃ τι, καὶ τὴν αἴσθησιν καὶ τὸν λογισμὸν καὶ τὴν μνήμην ὁμοῦ παραφθείρονται, πρὸς τῷ καὶ τὸ πᾶν κινδυνεύειν ἀπολέσθαι ζῷον. γίνεται δὲ τοῦτο δῆλον καὶ δι' ἄλλων μὲν πολλῶν παθῶν τε καὶ συμπτωμάτων, μάλιστα δὲ ἐκ τῆς φρενίτιδος. τῶν γὰρ φρενιτιζόντων οἱ μὲν τὰς αἰσθήσεις διασῴζουσι, τῆς διανοίας μόνης βλαβείσης. τοιοῦτον ἀναγράφει Γαληνὸς φρενιτίσαντα, ὃς ἐριουργοῦ τινος ἐργαζομένου παρ' αὐτῷ διαναστὰς καὶ λαβὼν ὑαλᾶ σκεύη, ἐπί τε τὰς θυρίδας ὁρμήσας, ἠρώτα τοὺς παριόντας, ἕκαστον τῶν σκευῶν ἐξ ὀνόματος καλῶν, εἰ θέλουσιν αὐτὸ ῥιφῆναι κάτω· τῶν δὲ παρεστώτων βούλεσθαι φησάντων, πρῶτον ἠκόντισε τῶν σκευῶν ἕκαστον· εἶτα ἤρετο τοὺς παρόντας εἰ καὶ τὸν ἐριουργὸν βούλοιντο ῥιφῆναι· τῶν δὲ παιδιὰν νομισάντων εἶναι τὸ πρᾶγμα καὶ διὰ τοῦτο θέλειν φησάντων, λαβὼν ὤθησεν ἄνωθεν κάτω τὸν ἐριουργόν. οὗτος τὰς μὲν αἰσθήσεις ὑγίαινεν· ᾔδει γὰρ ὅτι σκεύη ταῦτα καὶ ἐριουργὸς οὗτος· ἐνόσει δὲ τὴν διάνοιαν. ἄλλοι δὲ διάκενον ἕλκουσι φαντασίαν, ὁρᾶν οἰόμενοι τὰ μὴ ὁρώμενα· τὰ δ' ἄλλα φρονοῦσι κατὰ λόγον· οὗτοι τὰς προσθίους μόνας κοιλίας ἐβλάβησαν, τῆς μέσης ἀπαθοῦς μεινάσης. ἐκ δὲ τῶν παθῶν τῶν παρακολουθούντων ἑκάστῳ μορίῳ τὰ τῆς ἐνεργείας αὐτῶν ἐμποδίζεται· εἰς ἐκείνην γὰρ τὴν ἐνέργειαν καταβλάπτεται τὸ ζῷον ἣν πέφυκεν ἐνεργεῖν τὸ πεπονθὸς μόριον, ὡς καὶ τοῦ ποδὸς παθόντος, εἰς τὸ περιπατεῖν ἐμποδιζόμεθα. ταύτην γὰρ ὁ ποὺς ἔχει τὴν ἐνέργειαν. 14 περὶ τοῦ ἐνδιαθέτου καὶ προφορικοῦ λόγου Αὕτη μὲν οὖν μία διαίρεσις τῆς ψυχικῆς δυνάμεως, ᾗ συνδιαιρεῖται μέρη τινὰ τοῦ σώματος· ἑτέρα δὲ διαίρεσις καθ' ἕτερον τρόπον τοῦ λογικοῦ τῆς ψυχῆς, ὅ τε καλούμενος ἐνδιάθετος λόγος καὶ ὁ προφορικός. ἔστι δὲ ἐνδιάθετος μὲν λόγος τὸ κίνημα τῆς ψυχῆς τὸ ἐν τῷ διαλογιστικῷ γινόμενον ἄνευ τινὸς ἐκφωνήσεως. ὅθεν πολλάκις καὶ σιωπῶντες λόγον ὅλον παρ' ἑαυτοῖς διεξερχόμεθα· καὶ ἐν τοῖς ὀνείροις διαλεγόμεθα· κατὰ τοῦτο δὲ μάλιστα λογικοὶ πάντες ἐσμέν. οὐ γὰρ οὕτω κατὰ τὸν προφορικὸν λόγον ὡς κατὰ τοῦτον. καὶ γὰρ οἱ ἐκ γενετῆς κωφοὶ καὶ οἱ διὰ πάθος ἢ